ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58


ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ  ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

αʹ. Συνεχῶς  τὴν  Ἰουδαίαν  ἀφεὶς  διὰ  τὴν  βασκανίαν  τὴν  ἐκείνων,  νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ' εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευσεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων  τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεογνωσίαν αὐτοὺς   χειραγωγῆσαι.   Σὺ  δέ   μοι   κἀκεῖνο   σκόπει,  πῶς   ὁλοκλήρους   δήμους παρατρέχουσιν ἑνὶ ῥήματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες  τῶν θεραπευομένων.


 Οὐ γὰρ  εἶπον,  ὅτι  Ὁ  δεῖνα  καὶ  ὁ  δεῖνα·  ἀλλ'  ὅτι  Πολλοὶ,  τὸ ἀκόμπαστον παιδεύοντες. Ἐθεράπευε δὲ ὁ Χριστὸς, ἐκείνους τε εὐεργετῶν, καὶ δι' ἐκείνων πολλοὺς ἑτέρους. Ἡ γὰρ τῆς τούτων ἀσθενείας διόρθωσις ἑτέροις ὑπόθεσις θεογνωσίας  ἐγίνετο.  Ἀλλ' οὐχὶ τοῖς Φαρισαίοις, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον ἐκθηριοῦνται· καὶ προσέρχονται αὐτῷ πειράζοντες. Ἐπειδὴ γὰρ τῶν γινομένων ἐπιλαβέσθαι οὐκ  εἶχον, προβλήματα αὐτῷ προβάλλουσι. Προσελθόντες γὰρ αὐτῷ  καὶ πειράζοντες  ἔλεγον· Εἰ ἔξεστιν ἀνθρώπῳ  ἀπολῦσαι τὴν  γυναῖκα  αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὢ τῆς ἀνοίας! Ὤοντο ἐπιστομίζειν αὐτὸν διὰ τῶν ζητημάτων, καίτοιγε ἤδη λαβόντες αὐτοῦ τεκμήριον τῆς δυνάμεως ταύτης. Ὅτε γοῦν περὶ τοῦ σαββάτου πολλὰ διελέχθησαν, ὅτε εἶπον, ὅτι Βλασφημεῖ, ὅτε εἶπον, ὅτι ∆αιμόνιον ἔχει, ὅτε τοῖς μαθηταῖς ἐπετίμησαν διὰ τῶν σπορίμων βαδίζουσιν, ὅτε περὶ ἀνίπτων διελέχθησαν χειρῶν, πανταχοῦ ἀποῤῥάψας αὐτῶν τὰ στόματα, καὶ τὴν ἀναίσχυντον ἐμφράξας γλῶτταν, οὕτω παρέπεμψεν. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ἡ πονηρία, τοιοῦτον ἡ βασκανία, ἀναίσχυντον καὶ ἰταμόν· κἂν μυριάκις ἐπιστομισθῇ, μυριάκις ἐφίσταται πάλιν. Σὺ δέ μοι σκόπει καὶ τὴν ἐκ τοῦ τρόπου τῆς ἐρωτήσεως κακουργίαν. Οὐδὲ γὰρ εἶπον αὐτῷ· Ἐκέλευσας μὴ ἀφιέναι γυναῖκα· καὶ γὰρ  ἤδη  ἦν  περὶ  τοῦ  νόμου  τούτου  διαλεχθείς·  ἀλλ'  ὅμως  οὐκ  ἐμνημόνευσαν ἐκείνων τῶν ῥημάτων, ἀλλ' ὡρμήθησαν μὲν ἐκεῖθεν, οἰόμενοι δὲ μείζονα ποιεῖν τὴν ἐνέδραν, καὶ βουλόμενοι εἰς ἀντινομίας ἀνάγκην αὐτὸν ἐμβαλεῖν, οὐ λέγουσι, ∆ιατί ἐνομοθέτησας τὸ καὶ τό; ἀλλ' ὡς οὐδενὸς εἰρημένου, ἐρωτῶσιν, Εἰ ἔξεστι, προσδοκῶντες ὅτι ἐπιλέλησται εἰρηκώς· καὶ ὄντες ἕτοιμοι, εἰ μὲν εἴποι, ὅτι ἔξεστιν ἀφεῖναι, ἀντιθεῖναι  αὐτῷ τὰ παρ' αὐτοῦ εἰρημένα, καὶ εἰπεῖν· Πῶς οὖν εἴρηκας τὰ ἐναντία; εἰ δὲ τὰ αὐτὰ πάλιν ἅπερ καὶ ἔμπροσθεν, ἀντιθεῖναι τὸ Μωϋσέως. Τί οὖν αὐτός; Οὐκ εἶπε, Τί με πειράζετε, ὑποκριταί; καίτοιγε μετὰ ταῦτα λέγει· ἀλλ' ἐνταῦθα οὔ φησι τοῦτο. Τί δήποτε; Ἵνα μετὰ τῆς δυνάμεως αὐτοῦ καὶ τὴν ἡμερότητα ἐπιδείξηται.  Οὔτε γὰρ ἀεὶ σιγᾷ, ἵνα μὴ νομίσωσι λανθάνειν·  οὔτε ἀεὶ ἐλέγχει,  ἵνα παιδεύσῃ ἡμᾶς ἡμέρως πάντα φέρειν. Πῶς οὖν αὐτοῖς ἀποκρίνεται; Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἀπ' ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Ὅρα σοφίαν διδασκάλου. Ἐρωτηθεὶς  γὰρ, Εἰ ἔξεστιν, οὐκ εὐθέως  εἶπεν,  Οὐκ ἔξεστιν, ἵνα  μὴ θορυβηθῶσι  καὶ  ταραχθῶσιν·  ἀλλὰ  πρὸ  τῆς  ἀποφάσεως  διὰ  τῆς  κατασκευῆς κατέστησε δῆλον τοῦτο, δεικνὺς ὅτι καὶ αὐτὸ τοῦ Πατρὸς αὐτοῦ ἐστι τὸ πρόσταγμα, καὶ ὅτι οὐκ ἐναντιούμενος  Μωϋσεῖ ταῦτα ἐπέταξεν, ἀλλὰ καὶ σφόδρα συμβαίνων. Σκόπει δὲ αὐτὸν οὐκ ἀπὸ τῆς δημιουργίας ἰσχυριζόμενον μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ προστάγματος αὐτοῦ. Οὐ γὰρ εἶπεν, ὅτι ἐποίησεν ἕνα ἄνδρα καὶ μίαν γυναῖκα μόνον· ἀλλ' ὅτι καὶ τοῦτο ἐκέλευσεν, ὥστε τὸν ἕνα τῇ μιᾷ συνάπτεσθαι. Εἰ δὲ ἐβούλετο ταύτην μὲν ἀφιέναι, ἑτέραν δὲ ἐπεισάγειν, ἕνα ἄνδρα ποιήσας, πολλὰς ἂν ἔπλασε γυναῖκας.  Νῦν δὲ καὶ τῷ  τρόπῳ  τῆς  δημιουργίας  καὶ τῷ  τρόπῳ  τῆς  νομοθεσίας ἔδειξεν, ὅτι ἕνα δεῖ μιᾷ συνοικεῖν διαπαντὸς, καὶ μηδέποτε διαῤῥήγνυσθαι. Καὶ ὅρα πῶς φησιν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησε· τουτέστιν, Ἐκ μιᾶς ῥίζης ἐγένοντο·  καὶ εἰς ἓν  σῶμα συνῆλθον·  Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν.  Εἶτα φοβερὸν ποιῶν τὸ ταύτης κατηγορεῖν τῆς νομοθεσίας, καὶ πηγνὺς τὸν νόμον, οὐκ εἶπε, Μὴ διασπᾶτε τοίνυν, μηδὲ χωρίζετε· ἀλλ' ὅτι Ὃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ δὲ Μωϋσέα προβάλλῃ, ἐγώ σοι λέγω τὸν Μωϋσέως δεσπότην, καὶ μετὰ  τούτου  καὶ  τῷ  χρόνῳ  ἰσχυρίζομαι. Ὁ γὰρ Θεὸς ἐξ ἀρχῆς  ἄρσεν καὶ  θῆλυ ἐποίησεν  αὐτούς·  καὶ  πρεσβύτερος οὗτος  ὁ  νόμος,  εἰ  καὶ  δοκεῖ  παρ'  ἐμοῦ  νῦν εἰσάγεσθαι, καὶ μετὰ πολλῆς κείμενος τῆς σπουδῆς. Οὐδὲ γὰρ ἁπλῶς προσήγαγε τὴν γυναῖκα τῷ ἀνδρὶ, ἀλλὰ καὶ μητέρα ἀφεῖναι ἐκέλευσε καὶ πατέρα. Καὶ οὐδὲ ἐλθεῖν πρὸς τὴν γυναῖκα ἁπλῶς ἐνομοθέτησεν, ἀλλὰ καὶ κολληθῆναι, τῷ τρόπῳ τῆς λέξεως τὸ  ἀδιάσπαστον  ἐμφαίνων.  Καὶ οὐδὲ  τούτῳ  ἠρκέσθη, ἀλλὰ  καὶ  ἑτέραν  μείζονα συνάφειαν ἐπεζήτησεν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. βʹ. Εἶτα ἐπειδὴ τὸν παλαιὸν ἀνέγνω νόμον, τὸν καὶ διὰ πραγμάτων καὶ διὰ ῥημάτων εἰσενεχθέντα, καὶ  ἀξιόπιστον  ἀπὸ  τοῦ  δεδωκότος  ἀπέφηνε,  μετ'  ἐξουσίας  λοιπὸν  καὶ  αὐτὸς ἑρμηνεύει καὶ νομοθετεῖ λέγων· Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥσπερ οὖν σάρκα τεμεῖν ἐναγὲς, οὕτω καὶ γυναῖκα διαστῆσαι παράνομον. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὸν Θεὸν ἐπήγαγε λέγων· Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· δεικνὺς ὅτι καὶ παρὰ φύσιν καὶ παρὰ νόμον τὸ γινόμενον·  παρὰ φύσιν μὲν,  ὅτι  μία  διατέμνεται  σάρξ· παρὰ  νόμον  δὲ,  ὅτι  τοῦ  Θεοῦ συνάψαντος  καὶ κελεύσαντος μὴ διαχωρίζεσθαι, αὐτοὶ συνεπιτίθεσθε τοῦτο δρᾷν. Τί οὖν μετὰ ταῦτα ἐχρῆν; οὐχ ἡσυχάσαι, καὶ ἐπαινέσαι τὸ εἰρημένον; οὐχὶ θαυμάσαι τὴν σοφίαν; οὐκ ἐκπλαγῆναι τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα; Ἀλλ' οὐδὲν τούτων ποιοῦσιν, ἀλλ' ὡς δῆθεν ἐπαγωνιζόμενοί  φασι· Πῶς οὖν Μωϋσῆς ἐνετείλατο  δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι αὐτήν; Καίτοιγε τοῦτο λοιπὸν οὐκ αὐτοὺς ἔδει προβαλεῖν, ἀλλ' αὐτὸν αὐτοῖς· ἀλλ' ὅμως οὐκ ἐπεμβαίνει, οὐδὲ λέγει τοῦτο αὐτοῖς, ὅτι Τοῦδε οὐκ εἰμὶ λοιπὸν ὑπεύθυνος ἐγώ· ἀλλὰ καὶ τοῦτο διαλύεται. Καὶ μὴν εἰ ἀλλότριος ἦν τῆς παλαιᾶς,  οὐκ ἂν ἠγωνίσατο  ὑπὲρ Μωϋσέως· οὐκ ἂν ἀπὸ τῶν  ἅπαξ ἐν  ἀρχῇ γενομένων   ἰσχυρίσατο·  οὐκ  ἂν  ἐσπούδασε  τὰ  αὐτοῦ  δεῖξαι  συμβαίνοντα  τοῖς παλαιοῖς. Καίτοιγε πολλὰ καὶ ἄλλα Μωϋσῆς ἐκέλευσε, καὶ τὰ περὶ βρωμάτων, καὶ τὰ περὶ σαββάτου· τίνος οὖν ἕνεκεν οὐδαμοῦ αὐτὸν προβάλλονται, ὡς ἐνταῦθα; Βουλόμενοι  τὸ  πλῆθος  τῶν  ἀνδρῶν  ἐπιστρατεῦσαι  αὐτῷ.  Καὶ γὰρ  ἀδιάφορον Ἰουδαίοις τοῦτο ἦν, καὶ πάντες τοῦτό γε ἔπραττον. ∆ιὰ δὴ τοῦτο τοσούτων ἐν τῷ ὄρει λεχθέντων,  ταύτης ἐμέμνηντο μόνης τῆς ἐντολῆς νῦν. Ἀλλ' ὅμως ἡ ἀπόῤῥητος σοφία καὶ ὑπὲρ τούτων  ἀπολογεῖται,  καί φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν οὕτως ἐνομοθέτησε. Καὶ οὐδὲ ἐκεῖνον ἀφίησιν ὑπὸ κατηγορίαν μένειν, ἐπειδὴ καὶ τὸν νόμον αὐτὸς ἦν αὐτῷ δεδωκώς· ἀλλ' ἐξαιρεῖται αὐτὸν τοῦ ἐγκλήματος, καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων  περιτρέπει κεφαλήν·  ὃ πανταχοῦ  ποιεῖ. Καὶ γὰρ ὅτε τοὺς μαθητὰς τίλλοντας  τοὺς στάχυας ᾐτιῶντο, δείκνυσιν αὐτοὺς ὄντας ὑπευθύνους· καὶ ὅτε παράβασιν ἐνεκάλουν περὶ τοῦ μὴ νίπτεσθαι τὰς χεῖρας, δείκνυσιν αὐτοὺς ὄντας τοὺς παραβάτας· καὶ ἐπὶ τοῦ σαββάτου δὲ, καὶ πανταχοῦ, καὶ ἐνταῦθα ὁμοίως. Εἶτα ἐπειδὴ φορτικὸν ἦν τὸ εἰρημένον, καὶ πολλὴν ἔφερεν αὐτοῖς τὴν διαβολὴν, ταχέως πάλιν ἐπὶ τὸν ἀρχαῖον ἀνάγει νόμον τὸν λόγον, λέγων  ὅπερ καὶ ἔμπροσθεν εἶπεν· Ἀπ' ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτω· τουτέστιν, ὅτι διὰ τῶν πραγμάτων ἡμῖν ἐξ ἀρχῆς ὁ Θεὸς ἐνομοθέτησε τὰ ἐναντία. Ἵνα γὰρ μὴ λέγωσι, Πόθεν δῆλον ὅτι διὰ τὴν ἡμῶν σκληρότητα τοῦτο εἶπε Μωϋσῆς; ἐκεῖθεν  πάλιν  αὐτοὺς ἐπιστομίζει. Εἰ γὰρ οὗτος προηγούμενος ἦν ὁ νόμος καὶ συμφέρων, οὐκ ἂν ἐκεῖνος ἐξ ἀρχῆς ἐδόθη· οὐκ ἂν οὕτω  πλάττων  ἔπλασεν  ὁ Θεός· οὐκ ἂν  τοιαῦτα  εἶπε· Λέγω δὲ ὑμῖν,  ὅτι  ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Ἐπειδὴ γὰρ αὐτοὺς ἐπεστόμισε, μετὰ αὐθεντίας  νομοθετεῖ  λοιπὸν,  ὥσπερ ἐπὶ τῶν βρωμάτων,  ὥσπερ  ἐπὶ  τοῦ  σαββάτου. Καὶ γὰρ  ἐπὶ  τῶν  βρωμάτων  τρεψάμενος αὐτοὺς, τότε διελέχθη τοῖς ὄχλοις, ὅτι Οὐ τὸ εἰσερχόμενον κοινοῖ τὸν ἄνθρωπον· καὶ ἐπὶ  τοῦ  σαββάτου ἐπιστομίσας αὐτούς  φησιν·  Ὥστε ἔξεστιν  ἐν  σαββάτῳ καλῶς ποιεῖν·  καὶ ἐνταῦθα  τὸ αὐτὸ  τοῦτο. Ἀλλ' ὅπερ ἐκεῖ συνέβη, τοῦτο  καὶ ἐνταῦθα. Ὥσπερ γὰρ ἐκεῖ  τῶν  Ἰουδαίων  ἐπιστομισθέντων  οἱ μαθηταὶ  ἐθορυβήθησαν, καὶ προσελθόντες αὐτῷ μετὰ Πέτρου ἔλεγον· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην· οὕτω καὶ νῦν θορυβηθέντες ἔλεγον· Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου, συμφέρει μὴ γαμῆσαι. Καὶ γὰρ νῦν ἐνόησαν μᾶλλον ἢ πρότερον τὸ λεχθέν. ∆ιὰ τοῦτο τότε μὲν ἐσίγησαν, νῦν δὲ, ἐπειδὴ ἀντίῤῥησις καὶ ἀπόκρισις γέγονε, καὶ ἐρώτησις καὶ πεῦσις, καὶ σαφέστερος ὁ νόμος ἐφάνη,  ἐρωτῶσιν  αὐτόν. Καὶ φανερῶς  μὲν ἀντειπεῖν  οὐ τολμῶσι· τὸ δὲ ἐξ αὐτοῦ  βαρὺ δοκοῦν  εἶναι  καὶ φορτικὸν  εἰς μέσον προάγουσι λέγοντες·  Εἰ οὕτως  ἐστὶν  ἡ  αἰτία  τοῦ  ἀνθρώπου  μετὰ  τῆς  γυναικὸς,  οὐ συμφέρει γαμῆσαι. Καὶ γὰρ σφόδρα ἐπαχθὲς ἐδόκει εἶναι τὸ γυναῖκα πάσης κακίας γέμουσαν ἔχειν, καὶ ἀνέχεσθαι ἀνημέρου θηρίου διαπαντὸς ἔνδον συγκεκλεισμένου.
γʹ. Καὶ ἵνα μάθῃς, ὅτι σφόδρα τοῦτο αὐτοὺς ἐθορύβει, ὁ Μάρκος αὐτὸ δηλῶν ἔλεγεν, ὅτι κατ' ἰδίαν εἶπον αὐτῷ. Τί δέ ἐστιν, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός; Τουτέστιν, εἰ διὰ τοῦτο συνήφθη, ἵνα ἓν ὦσιν· ἢ ἐκεῖνο, Εἰ αἰτίαν λήψεται ἐπὶ τούτοις ὁ ἀνὴρ, καὶ πανταχοῦ παρανομεῖ ἐκβάλλων, κουφότερον πρὸς ἐπιθυμίαν μάχεσθαι φύσεως καὶ πρὸς ἑαυτὸν, ἢ πρὸς γυναῖκα πονηράν. Τί οὖν ὁ Χριστός; Οὐκ εἶπεν, ὅτι Ναὶ, κουφότερον, καὶ ποίει τοῦτο· ἵνα μὴ νομίσωσιν ὅτι νόμος τὸ πρᾶγμά ἐστιν· ἀλλ' ἐπήγαγεν· Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται· ἐπαίρων τὸ πρᾶγμα, καὶ δεικνὺς μέγα ὂν, καὶ ταύτῃ ἐφελκόμενος καὶ προτρέπων. Ἀλλ' ὅρα ἐνταῦθα ἐναντιολογίαν.  Αὐτὸς μὲν γὰρ μέγα φησὶ τοῦτο· ἐκεῖνοι  δὲ κουφότερον.  Καὶ γὰρ ἀμφότερα ἔδει γενέσθαι, καὶ παρ' αὐτοῦ μέγα ὁμολογηθῆναι,  ἵνα προθυμοτέρους ἐργάσηται, καὶ ἐκ τῶν εἰρημένων παρ' αὐτοῖς κουφότερον δειχθῆναι, ἵνα καὶ ταύτῃ μᾶλλον τὴν παρθενίαν ἕλωνται  καὶ τὴν ἐγκράτειαν. Ἐπειδὴ γὰρ τὸ περὶ παρθενίας εἰπεῖν  ἐπαχθὲς εἶναι ἐδόκει, ἐκ τῆς ἀνάγκης τοῦ νόμου τούτου εἰς τὴν ἐπιθυμίαν αὐτοὺς ἐκείνην ἐνέβαλεν. Εἶτα τὸ δυνατὸν δεικνύς φησιν· Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν  οὐρανῶν·  διὰ τούτων  λανθανόντως  ἐνάγων  αὐτοὺς  εἰς τὴν  τοῦ πράγματος αἵρεσιν, καὶ τὸ δυνατὸν τῆς ἀρετῆς ταύτης κατασκευάζων, καὶ μόνον οὐχὶ λέγων, ὅτι Ἐννόησον, εἰ ἐκ φύσεως τοιοῦτος ἦς, ἢ παρὰ τῶν τὰ τοιαῦτα ἐπηρεαζόντων τὸ αὐτὸ τοῦτο ὑπέμεινας, τί ἂν ἐποίησας, τῆς ἀπολαύσεως μὲν ἐστερημένος, μισθὸν δὲ οὐκ ἔχων; Οὐκοῦν εὐχαρίστει τῷ Θεῷ νῦν, ὅτι μετὰ μισθοῦ καὶ στεφάνων  τοῦτο ὑπομένεις,  ὃ χωρὶς  στεφάνων  ἐκεῖνοι·  μᾶλλον  δὲ οὐδὲ τοῦτο, ἀλλὰ  καὶ  πολλῷ κουφότερον, τῇ τε ἐλπίδι  διορθούμενος, καὶ τῷ συνειδότι τοῦ κατορθώματος, καὶ μηδὲ τὴν  ἐπιθυμίαν  οὕτω  κυμαίνουσαν  ἔχων.  Οὐ γὰρ οὕτως  ἐκτομὴ μέλους, ὡς λογισμοῦ  χαλινὸς,  τὰ  τοιαῦτα  οἶδε  καταστέλλειν  κύματα,  καὶ  γαλήνην  ποιεῖν· μᾶλλον  δὲ λογισμὸς  μόνος.  ∆ιὰ τοῦτο  τοίνυν  ἐκείνους  παρήγαγεν,  ἵνα  τούτους ἀλείψῃ  ἐπεὶ εἰ μὴ τοῦτο κατεσκεύαζε, τί βούλεται  ὁ περὶ τῶν  ἄλλων  εὐνούχων λόγος  αὐτῷ; Ὅταν  δὲ  λέγῃ,  ὅτι  Εὐνούχισαν ἑαυτοὺς,  οὐ τῶν  μελῶν  λέγει  τὴν ἐκτομήν· ἄπαγε· ἀλλὰ  τῶν  πονηρῶν  λογισμῶν  τὴν  ἀναίρεσιν. Ὡς ὅ γε τὸ μέλος ἐκτεμὼν,   καὶ   ἀρᾷ  ἐστιν   ὑπεύθυνος,   καθὼς   ὁ   Παῦλός  φησιν·   Ὄφελον   καὶ ἀποκόψονται   οἱ   ἀναστατοῦντες   ὑμᾶς.  Καὶ  μάλα   εἰκότως.   Καὶ  γὰρ   τὰ   τῶν ἀνδροφόνων  ὁ τοιοῦτος  τολμᾷ, καὶ τοῖς τοῦ Θεοῦ διαβάλλουσι τὴν  δημιουργίαν δίδωσιν ἀφορμὴν, καὶ τῶν Μανιχαίων ἀνοίγει τὰ στόματα, καὶ τοῖς παρ' Ἕλλησιν ἀκρωτηριαζομένοις  τὰ αὐτὰ παρανομεῖ.  Τὸ γὰρ ἀποκόπτειν  τὰ μέλη, δαιμονικῆς ἐνεργείας καὶ σατανικῆς ἐπιβουλῆς ἐξ ἀρχῆς γέγονεν ἔργον· ἵνα τοῦ Θεοῦ τὸ ἔργον διαβάλλωσιν· ἵνα τὸ ζῶον τοῦτο λυμήνωνται·  ἵνα μὴ τῇ προαιρέσει, ἀλλὰ τῇ τῶν μελῶν φύσει τὸ πᾶν λογισάμενοι, οὕτως ἀδεῶς ἁμαρτάνωσιν αὐτῶν οἱ πολλοὶ, ἅτε  ἀνεύθυνοι  ὄντες·  καὶ  διπλῇ  παραβλάψωσι  τὸ  ζῶον  τοῦτο,  καὶ  τῷ  τὰ  μέλη πηροῦν, καὶ τῷ τῆς προαιρέσεως τὴν ὑπὲρ τῶν ἀγαθῶν προθυμίαν κωλύειν. Ταῦτα δὲ  ὁ  διάβολος  ἐνομοθέτησε,  πρὸς  τοῖς  εἰρημένοις  καὶ  ἕτερον  πονηρὸν  δόγμα εἰσάγων, καὶ τῷ περὶ εἱμαρμένης καὶ ἀνάγκης καὶ ἐντεῦθεν προοδοποιῶν λόγῳ, καὶ πανταχοῦ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἡμῖν ἐλευθερίαν λυμαινόμενος, καὶ πείθων φυσικὰ εἶναι τὰ κακὰ, καὶ πολλὰ ἕτερα ἐντεῦθεν ὑποσπείρων δόγματα πονηρὰ, εἰ καὶ μὴ  προφανῶς.  Τοιαῦτα  γὰρ  τοῦ  διαβόλου  τὰ  δηλητήρια.  ∆ιὰ  τοῦτο  παρακαλῶ φεύγειν τὴν τοιαύτην παρανομίαν. Μετὰ γὰρ τῶν εἰρημένων οὐδὲ τὰ τῆς ἐπιθυμίας ἡμερώτερα ἐντεῦθεν, ἀλλὰ καὶ χαλεπώτερα γίνεται. Ἑτέρωθεν γὰρ ἔχει τὰς πηγὰς τὸ σπέρμα τὸ ἐν ἡμῖν, καὶ ἑτέρωθεν  κυμαίνει. Καὶ οἱ μὲν ἀπὸ ἐγκεφάλου,  οἱ δὲ ἀπὸ ὀσφύος τὸν οἶστρον ἐκεῖνον φύεσθαι λέγουσιν· ἐγὼ δὲ οὐδαμόθεν ἄλλοθεν εἴποιμι ἂν, ἀλλ' ἢ ἀπὸ γνώμης  ἀκολάστου καὶ διανοίας ἠμελημένης, κἂν αὐτὴ σωφρονῇ, τῶν φυσικῶν κινημάτων βλάβος οὐδέν. Εἰπὼν τοίνυν τοὺς εὐνούχους, τοὺς εἰκῆ καὶ μάτην  εὐνούχους,  εἰ μὴ τῷ  λογισμῷ  καὶ αὐτοὶ  σωφρονοῖεν,  καὶ τοὺς ὑπὲρ τῶν οὐρανῶν παρθενεύοντας, πάλιν ἐπάγει λέγων· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· προθυμοτέρους τε ποιῶν τῷ δεῖξαι ὑπέρογκον ὂν τὸ κατόρθωμα, καὶ οὐκ ἀφιεὶς εἰς ἀνάγκην νόμου τὸ πρᾶγμα κατακλεισθῆναι, διὰ τὴν ἄφατον αὐτοῦ ἡμερότητα. Καὶ τοῦτο εἶπεν, ὅτε σφόδρα ἔδειξε δυνατὸν ὂν, ἵνα πλείων τῆς προαιρέσεως ἡ φιλοτιμία γένηται.  δʹ. Καὶ εἰ  προαιρέσεώς  ἐστι,  φησὶ,  πῶς  ἀρχόμενος  ἔλεγεν,  Οὐ πάντες χωροῦσιν, ἀλλ' οἷς δέδοται; Ἵνα μάθῃς ὅτι μέγας ὁ ἆθλος, οὐχ ἵνα ἀποκλήρωσίν τινα ἠναγκασμένην  ὑποπτεύσῃς. ∆έδοται γὰρ ἐκείνοις, τοῖς βουλομένοις. Εἶπε δὲ οὕτω, δεικνὺς ὅτι πολλῆς δεῖ τῆς ἄνωθεν  ῥοπῆς τῷ εἰς τοῦτο εἰσελθόντι  τὸ σκάμμα, ἧς ἀπολαύσεται πάντως ὁ βουλόμενος. Ἔθος γὰρ αὐτῷ ταύτῃ κεχρῆσθαι τῇ λέξει, ὅταν μέγα τὸ κατορθούμενον ᾖ, ὡς ὅταν λέγῃ· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον καὶ ἐκ τοῦ παρόντος. Εἰ γὰρ τῆς ἄνωθεν δόσεως μόνης ἐστὶ, καὶ οὐδὲν αὐτοὶ συνεισφέρουσιν οἱ παρθενεύοντες, περιττῶς αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγείλατο, καὶ τῶν ἄλλων αὐτοὺς διεῖλεν εὐνούχων. Σὺ δέ μοι σκόπει, πῶς ἐξ ὧν  ἕτεροι πονηρεύονται,  κερδαίνουσιν ἕτεροι. Οἱ μὲν γὰρ Ἰουδαῖοι μηδὲν μαθόντες ἀπῆλθον· οὐδὲ γὰρ ἵνα μάθωσιν ἠρώτων· οἱ δὲ μαθηταὶ καὶ  ἐντεῦθεν  ἐκέρδαινον.  Τότε προσηνέχθη  αὐτῷ  παιδία,  ἵνα  τὰς  χεῖρας  ἐπιθῇ αὐτοῖς,  καὶ προσεύξηται· καὶ  ἐπετίμησαν  οἱ μαθηταὶ  αὐτοῖς.  Ὁ δὲ εἶπεν  αὐτοῖς· Ἄφετε  τὰ  παιδία  ἔρχεσθαι  πρός  με·  τῶν  γὰρ  τοιούτων  ἐστὶν  ἡ  βασιλεία  τῶν οὐρανῶν.  Καὶ ἐπιθεὶς  αὐτοῖς  τὰς  χεῖρας,  ἐπορεύθη  ἐκεῖθεν.  Καὶ τίνος  ἕνεκεν  οἱ μαθηταὶ ἀπεσόβουν τὰ παιδία; Ἀξιώματος ἕνεκεν. Τί οὖν αὐτός; ∆ιδάσκων αὐτοὺς μετριάζειν, καὶ τύφον  καταπατεῖν  κοσμικὸν, καὶ λαμβάνει καὶ ἐναγκαλίζεται,  καὶ τοῖς τοιούτοις τὴν βασιλείαν ἐπαγγέλλεται· ὅπερ καὶ ἔμπροσθεν εἴρηκεν. Καὶ ἡμεῖς τοίνυν,  εἰ  βουλοίμεθα  κληρονόμοι  γενέσθαι  τῶν  οὐρανῶν,  τὴν  ἀρετὴν ταύτην μετὰ πολλῆς κτησώμεθα τῆς ἐπιμελείας. Οὗτος γὰρ φιλοσοφίας ὅρος, μετὰ συνέσεως  ἄπλαστον  εἶναι·  τοῦτο  βίος  ἀγγελικός.  Καὶ γὰρ  πάντων  τῶν  παθῶν καθαρεύει ἡ ψυχὴ τοῦ παιδίου. Τοῖς λελυπηκόσιν  οὐ μνησικακεῖ, ἀλλ' ὡς φίλοις προσέρχεται, ὡς οὐδενὸς γενομένου. Καὶ ὅσα ἂν παρὰ τῆς μητρὸς μαστιχθῇ, ταύτην ἐπιζητεῖ,  καὶ  πάντων  αὐτὴν  προτιμᾷ.  Κἂν βασιλίδα δείξῃς  μετὰ  διαδήματος,  οὐ προτίθησι τῆς μητρὸς ῥάκια περιβεβλημένης, ἀλλ' ἕλοιτο ἂν μᾶλλον ἐκείνην ἰδεῖν μετὰ τούτων, ἢ τὴν βασιλίδα μετὰ κόσμου. Τὸ γὰρ οἰκεῖον καὶ ἀλλότριον οὐ πενίᾳ καὶ  πλούτῳ,  ἀλλὰ  φιλίᾳ  διαγινώσκειν   οἶδε.  Καὶ τῶν  ἀναγκαίων   οὐδὲν  πλέον ἐπιζητεῖ, ἀλλ' ὅσον ἐμπλησθῆναι τοῦ μαστοῦ, καὶ ἀφίσταται τῆς θηλῆς. Τὸ παιδίον οὐ λυπεῖται ἐφ' οἷς ἡμεῖς· οἷον ἐπὶ ζημίᾳ χρημάτων, καὶ τοῖς τοιούτοις· καὶ οὐ χαίρει πάλιν ἐφ' οἷς ἡμεῖς, τοῖς ἐπικήροις τούτοις· οὐκ ἐπτόηται πρὸς κάλλη σωμάτων. ∆ιὰ τοῦτο ἔλεγε· Τῶν γὰρ τοιούτων  ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἵνα τῇ προαιρέσει ταῦτα ἐργαζώμεθα, ἃ τῇ φύσει τὰ παιδία ἔχει. Ἐπειδὴ γὰρ οἱ Φαρισαῖοι οὐδαμόθεν ἄλλοθεν, ὡς ἀπὸ κακουργίας καὶ ἀπονοίας ἔπραττον ἃ ἔπραττον, διὰ τοῦτο ἄνω καὶ κάτω τοὺς μαθητὰς ἀφελεῖς  εἶναι κελεύει, ἐκείνους  τε αἰνιττόμενος,  καὶ τούτους παιδεύων. Καὶ γὰρ οὐδὲν οὕτως εἰς ἀλαζονείαν ἐπαίρει, ὡς ἀρχὴ καὶ προεδρία. Ἐπεὶ οὖν ἔμελλον  οἱ μαθηταὶ  ἀπολαύειν  τιμῆς  πολλῆς  κατὰ τὴν  οἰκουμένην  ἅπασαν, προκαταλαμβάνει αὐτῶν τὴν διάνοιαν, οὐκ ἀφιεὶς ἀνθρωπινόν τι παθεῖν, οὐδὲ τιμὰς ἀπαιτεῖν παρὰ τοῦ πλήθους, οὐδὲ τὸ σοβεῖν πρὸ αὐτῶν. Εἰ γὰρ καὶ μικρὰ ταῦτα εἶναι δοκεῖ, ἀλλὰ μεγάλων κακῶν ἐστιν αἴτια. Οὕτω γοῦν οἱ Φαρισαῖοι παιδοτριβούμενοι εἰς  τὴν  κορωνίδα  τῶν  κακῶν  ἐξέπεσον,  τοὺς  ἀσπασμοὺς, τὰς  προεδρίας  τοὺς μεσασμοὺς ἐπιζητοῦντες· ἀπὸ γὰρ τούτων εἰς δοξομανίαν, εἶτα ἐκεῖθεν εἰς ἀσέβειαν ἐξώκειλαν.  ∆ιὰ  δὴ  τοῦτο  ἐκεῖνοι  μὲν  ἀρὰν  ἐπισπασάμενοι  διὰ  τοῦ  πειράζειν, ἀπῆλθον· τὰ παιδία δὲ εὐλογίαν, ἅτε τούτων ἁπάντων ἠλευθερωμένα. Γενώμεθα δὴ καὶ ἡμεῖς κατὰ τὰ παιδία, καὶ τῇ κακίᾳ νηπιάζωμεν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἑτέρως ἰδεῖν  τὸν  οὐρανόν· ἀλλ' ἀνάγκη  πάντως  εἰς γέενναν  ἐμπεσεῖν τὸν  ὕπουλον  καὶ πονηρόν. Καὶ πρὸ τῆς γεέννης δὲ ἐνταῦθα τὰ ἔσχατα πεισόμεθα. Ἐὰν γὰρ κακὸς γένῃ, φησὶ, μόνος ἀντλήσεις τὰ κακὰ ἐὰν δὲ ἀγαθὸς, σαυτῷ καὶ τῷ πλησίον. Σκόπει γοῦν, ὡς  τοῦτο  καὶ  ἐπὶ  τῶν  προτέρων  συνέβη. Οὔτε γὰρ  πονηρότερόν  τι  τοῦ  Σαοὺλ γέγονεν, οὔτε ἁπλούστερον καὶ ἀφελέστερον τοῦ ∆αυΐδ. Τίς οὖν ὁ ἰσχυρότερος ἦν; Οὐ δεύτερον αὐτὸν εἰς χεῖρας ἔλαβεν ὁ ∆αυῒδ, καὶ κύριος τοῦ ἀνελεῖν  γενόμενος, ἀπέστη; οὐχ ὡς ἐν σαγήνῃ καὶ δεσμωτηρίῳ συνειλημμένον  εἶχε, καὶ ἐφείσατο; Καὶ ταῦτα καὶ ἑτέρων παροξυνόντων,  καὶ αὐτὸς μυρία ἐγκαλεῖν ἔχων ἐγκλήματα· ἀλλ' ὅμως ἀφῆκε σῶον ἀπελθεῖν. Καίτοι ὁ μὲν μετὰ πάσης αὐτὸν τῆς στρατιᾶς ἐδίωκεν, ὁ δὲ μετὰ ὀλίγων  φυγάδων  ἀπεγνωσμένων  ἦν, ἀλώμενος καὶ τόπους ἐκ τόπων ἀμείβων· ἀλλ' ὅμως ὁ φυγὰς τοῦ βασιλέως περιεγένετο· ἐπειδὴ ὁ μὲν μετὰ ἁπλότητος, ὁ δὲ μετὰ πονηρίας παρετάττετο. Τί γὰρ ἂν γένοιτο  πονηρότερον  ἐκείνου, ὃς τὸν αὐτῷ στρατηγοῦντα, καὶ τοὺς πολέμους ἅπαντας  κατορθοῦντα,  καὶ τῆς νίκης  καὶ τῶν  τροπαίων  τοὺς μὲν πόνους ὑπομένοντα, τοὺς δὲ στεφάνους ἐκείνῳ κομίζοντα ἀνελεῖν  ἐπεχείρει; εʹ. Τοιοῦτον γὰρ ἡ βασκανία· ἀεὶ τοῖς οἰκείοις ἐπιβουλεύει καλοῖς, καὶ τὸν ἔχοντα αὐτὴν τήκει, καὶ μυρίαις περιβάλλει  συμφοραῖς. Καὶ ὁ δείλαιος γοῦν ἐκεῖνος, ἕως ὅτε ὁ ∆αυῒδ ἀπέστη, οὐκ ἔῤῥηξε τὴν φωνὴν  ἐκείνην  τὴν ἐλεεινὴν,  ὀλοφυρόμενος  καὶ λέγων· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι  πολεμοῦσιν  ἐν ἐμοὶ, καὶ Κύριος ἀπέστη ἀπ' ἐμοῦ. Ἕως ὅτε ἐχωρίσθη τοῦ ∆αυῒδ, οὐκ ἔπεσεν ἐν πολέμῳ, ἀλλὰ καὶ ἐν ἀσφαλείᾳ καὶ ἐν δόξῃ ἦν· καὶ γὰρ εἰς τὸν βασιλέα τοῦ στρατηγοῦ διέβαινεν ἡ δόξα. Οὐδὲ γὰρ τυραννικὸς ἦν ὁ ἀνὴρ, οὐδὲ θρόνου ἐκβαλεῖν ἐπεχείρει, ἀλλ' αὐτῷ πάντα κατώρθου, καὶ σφόδρα περὶ αὐτὸν διέκειτο· καὶ τοῦτο καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον. Ὅτε μὲν γὰρ ὑπ' αὐτῷ ταττόμενος ἦν, ἴσως τῷ νόμῳ τῆς ὑποταγῆς ταῦτα ἄν τις λογίσαιτο τῶν οὐκ ἀκριβῶς ἐξεταζόντων· ἐπειδὴ δὲ ἐξήγαγεν ἑαυτὸν τῆς βασιλείας ἐκείνου, τί λοιπὸν  ἦν  τὸ κατέχον  αὐτὸν,  καὶ πεῖθον  τοῦ  πρὸς ἐκεῖνον  ἀπέχεσθαι  πολέμου; μᾶλλον δὲ, τί οὐκ ἦν παροξῦνον ἐπὶ τὴν σφαγήν; Οὐ πονηρὸς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις  περὶ  αὐτὸν  γέγονεν;  οὐχὶ  παθὼν  εὖ; οὐχὶ  μηδὲν  ἔχων  ἐγκαλεῖν;  οὐκ ἐπικίνδυνος αὐτῷ καὶ ἐπισφαλὴς ἡ βασιλεία αὐτοῦ καὶ ἡ σωτηρία ἦν; οὐ πλανᾶσθαι ἔδει διηνεκῶς καὶ φεύγειν, καὶ περὶ τῶν ἐσχάτων τρέμειν, ζῶντος ἐκείνου καὶ κρατοῦντος; Ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν ἠνάγκασεν αἱμάξαι τὸ ξίφος· ἀλλὰ καὶ καθεύδοντα ὁρῶν, καὶ δεδεμένον, καὶ μόνον, καὶ ἐν μέσοις αὐτοῖς, καὶ τῆς κεφαλῆς ἁψάμενος, καὶ πολλῶν  ὄντων  τῶν διεγειρόντων,  καὶ Θεοῦ ψῆφον εἶναι λεγόντων τὴν τοιαύτην  εὐκαιρίαν, ἐκεῖνος καὶ ἐπετίμησε τοῖς παρορμῶσι, καὶ ἀπέσχετο τοῦ φόνου, καὶ σῶον ἐξέπεμψε καὶ ὑγιῆ· καὶ ὥσπερ σωματοφύλαξ ὢν αὐτοῦ μᾶλλον, καὶ ὑπασπιστὴς, οὐ  πολέμιος,  οὕτως  ἐνεκάλει  τῷ  στρατοπέδῳ  τὴν  εἰς  τὸν  βασιλέα προδοσίαν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ψυχῆς; τί τῆς ἡμερότητος ἐκείνης; Τοῦτο γὰρ δυνατὸν μὲν καὶ ἐκ τῶν εἰρημένων συνιδεῖν· πολλῷ δὲ πλέον καὶ ἐκ τῶν νυνὶ γενομένων.  Ὅταν γὰρ τὴν ἡμετέραν καταμάθωμεν φαυλότητα, τότε ἀκριβέστερον εἰσόμεθα τῶν ἁγίων  ἐκείνων  τὴν ἀρετήν. ∆ιὸ παρακαλῶ πρὸς τὸν ζῆλον ἐκείνων τρέχειν. Καὶ γὰρ εἰ δόξης ἐρᾷς, καὶ διὰ τοῦτο ἐπιβουλεύεις τῷ πλησίον, τότε αὐτῆς ἀπολαύσῃ μειζόνως, ὅταν αὐτὴν διαπτύσας ἀπόσχῃ τῆς ἐπιβουλῆς. Ὥσπερ γὰρ τὸ χρηματίζεσθαι φιλαργυρίας ἐναντίον· οὕτω πρὸς τὸ δόξης ἐπιτυχεῖν, τὸ δόξης ἐρᾷν. Καὶ εἰ βούλεσθε, καθ' ἕκαστον ἐξετάσωμεν. Ἐπειδὴ γὰρ τῆς γεέννης  ἡμῖν  φόβος οὐδεὶς, οὐδὲ τῆς βασιλείας λόγος πολὺς, φέρε κἂν ἀπὸ τῶν παρόντων ὑμᾶς ἐναγάγωμεν.  Τίνες  γάρ  εἰσιν  οἱ  καταγέλαστοι;  εἰπέ  μοι·  οὐχὶ  οἱ  διὰ  δόξαν  τι ποιοῦντες  τὴν  τῶν  πολλῶν;  Τίνες  δὲ ἐπαινετοί;  οὐχὶ  οἱ τὸν  παρὰ τῶν  πολλῶν διαπτύοντες  ἔπαινον; Οὐκοῦν εἰ τὸ κενῆς δόξης ἐρᾷν ἐπονείδιστον, ὁ δὲ κενόδοξος οὐ δύναται  λαθεῖν  ἐρῶν αὐτῆς, ἐπονείδιστος  ἔσται πάντως,  καὶ γέγονεν  αὐτῷ τὸ δόξης ἐρᾷν ἀτιμίας αἴτιον. Οὐ ταύτῃ δὲ μόνον καταισχύνεται, ἀλλὰ καὶ τὸ πολλὰ ἀναγκάζεσθαι ποιεῖν αἰσχρὰ, καὶ δουλοπρεπείας τῆς ἐσχάτης γέμοντα. Καὶ ὥσπερ εἰς τὸ κερδαίνειν βλάπτεσθαι μάλιστα ἀπὸ τοῦ νοσήματος τῆς φιλοκερδείας εἰώθασιν οἱ ἄνθρωποι·  (πολλὰς  γοῦν  ἀπάτας  ὑφίστανται,  καὶ τὰ μικρὰ κέρδη μεγάλας  ποιεῖ ζημίας· διὸ καὶ εἰς παροιμίαν ὁ λόγος οὗτος ἐξενίκησεν·) οὕτω καὶ τῷ λάγνῳ κώλυμα πρὸς τὸ ἡδονῆς ἀπολαύειν τὸ πάθος γίνεται. Τοὺς γοῦν σφόδρα καταφερεῖς καὶ γυναικοδούλους, τούτους μάλιστα ὡς ἀνδράποδα περιφέρουσιν αἱ γυναῖκες, καὶ οὐκ ἄν ποτε καταξιώσαιεν ἐκεῖναι ὡς ἀνδράσιν αὐτοῖς κεχρῆσθαι, ῥαπίζουσαι, διαπτύουσαι, ἄγουσαι καὶ περιάγουσαι πανταχοῦ, καὶ θρυπτόμεναι, καὶ πάντα ἐπιτάττουσαι   μόνον.   Οὕτω  καὶ   τοῦ   ἀπονενοημένου   καὶ   δοξομανοῦντος   καὶ δοκοῦντος εἶναι ὑψηλοῦ, οὐδὲν ταπεινότερον καὶ ἀτιμότερον. Καὶ γὰρ φιλόνεικον τὸ τῶν ἀνθρώπων  γένος, καὶ πρὸς οὐδὲν ἕτερον ἀντικαθίσταται, ὡς πρὸς ἀλαζόνα καὶ ὑπερόπτην καὶ δόξης δοῦλον. Καὶ αὐτὸς δὲ ἐκεῖνος, ὥστε διατηρῆσαι τὸ σχῆμα τῆς ἀπονοίας, τὰ τῶν ἀνδραπόδων πρὸς τοὺς πλείονας ἐπιδείκνυται, κολακεύων, θεραπεύων, παντὸς ἀργυρωνήτου δουλείαν δουλεύων χαλεπωτέραν. Ταῦτ' οὖν ἅπαντα εἰδότες, καταθώμεθα ταῦτα τὰ πάθη, ἵνα μὴ καὶ ἐνταῦθα δίκην δῶμεν, καὶ ἐκεῖ κολασθῶμεν ἀπέραντα. Γενώμεθα τῆς ἀρετῆς ἐρασταί. Οὕτω γὰρ καὶ πρὸ τῆς βασιλείας τὰ μέγιστα ἐνταῦθα καρπωσόμεθα καλὰ, καὶ ἀπελθόντες ἐκεῖ τῶν αἰωνίων μεθέξομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

19.ΟΜΙΛΙΑ ΞΓʹ. Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· ∆ιδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;

αʹ. Τινὲς  μὲν  διαβάλλουσι  τὸν  νεανίσκον  τοῦτον,  ὡς  ὕπουλόν  τινα  καὶ πονηρὸν, καὶ μετὰ πείρας τῷ Ἰησοῦ προσελθόντα· ἐγὼ δὲ φιλάργυρον μὲν αὐτὸν καὶ χρημάτων  ἐλάττονα  οὐκ ἂν παραιτησαίμην εἰπεῖν, ἐπειδὴ καὶ ὁ Χριστὸς τοιοῦτον αὐτὸν ἤλεγξεν ὄντα· ὕπουλον δὲ οὐδαμῶς, διὰ τὸ μήτε ἀσφαλὲς εἶναι τῶν ἀδήλων κατατολμᾷν, καὶ μάλιστα ἐν ἐγκλήμασι, καὶ τὸ τὸν Μάρκον ταύτην ἀνῃρηκέναι τὴν ὑποψίαν· καὶ γάρ φησιν, ὅτι Προσδραμὼν καὶ γονυπετῶν  παρεκάλει αὐτόν· καὶ, ὅτι Ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς, ἠγάπησεν αὐτόν. Ἀλλὰ πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, καὶ δῆλον ἐντεῦθεν·  κἂν γὰρ τὰ ἄλλα ὦμεν ἐνάρετοι, πάντα αὕτη λυμαίνεται  τὰ ἄλλα. Εἰκότως οὖν καὶ ὁ Παῦλος ῥίζαν αὐτὴν ἁπάντων τῶν κακῶν εἶναι ἔφησε· Ῥίζα γὰρ πάντων  τῶν  κακῶν  ἐστιν  ἡ φιλαργυρία,  φησί. ∆ιατί οὖν  οὕτω  πρὸς αὐτὸν ἀπεκρίνατο ὁ Χριστὸς, λέγων· Οὐδεὶς ἀγαθός; Ἐπειδὴ ὡς ἀνθρώπῳ προσῆλθε ψιλῷ, καὶ ἑνὶ τῶν  πολλῶν,  καὶ διδασκάλῳ Ἰουδαϊκῷ· διὰ δὴ τοῦτο ὡς ἄνθρωπος  αὐτῷ διαλέγεται. Καὶ γὰρ πολλαχοῦ πρὸς τὰς ὑπονοίας τῶν προσιόντων ἀποκρίνεται, ὡς ὅταν λέγῃ· Ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· καὶ, Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία  μου  οὐκ  ἔστιν  ἀληθής.  Ὅταν  οὖν  εἴπῃ,  Οὐδεὶς ἀγαθὸς,  οὐχ  ἑαυτὸν ἐκβάλλων  τοῦ ἀγαθὸς εἶναι τοῦτο λέγει· ἄπαγε· οὐ γὰρ εἶπε, Τί με λέγεις ἀγαθόν; Οὐκ εἰμὶ ἀγαθός· ἀλλ',  Οὐδεὶς ἀγαθός· τουτέστιν,  οὐδεὶς ἀνθρώπων.  Καὶ αὐτὸ δὲ τοῦτο ὅταν λέγῃ, οὐδὲ τοὺς ἀνθρώπους  ἀποστερῶν ἀγαθότητος λέγει, ἀλλὰ πρὸς ἀντιδιαστολὴν  τῆς τοῦ Θεοῦ ἀγαθότητος. ∆ιὸ καὶ ἐπήγαγεν, Εἰ μὴ εἷς, ὁ Θεός. Καὶ οὐκ εἶπεν, Εἰ μὴ ὁ Πατήρ μου, ἵνα μάθῃς ὅτι οὐκ ἐξεκάλυψεν ἑαυτὸν τῷ νεανίσκῳ. Οὕτω καὶ ἀνωτέρω πονηροὺς ἐκάλει τοὺς ἀνθρώπους, λέγων· Εἰ δὲ ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν. Καὶ γὰρ καὶ ἐκεῖ πονηροὺς ἐκάλεσεν, οὐ τῆς φύσεως ἁπάσης πονηρίαν καταγινώσκων· (τὸ γὰρ, ὑμεῖς, οὐχ ὑμεῖς οἱ ἄνθρωποί  φησιν·) ἀλλὰ  τὴν  ἐν ἀνθρώποις  ἀγαθότητα  τῇ τοῦ Θεοῦ ἀγαθότητι παραβάλλων, οὕτως ὠνόμασε· διὰ τοῦτο καὶ ἐπήγαγε, Πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ τί τὸ κατεπεῖγον ἦν, φησὶν, ἢ τί τὸ χρήσιμον, ὥστε οὕτως αὐτὸν ἀποκρίνασθαι; Ἀνάγει αὐτὸν κατὰ μικρὸν, καὶ παιδεύει κολακείας ἀπηλλάχθαι  πάσης, τῶν  ἐπὶ τῆς γῆς ἀπάγων,  καὶ  τῷ Θεῷ προσηλῶν, καὶ πείθων  τὰ μέλλοντα  ζητεῖν, καὶ εἰδέναι  τὸ ὄντως  ἀγαθὸν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν ἁπάντων, καὶ αὐτῷ τὰς τιμὰς ἀναφέρειν. Ἐπεὶ καὶ ὅταν λέγῃ, Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς, πρὸς ἀντιδιαστολὴν αὐτοῦ τοῦτό φησιν, καὶ ἵνα μάθωσι τίς ἡ  πρώτη  τῶν  ὄντων  ἁπάντων  ἀρχή.  Οὐδὲ γὰρ  μικρὰν  ὁ  νεανίσκος  ἐπεδείξατο προθυμίαν   τέως,   εἰς   ἔρωτα   τοιοῦτον   ἐμπεσὼν,   καὶ   τῶν   ἄλλων,   τῶν   μὲν πειραζόντων,   τῶν   δὲ  ὑπὲρ  νοσημάτων   προσιόντων,   ἢ  τῶν   οἰκείων,   ἢ  τῶν ἀλλοτρίων, αὐτὸς ὑπὲρ ζωῆς αἰωνίου καὶ προσιὼν καὶ διαλεγόμενος. Καὶ γὰρ λιπαρὰ ἦν ἡ γῆ καὶ πίων, ἀλλὰ τῶν ἀκανθῶν τὸ πλῆθος τὸν σπόρον συνέπνιγε. Σκόπει γοῦν πῶς  ἐστι  παρεσκευασμένος  τέως  πρὸς  τὴν  τῶν  ἐπιταγμάτων   ὑπακοήν.  Τί  γὰρ ποιήσας φησὶ, ζωὴν αἰώνιον  κληρονομήσω; Οὕτως ἕτοιμος ἦν πρὸς ἐργασίαν τῶν λεχθησομένων.  Εἰ δὲ πειράζων προσῆλθεν, ἐδήλωσεν ἂν ἡμῖν καὶ τοῦτο ὁ εὐαγγελιστὴς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ποιεῖ, ὡς ἐπὶ τοῦ νομικοῦ. Εἰ δὲ καὶ αὐτὸς ἐσίγησεν, ὁ Χριστὸς αὐτὸν  οὐκ ἂν  εἴασε λαθεῖν,  ἀλλ' ἤλεγξεν  ἂν σαφῶς, ἢ καὶ ᾐνίξατο, ὥστε μὴ δόξαι ἠπατηκέναι καὶ λανθάνειν, καὶ ταύτῃ βλαβῆναι. Εἰ πειράζων προσῆλθεν, οὐκ ἂν ἀπῆλθε  λυπούμενος  ἐφ' οἷς ἤκουσε. Τοῦτο γοῦν  οὐδείς ποτε ἔπαθε  τῶν  Φαρισαίων, ἀλλ' ἠγριαίνοντο  ἐπιστομιζόμενοι.  Ἀλλ' οὐχ  οὗτος· ἀλλ' ἄπεισι κατηφής· ὅπερ οὐ μικρὸν σημεῖον ἦν τοῦ μὴ μετὰ πονηρᾶς γνώμης  αὐτὸν προσελθεῖν, ἀλλ' ἀσθενεστέρας, καὶ ἐπιθυμεῖν  μὲν τῆς ζωῆς, κατέχεσθαι δὲ ἑτέρῳ πάθει χαλεπωτάτῳ.  Εἰπόντος τοίνυν τοῦ Χριστοῦ· Εἰ θέλεις εἰσελθεῖν εἰς τὴν ζωὴν, τήρησον τὰς ἐντολάς· λέγει, Ποίας; οὐχὶ πειράζων, μὴ γένοιτο· ἀλλὰ νομίζων ἑτέρας τινὰς παρὰ τὰς νομικὰς εἶναι τὰς τῆς ζωῆς προξένους αὐτῷ γενησομένας· ὃ σφόδρα ἐπιθυμοῦντος ἦν. Εἶτα, ἐπειδὴ εἶπεν ὁ Ἰησοῦς τὰς ἀπὸ τοῦ νόμου, φησί· Ταῦτα πάντα ἐφυλαξάμην  ἐκ νεότητός  μου. Καὶ οὐδὲ ἐνταῦθα  ἔστη, ἀλλὰ  πάλιν  ἐρωτᾷ, Τί ἔτι ὑστερῶ; ὃ καὶ αὐτὸ σημεῖον ἦν τῆς σφοδρᾶς ἐπιθυμίας αὐτοῦ. Οὐ μικρὸν δὲ καὶ τὸ νομίζειν  αὐτὸν  ὑστερεῖν,  μηδὲ  ἡγεῖσθαι  ἀρκεῖν  τὰ  εἰρημένα  εἰς  τὸ  τυχεῖν  ὧν ἐπεθύμει. Τί οὖν ὁ Χριστός; Ἐπειδὴ ἔμελλε μέγα τι ἐπιτάττειν, προτίθησι τὰ ἔπαθλα, καί φησιν· Εἰ θέλεις  τέλειος  εἶναι,  ὕπαγε, πώλησόν  σου τὰ ὑπάρχοντα,  καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι. βʹ. Εἶδες πόσα βραβεῖα, πόσους στεφάνους τίθησι τῷ σταδίῳ τούτῳ; Εἰ δὲ ἐπείραζεν, οὐκ ἂν αὐτῷ ταῦτα  εἶπε. Νυνὶ δὲ καὶ λέγει, καὶ ὥστε αὐτὸν ἐφελκύσασθαι, καὶ τὸν μισθὸν αὐτῷ  δείκνυσι  πολὺν  ὄντα,  καὶ τῇ  γνώμῃ  αὐτοῦ  τὸ πᾶν  ἐπιτρέπει,  διὰ πάντων συσκιάζων τὸ δοκοῦν εἶναι βαρὺ τῆς παραινέσεως. ∆ιὸ καὶ πρὶν εἰπεῖν τὸν ἀγῶνα καὶ τὸν πόνον, τὸ βραβεῖον αὐτῷ δείκνυσι, λέγων· Εἰ θέλεις τέλειος εἶναι· καὶ τότε φησὶ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ εὐθέως πάλιν τὰ ἔπαθλα, Ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ γὰρ τὸ ἀκολουθεῖν αὐτῷ, μεγάλη ἀντίδοσις. Καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἐπειδὴ γὰρ περὶ χρημάτων ἦν ὁ λόγος, καὶ πάντων αὐτὸν γυμνωθῆναι  παρῄνει, δεικνὺς ὅτι οὐκ ἀφαιρεῖται τὰ ὄντα, ἀλλὰ προστίθησι τοῖς οὖσι, καὶ πλείονα ὧν ἐκέλευσε παρασχεῖν ἔδωκεν· οὐ πλείονα δὲ μόνον, ἀλλὰ καὶ τοσούτῳ μείζονα, ὅσον γῆς οὐρανὸς, καὶ ἔτι πλέον. Θησαυρὸν δὲ εἶπε, τὸ δαψιλὲς  τῆς ἀντιδόσεως, τὸ μόνιμον  δηλῶν,  τὸ ἄσυλον, ὡς ἐνεχώρει  διὰ τῶν   ἀνθρωπίνων    αἰνίξασθαι   τῷ   ἀκούοντι.   Οὐκ   ἄρα   ἀρκεῖ   τὸ   χρημάτων καταφρονεῖν,  ἀλλὰ δεῖ καὶ διαθρέψαι πένητας, καὶ προηγουμένως ἀκολουθεῖν  τῷ Χριστῷ· τουτέστι,  πάντα  τὰ  παρ'  αὐτοῦ  κελευόμενα  ποιεῖν,  πρὸς  σφαγὰς  εἶναι ἕτοιμον, καὶ θάνατον καθημερινόν. Εἴ τις γὰρ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω  μοι. Ὥστε τοῦ ῥῖψαι τὰ χρήματα πολλῷ μεῖζον τοῦτο τὸ ἐπίταγμα, τὸ καὶ αὐτὸ τὸ αἷμα ἐκχεῖν· οὐ μικρὸν δὲ εἰς τοῦτο τὸ χρημάτων ἀπηλλάχθαι  συμβάλλεται. Ἀκούσας δὲ ὁ νεανίσκος, ἀπῆλθε λυπούμενος. Εἶτα, ὥσπερ δεικνὺς ὁ εὐαγγελιστὴς, ὅτι οὐκ ἀπεικός τι πέπονθε, φησίν· Ἦν γὰρ ἔχων χρήματα πολλά. Οὐ γὰρ ὁμοίως κατέχονται οἱ τὰ ὀλίγα ἔχοντες, καὶ οἱ πολλῇ βαπτισθέντες περιουσίᾳ· τυραννικώτερος  γὰρ τότε ὁ ἔρως γίνεται. Ὅπερ ἀεὶ λέγων οὐ παύομαι, ὅτι ἡ προσθήκη τῶν ἐπεισιόντων μείζονα ἀνάπτει τὴν φλόγα, καὶ πενεστέρους  ἐργάζεται  τοὺς  κτωμένους,   εἴ  γε  ἐν  πλείονι   καθίστησιν  αὐτοὺς ἐπιθυμίᾳ, καὶ μᾶλλον αἰσθάνεσθαι τῆς ἐνδείας ποιεῖ. Σκόπει γοῦν καὶ ἐνταῦθα οἵαν ἐπεδείξατο τὴν ἰσχὺν τὸ πάθος. Τὸν γὰρ μετὰ χαρᾶς προσελθόντα καὶ προθυμίας, ἐπειδὴ ἐκέλευσεν ὁ Χριστὸς ῥῖψαι τὰ χρήματα, οὕτω κατέχωσε καὶ ἐβάρησεν, ὡς μηδὲ ἀποκρίνασθαι περὶ τούτων ἀφεῖναι, ἀλλὰ σιγήσαντα καὶ κατηφῆ καὶ στυγνὸν γενόμενον ἀπελθεῖν. Τί οὖν ὁ Χριστός; Πῶς δυσκόλως οἱ πλούσιοι εἰσελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! οὐ τὰ χρήματα διαβάλλων, ἀλλὰ τοὺς κατεχομένους ὑπ' αὐτῶν. Εἰ δὲ πλούσιος δυσκόλως, πολλῷ  μᾶλλον ὁ πλεονέκτης. Εἰ γὰρ τὸ μὴ δοῦναι  τὰ ἑαυτοῦ, πρὸς βασιλείαν  ἐμπόδιον,  τὸ καὶ τὰ ἑτέρων  λαβεῖν  ἐννόησον πόσον σωρεύει τὸ πῦρ. Τί δήποτε δὲ τοῖς μαθηταῖς ἔλεγεν, ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται, πένησιν οὖσι καὶ οὐδὲν κεκτημένοις; Παιδεύων αὐτοὺς μὴ αἰσχύνεσθαι τὴν  πενίαν,  καὶ ὡσανεὶ  ἀπολογούμενος  αὐτοῖς  ὑπὲρ τοῦ μηδὲν  ἐπιτρέψαι  ἔχειν. Εἰπὼν δὲ δύσκολον, προϊὼν δείκνυσιν ὅτι καὶ ἀδύνατον, καὶ οὐχ ἁπλῶς ἀδύνατον, ἀλλὰ καὶ μετ' ἐπιτάσεως ἀδύνατον· καὶ τοῦτο ἐκ τοῦ παραδείγματος ἐδήλωσε, τοῦ κατὰ τὴν  κάμηλον  καὶ τὴν βελόνην.  Εὐκοπώτερον, φησὶ, κάμηλον  εἰσελθεῖν  διὰ τρυπήματος ῥαφίδος, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν δείκνυται ὅτι οὐχ ὁ τυχὼν μισθὸς τοῖς πλουτοῦσι καὶ δυναμένοις φιλοσοφεῖν. ∆ιὸ καὶ Θεοῦ ἔργον ἔφησεν εἶναι αὐτὸ, ἵνα δείξῃ, ὅτι πολλῆς δεῖ τῆς χάριτος τῷ μέλλοντι τοῦτο κατορθοῦν. Τῶν γοῦν μαθητῶν ταραχθέντων  ἔλεγε· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον,  παρὰ δὲ Θεῷ πάντα δυνατά. Καὶ τίνος ἕνεκεν οἱ μαθηταὶ ταράττονται, πένητες ὄντες, καὶ σφόδρα πένητες; τίνος οὖν ἕνεκεν θορυβοῦνται; Ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ἀλγοῦντες, καὶ πολλὴν πρὸς ἅπαντας φιλοστοργίαν ἔχοντες, καὶ τὰ τῶν διδασκάλων ἤδη σπλάγχνα ἀναλαβόντες. Οὕτω γοῦν ἔτρεμον καὶ ἐδεδοίκεισαν ὑπὲρ τῆς οἰκουμένης ἁπάσης ἀπὸ τῆς ἀποφάσεως ταύτης, ὥστε πολλῆς δεηθῆναι τῆς παρακλήσεως.  ∆ιὰ  τοῦτο  πρότερον  ἐμβλέψας  αὐτοῖς  εἶπε·  Τὰ παρὰ  ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Ἡμέρῳ γὰρ ὄμματι καὶ πράῳ φρίττουσαν αὐτῶν τὴν διάνοιαν  παραμυθησάμενος, καὶ τὴν ἀγωνίαν  καταλύσας (τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπὼν, ἐμβλέψας), τότε καὶ διὰ τῶν ῥημάτων αὐτοὺς ἀνίησι, τὴν τοῦ Θεοῦ δύναμιν  εἰς μέσον ἀγαγὼν,  καὶ οὕτω ποιήσας θαῤῥεῖν. Εἰ δὲ βούλει καὶ τὸν τρόπον μαθεῖν, καὶ πῶς ἂν τὸ ἀδύνατον γένοιτο δυνατὸν, ἄκουε. Οὐδὲ γὰρ διὰ τοῦτο εἶπε, Τὰ παρὰ ἀνθρώποις  ἀδύνατα,  δυνατὰ  παρὰ τῷ  Θεῷ, ἵνα  ἀναπέσῃς, καὶ ὡς ἀδυνάτων  ἀπόσχῃ· ἀλλ' ἵνα τὸ μέγεθος τοῦ κατορθώματος ἐννοήσας, ἐπιπηδήσῃς ῥᾳδίως, καὶ τὸν Θεὸν παρακαλέσας συνεφάψασθαί σοι τῶν καλῶν τούτων ἄθλων, τῆς ζωῆς ἐπιτύχῃς. γʹ. Πῶς οὖν ἂν γένοιτο τοῦτο δυνατόν; Ἂν ῥίψῃς τὰ ὄντα, ἂν κενώσῃς τὰ χρήματα, ἂν τῆς πονηρᾶς ἐπιθυμίας ἀποστῇς. Ὅτι γὰρ οὐ τῷ Θεῷ μόνον αὐτὸ λογίζεται, ἀλλὰ διὰ τοῦτο εἶπεν, ἵνα δείξῃ τὸν ὄγκον τοῦ κατορθώματος, ἄκουσον τῶν  μετὰ ταῦτα. Πέτρου γὰρ εἰπόντος, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν  πάντα, καὶ ἠκολουθήσαμέν  σοι,  καὶ  ἐρωτήσαντος,  Τί  ἄρα  ἔσται  ἡμῖν;  τὸν  μισθὸν  ὁρίσας ἐκείνοις, ἐπήγαγε· Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα  λήψεται,  καὶ ζωὴν  αἰώνιον  κληρονομήσει. Οὕτω τὸ ἀδύνατον  γίνεται  δυνατόν.  Ἀλλὰ πῶς  αὐτὸ τοῦτο γένοιτ' ἂν, φησὶ, τὸ ἀφεῖναι;   πῶς   δυνατὸν   τὸν   βαπτισθέντα   ἅπαξ   ἐπιθυμίᾳ   τοιαύτῃ   χρημάτων ἀνενεγκεῖν;  Ἂν ἄρξηται ἐκ τῶν ὄντων  κενοῦν, καὶ τὰ περιττὰ περικόπτειν. Οὕτω γὰρ καὶ περαιτέρω προβήσεται, καὶ εὐκολώτερον λοιπὸν δραμεῖται. Μὴ τοίνυν ὑφ' ἓν τὸ πᾶν ζητήσῃς, ἀλλ' ἡρέμα καὶ κατὰ μικρὸν ἀνάβαινε τὴν κλίμακα ταύτην, τὴν εἰς τὸν οὐρανόν σε ἀνάγουσαν, εἰ δυσχερές σοι τὸ ἀθρόον φαίνεται. Καθάπερ γὰρ οἱ πυρέττοντες, δριμεῖαν χολὴν  ἔνδον ἔχοντες πλεονάζουσαν, ὅταν ἐπεμβάλωσι σῖτα καὶ ποτὰ, οὐ μόνον οὐ κατασβεννύουσι τὸ δίψος, ἀλλὰ καὶ ἀνάπτουσι τὴν φλόγα· οὕτω καὶ οἱ φιλοχρήματοι, ὅταν τῇ πονηρᾷ ταύτῃ ἐπιθυμίᾳ καὶ τῆς χολῆς ἐκείνης δριμυτέρᾳ τὰ χρήματα  ἐπεμβάλωσι, μᾶλλον  αὐτὴν  ἐκκαίουσιν. Οὐδὲν γὰρ αὐτὴν οὕτως ἵστησιν, ὡς τὸ ἀποστῆναι τέως τῆς τοῦ κερδαίνειν ἐπιθυμίας, ὥσπερ οὖν τὴν δριμεῖαν  χολὴν  ὀλιγοσιτία  καὶ κένωσις.  Τοῦτο δὲ αὐτὸ  πόθεν  ἔσται; φησίν.  Ἂν ἐννοήσῃς, ὅτι πλουτῶν μὲν οὐδέποτε παύσῃ διψῶν, καὶ τηκόμενος τῇ τοῦ πλείονος ἐπιθυμίᾳ· ἀπαλλαγεὶς δὲ τῶν ὄντων, καὶ τὸ νόσημα δυνήσῃ στῆσαι τοῦτο. Μὴ τοίνυν περιβάλλου   πλείονα,   ἵνα  μὴ  ἀκίχητα   διώκῃς,  καὶ  ἀνίατα   νοσῇς,  καὶ ἐλεεινότερος ᾖς τοιαῦτα λυττῶν. Ἀπόκριναι γάρ μοι, τίνα ἂν φαίημεν βασανίζεσθαι καὶ  ὀδυνᾶσθαι,  τὸν  ἐπιθυμοῦντα  σιτίων  καὶ πότων  πολυτελῶν,  καὶ  οὐκ ἔχοντα ἀπολαῦσαι ὡς βούλεται· ἢ τὸν οὐκ ἔχοντα  ἐπιθυμίαν  τοιαύτην; Εὔδηλον ὅτι τὸν ἐπιθυμοῦντα  μὲν, οὐ δυνάμενον  δὲ μετασχεῖν ὧν  ἐπιθυμεῖ. Οὕτω γάρ ἐστι τοῦτο ὀδυνηρὸν,  τὸ  ἐπιθυμοῦντα  μὴ  ἀπολαύειν,  καὶ  διψῶντα  μὴ  πίνειν,  ὡς  καὶ  τὴν γέενναν  βουλόμενον  ἡμῖν ὑπογράψαι τὸν Χριστὸν, τοῦτον  αὐτὴν ὑπογράψαι  τὸν τρόπον, καὶ τὸν πλούσιον οὕτως εἰσαγαγεῖν ἀποτηγανιζόμενον· ἐπιθυμῶν γὰρ σταγόνος ὕδατος, καὶ μὴ ἀπολαύων,  οὕτως  ἐκολάζετο. Οὐκοῦν ὁ μὲν  χρημάτων καταφρονῶν  ἔστησε τὴν ἐπιθυμίαν· ὁ δὲ πλουτεῖν  βουλόμενος, καὶ περιβάλλεσθαι πλείω, ἀνῆψε μᾶλλον, καὶ οὐδέπω ἵσταται· ἀλλὰ κἂν μυρία λάβῃ τάλαντα, ἑτέρων τοσούτων ἐπιθυμεῖ· κἂν τούτων  ἐπιτύχῃ, πάλιν  δὶς τοσούτων ἄλλων  ἐφίεται· καὶ προϊὼν,  καὶ  τὰ  ὄρη, καὶ  τὴν  γῆν,  καὶ  τὴν  θάλατταν,  καὶ  πάντα  εὔχεται  αὐτῷ γενέσθαι χρυσὸν, καινήν τινα μανίαν μαινόμενος καὶ φοβερὰν, καὶ οὐδέποτε οὕτω σβεσθῆναι δυναμένην. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τῇ προσθήκῃ, ἀλλὰ τῇ ἀφαιρέσει τοῦτο ἵσταται  τὸ  κακόν·  εἴ  σοι  γέγονεν  ἐπιθυμία  ποτὲ  ἄτοπος  πτῆναι  καὶ  δι'  ἀέρος ἐνεχθῆναι, πῶς ἂν τὴν ἄτοπον ταύτην ἔσβεσας ἐπιθυμίαν; τῷ πτερὰ διαπλάττειν, καὶ ἕτερα ὄργανα κατασκευάζειν; ἢ τῷ πεῖσαι τὸν λογισμὸν, ὅτι ἀδυνάτων ἐπιθυμεῖ, καὶ οὐδενὶ τούτων  ἐπιχειρεῖν  δεῖ; Εὔδηλον ὅτι τῷ πεῖσαι τὸν λογισμόν. Ἀλλ' ἐκεῖνο, φησὶν, ἀδύνατον.  Ἀλλὰ καὶ τοῦτο ἀδυνατώτερον,  τὸ τῆς ἐπιθυμίας  ταύτης  ὅρον εὑρεῖν. Καὶ γὰρ εὐκολώτερον ἀνθρώπους ὄντας πτῆναι, ἢ τῇ προσθήκῃ τοῦ πλείονος παῦσαι τὸν ἔρωτα. Ὅταν μὲν γὰρ ᾖ δυνατὰ τὰ ἐπιθυμητὰ, τῇ ἀπολαύσει παραμυθεῖσθαι  δυνατόν·  ὅταν  δὲ  ἀδύνατα,  ἓν  δεῖ  σπουδάζειν  μόνον,  τὸ  τῆς ἐπιθυμίας ἡμᾶς αὐτοὺς ἀπαγαγεῖν, ὡς ἑτέρως γε οὐκ ἐνὸν ἀνακτήσασθαι τὴν ψυχήν. Ἵν' οὖν μὴ περιττὰ ὀδυνώμεθα, τὸν διηνεκῶς λυποῦντα ἔρωτα τῶν χρημάτων καὶ οὐδέποτε   σιγῆσαι  ἀνεχόμενον   ἀφέντες,   ἐφ'  ἕτερον   μεθορμισώμεθα,  τὸν   καὶ μακαρίους ἡμᾶς ποιοῦντα, καὶ πολλὴν ἔχοντα τὴν εὐκολίαν, καὶ τῶν ἄνω θησαυρῶν ἐπιθυμήσωμεν.  Οὔτε γὰρ  πόνος  ἐνταῦθα  τοσοῦτος,  καὶ  τὸ  κέρδος  ἄφατον,  καὶ ἀποτυχεῖν οὐκ ἔνι τὸν καὶ ὁπωσοῦν ἀγρυπνοῦντα καὶ νήφοντα  καὶ τῶν παρόντων ὑπερορῶντα· ὥσπερ οὖν τὸν δουλεύοντα  αὐτοῖς καὶ ἐκδεδομένον εἰσάπαξ ἀνάγκη πᾶσα ἐκπεσεῖν ἐκείνων. δʹ. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος, τὴν πονηρὰν ἐπιθυμίαν ἔκβαλε τῶν χρημάτων. Οὐδὲ γὰρ τοῦτο ἔχοις ἂν εἰπεῖν, ὅτι τὰ μὲν παρόντα δίδωσι, τῶν  δὲ μελλόντων  ἀποστερεῖ· καίτοι καὶ εἰ τοῦτο ἦν, ἐσχάτη τοῦτο κόλασις καὶ τιμωρία. Νῦν δὲ οὐδὲ τοῦτο ἔνι. Μετὰ γὰρ τῆς γεέννης καὶ πρὸ τῆς γεέννης ἐκείνης, καὶ  ἐνταῦθα  εἰς  χαλεπωτέραν   σε ἐμβάλλει  κόλασιν.  Καὶ γὰρ  οἰκίας  πολλὰς  ἡ ἐπιθυμία  αὕτη  ἀνέτρεψε,  καὶ  χαλεποὺς  πολέμους  ἀνεῤῥίπισε, καὶ  βιαίῳ  θανάτῳ καταλῦσαι τὸν  βίον  κατηνάγκασε· καὶ πρὸ τῶν  κινδύνων  δὲ τούτων  τῆς  ψυχῆς λυμαίνεται τὴν εὐγένειαν· καὶ δειλὸν, καὶ ἄνανδρον, καὶ θρασὺν, καὶ ψεύστην, καὶ συκοφάντην,  καὶ  ἅρπαγα,  καὶ  πλεονέκτην,   καὶ  τὰ  ἔσχατα  πάντα  τὸν  ἔχοντα πολλάκις εἰργάσατο. Ἀλλ' ἴσως τὴν λαμπηδόνα τοῦ ἀργυρίου, καὶ τῶν οἰκετῶν τὸ πλῆ  θος, καὶ τῶν  οἰκοδομημάτων  τὸ κάλλος,  καὶ τὴν  θεραπείαν  τὴν  ἐπ' ἀγορᾶς  ὁρῶν  καταγοητεύῃ;  Τίς οὖν  ἂν  γένοιτο  θεραπεία  τῷ  πονηρῷ  τραύματι τούτῳ; Ἂν ἐννοήσῃς, πῶς σοι ταῦτα τὴν ψυχὴν διατίθησι· πῶς σκοτεινὴν καὶ ἔρημον καὶ αἰσχρὰν αὐτὴν κατασκευάζει καὶ δυσειδῆ· ἂν λογίσῃ μεθ' ὅσων ταῦτα ἐκτήθη κακῶν,  μεθ'  ὅσων  φυλάττεται   πόνων,  μεθ'  ὅσων  κινδύνων·   μᾶλλον  δὲ  οὐδὲ φυλάττεται   μέχρι  τέλους,  ἀλλ'  ὅταν  ἁπάντων   διαφύγῃ  τὰς  λαβὰς,  ὁ  θάνατος ἐπελθὼν ταῦτα μὲν εἰς τὰς τῶν σῶν ἐχθρῶν πολλάκις ἐξήγαγε χεῖρας, σὲ δὲ ἔρημον λαβὼν ἄπεισιν, οὐδὲν τούτων ἐπισυρόμενον, ἀλλ' ἢ τὰ τραύματα καὶ τὰ ἕλκη μόνον, ἅπερ ἐκ τούτων λαβοῦσα ἄπεισιν ἡ ψυχή. Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν ἀράχνην ἔνδον, καὶ πολλὴν  τὴν κόνιν ὄψει. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην,  τὸν Ἠλίαν· μᾶλλον  δὲ αὐτὸν  τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν  κλῖναι. Ἐκείνου ζηλωτὴς  γενοῦ, καὶ τῶν ἐκείνου   δούλων,   καὶ  τὸν   ἄφατον   τούτων   φαντάζου   πλοῦτον.   Εἰ  δὲ  μικρὸν διαβλέψας ἐκ τούτων σκοτωθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης,  ἄκουσον  τῆς  ἀποφάσεως  τοῦ  Χριστοῦ τῆς  λεγούσης,  ὅτι  ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν· καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσόν· οὐδὲν γὰρ ἴσον ὄψει τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Καὶ σὺ μὲν πλέθρων  γῆς  τόσων  καὶ  τόσων  μέμνησαι,  καὶ  οἰκιῶν  δέκα  καὶ  εἴκοσιν,  ἢ  καὶ πλειόνων,  καὶ βαλανείων  τοσούτων, καὶ ἀνδραπόδων χιλίων,  ἢ δὶς τοσούτων, καὶ ὀχημάτων   ἀργυρενδέτων    καὶ   χρυσοπάστων·   ἐγὼ   δὲ   ἐκεῖνό   φημι·   Εἰ  τῶν πλουτούντων  ὑμῶν  ἕκαστος, τὴν  πενίαν  ταύτην  ἀφεὶς  (πενία  γὰρ ταῦτα  πρὸς ὃ μέλλω  λέγειν), ὁλόκληρον  ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν  τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάττης, καὶ οἰκουμένην ἕκαστος, καὶ γῆν   καὶ   θάλατταν,   καὶ   πανταχοῦ   οἰκοδομήματα,   καὶ   πόλεις   καὶ   ἔθνη,   καὶ πανταχόθεν  ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας,  τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων   τῶν  ἀπολλυμένων   ἐφιέμενοι,  ὅταν  μὴ  ἐπιτύχωσι,  βασανίζονται·  εἰ λάβοιεν   αἴσθησιν   τῶν   ἀποῤῥήτων   ἀγαθῶν   ἐκείνων,   τί   λοιπὸν   ἀρκέσει  εἰς παραμυθίαν  αὐτοῖς;  Οὐκ ἔστιν  οὐδέν.  Μὴ τοίνυν  μοι  λέγε  τὴν  τῶν  χρημάτων περιουσίαν. ἀλλ' ἐννόει τὴν ζημίαν ὅσην ἐκ ταύτης οἱ ταύτης ὑπομένουσιν ἐρασταὶ, ἀντὶ τούτων τοὺς οὐρανοὺς ἀπολλύντες, καὶ ταὐτὸν πάσχοντες, οἷον ἂν εἴ τις τῆς ἐν βασιλείοις  μεγίστης  τιμῆς  ἐκπεσὼν,  κόπρου  θημωνίαν   ἔχων,  μέγα  ἐπὶ  ταύτῃ φρονοίη.  Οὐδὲν γὰρ  ἐκείνης  ἡ  τῶν  χρημάτων  διαφέρει  σωρεία· μᾶλλον  δὲ  καὶ βελτίων  ἐκείνη.  Ἡ μὲν  γὰρ  καὶ  πρὸς γεωργίαν  ἐπιτήδειος,  καὶ  πρὸς βαλανείου ἔκκαυσιν, καὶ πρὸς ἄλλα τοιαῦτα· ὁ δὲ κατορωρυγμένος χρυσὸς πρὸς οὐδὲν τούτων. Καὶ εἴθε μόνον ἄχρηστος ἦν· νυνὶ δὲ καὶ πολλὰς ἀνάπτει τῷ ἔχοντι τὰς καμίνους, εἰ μὴ εἰς δέον αὐτῷ χρήσαιτο· τὰ γοῦν μυρία κακὰ ἐντεῦθεν φύεται. ∆ιὰ τοῦτο οἱ μὲν ἔξωθεν ἀκρόπολιν κακῶν τὴν φιλαργυρίαν ἐκάλουν· ὁ δὲ μακάριος Παῦλος πολλῷ βέλτιον καὶ ἐμφαντικώτερον,  ῥίζαν αὐτὴν τῶν κακῶν ἁπάντων  εἰπών. Ταῦτ' οὖν ἅπαντα  ἐννοοῦντες,   μάθωμεν  ζηλοῦν  τὰ  ἄξια  ζήλου,  μὴ  τὰς  λαμπρὰς οἰκοδομὰς, μηδὲ τοὺς πολυτελεῖς  ἀγρούς·  ἀλλὰ τοὺς πολλὴν  παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντας ἄνδρας, τοὺς ἐν οὐρανῷ πλουτοῦντας,  τοὺς τῶν θησαυρῶν ἐκείνων κυρίους, τοὺς ὄντως πλουσίους, τοὺς διὰ Χριστὸν πένητας· ἵνα τῶν αἰωνίων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ'οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν. 
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |