ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Μς’ Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων·

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Μς’ Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων·




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

2. ΟΜΙΛΙΑ  Μς’  Ἄλλην  παραβολὴν  παρέθηκεν αὐτοῖς,  λέγων·  Ὡμοιώθη  ἡ  βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  σπείροντι  καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύ δειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦ λοι τοῦ οἰκοδεσπότου, εἶπον  αὐτῷ· Κύριε, οὐχὶ  καλὸν  σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες   τὰ  ζιζάνια,  ἐκρι  ζώσητε  ἅμα  αὐτοῖς  τὸν  σῖτον.  Ἄφετε  οὖν  συν αυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ.
 
αʹ. Τί τὸ μέσον ταύτης καὶ τῆς πρὸ ταύτης παραβολῆς; Ἐκεῖ τοὺς μηδὲ ὅλως προσεσχηκότας αὐτῷ φησιν, ἀλλ' ἀποπηδήσαντας καὶ τὸν σπόρον προεμένους· ἐνταῦθα δὲ, τῶν αἱρετικῶν  λέγει τὰ συστήματα. Ἵνα γὰρ μηδὲ τοῦτο τοὺς μαθητὰς θορυβῇ, καὶ τοῦτο προλέγει, μετὰ τὸ διδάξαι αὐτοὺς διατί ἐν παραβολαῖς λαλεῖ. Ἐκείνη μὲν οὖν ἡ παραβολή φησιν, ὅτι οὐκ ἐδέξαντο· αὕτη δὲ, ὅτι καὶ φθορέας ἐδέξαντο. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τῇ ἀληθείᾳ ἀεὶ παρεισάγειν τὴν πλάνην, πολλὰ ἐπιχρωννύντα  αὐτῇ τὰ ὁμοιώματα, ὥστε εὐκόλως  κλέψαι  τοὺς εὐεξαπατήτους. ∆ιὰ τοῦτο οὐκ ἄλλο τι σπέρμα, ἀλλὰ ζιζάνια καλεῖ, ὃ κατὰ τὴν ὄψιν ἔοικέ πως τῷ σίτῳ. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς. Ἐν γὰρ τῷ καθεύδειν τοὺς ἀνθρώπους, φησίν. Οὐ μικρὸν τοῖς ἄρχουσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον, τοῖς μάλιστα τῆς ἀρούρας τὴν φυλακὴν ἐμπεπιστευμένοις· οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχομένοις. ∆είκνυσι δὲ καὶ  τὴν  πλάνην  μετὰ  τὴν  ἀλήθειαν  οὖσαν· ὅπερ καὶ  ἡ  τῶν  πραγμάτων  ἔκβασις μαρτυρεῖ.



Καὶ γὰρ μετὰ τοὺς προφήτας, οἱ ψευδοπροφῆται·  καὶ μετὰ τοὺς ἀποστόλους, οἱ ψευδαπόστολοι· καὶ μετὰ τὸν Χριστὸν, ὁ ἀντίχριστος. Ἂν γὰρ μὴ ἴδῃ τί μιμήσηται ὁ διάβολος, ἢ τίσιν ἐπιβουλεύσῃ, οὔτε ἐπιχειρεῖ, οὔτε οἶδε. Καὶ νῦν τοίνυν,  ἐπειδὴ εἶδεν, ὅτι ὁ μὲν ἐποίησεν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἄλλην  ἔρχεται  λοιπὸν  ὁδόν.  Ἐπεὶ γὰρ  ἁρπάσαι οὐκ  ἠδυνήθη  τὸ  ῥιζωθὲν,  οὐδὲ ἀποπνῖξαι, οὐδὲ κατακαῦσαι, δι' ἑτέρας ἀπάτης ἐπιβουλεύει, παρεμβάλλων  τὰ παρ' ἑαυτοῦ. Καὶ τί διαφέρουσιν οἱ καθεύδοντες, φησὶ, τῶν τὴν ὁδὸν μιμουμένων; Ὅτι ἐκεῖ εὐθέως ἥρπασεν· οὐδὲ γὰρ ῥιζωθῆναι ἀφῆκεν· ἐνταῦθα δὲ πλείονος ἐδεήθη τῆς μηχανῆς. Ταῦτα δὲ λέγει ὁ Χριστὸς, παιδεύων ἡμᾶς διαπαντὸς ἐγρηγορέναι. Κἂν γὰρ ἐκείνας διαφύγῃς τὰς βλάβας, φησὶν, ἔστι καὶ ἑτέρα βλάβη. Ὥσπερ γὰρ ἐκεῖ διὰ τῆς ὁδοῦ καὶ τῆς πέτρας καὶ τῶν ἀκανθῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ὕπνου ἡ ἀπώλεια γίνεται·  ὥστε διηνεκοῦς  φυλακῆς  δεῖ. ∆ιὸ καὶ ἔλεγεν·  Ὁ δὲ ὑπομείνας  εἰς τέλος, οὗτος σωθήσεται. Τοιοῦτόν τι γέγονε καὶ παρὰ τὴν ἀρχήν. Πολλοὶ γοῦν τῶν προεστώτων πονηροὺς εἰσάγοντες ἄνδρας ἐν ταῖς ἐκκλησίαις, αἱρεσιάρχας κρυπτομένους, πολλὴν  εὐκολίαν τῇ τοιαύτῃ παρέσχον ἐπιβουλῇ. Οὐδὲ γὰρ πόνων δεῖ τῷ  διαβόλῳ  λοιπὸν,  ὅταν  ἐκείνους  εἰς μέσον φυτεύσῃ. Καὶ πῶς δυνατὸν  μὴ καθεύδειν; φησί. Τὸν μὲν οὖν φυσικὸν ὕπνον, οὐ δυνατόν· τὸν δὲ τῆς προαιρέσεως, δυνατόν. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει. Εἶτα δείκνυσι καὶ περιττὸν τὸ πρᾶγμα, οὐχὶ βλαβερὸν μόνον. Μετὰ γὰρ τὸ γεωργηθῆναι τὴν ἄρουραν, καὶ  μὴ  χρείαν  εἶναι  μηδενὸς,  τότε  ἐπισπείρει  οὗτος·  καθάπερ  καὶ  οἱ  αἱρετικοὶ ποιοῦσιν, οἳ δι' οὐδὲν ἕτερον ἢ διὰ κενοδοξίαν  ἐμβάλλουσι τὸν ἑαυτῶν  ἰόν. Οὐκ ἐντεῦθεν  δὲ μόνον,  ἀλλὰ  καὶ ἐκ τῶν  μετὰ ταῦτα  μετὰ ἀκριβείας αὐτῶν ὑπογράφει τὴν σκηνὴν ἅπασαν. Ὅτε γὰρ ἐβλάστησε, φησὶν, ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια· ὅπερ καὶ οὗτοι ποιοῦσι. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν συσκιάζουσιν ἑαυτούς· ἐπειδὰν  δὲ πολλὴν  λάβωσι τὴν  παῤῥησίαν, καὶ λόγου  τις αὐτοῖς  μεταδῷ,  τότε  τὸν  ἰὸν  ἐκχέουσι.  Τίνος  δὲ  ἕνεκεν  εἰσάγει  τοὺς  δούλους λέγοντας   τὸ  γεγενημένον;   Ἵνα  εἴπῃ  ὅτι  οὐ  δεῖ  ἀναιρεῖν   αὐτούς.  Ἐχθρὸν  δὲ ἄνθρωπον  αὐτὸν καλεῖ, διὰ τὴν εἰς ἀνθρώπους  βλάβην. Ἡ μὲν γὰρ ἐπήρεια καθ' ἡμῶν· ἡ δὲ ἀρχὴ τῆς ἐπηρείας οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς, ἀλλ' ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο. Ὅθεν δῆλον, ὅτι μᾶλλον ὁ Θεὸς ἡμᾶς φιλεῖ, ἢ ἡμεῖς ἑαυτούς. Ὅρα δὲ καὶ ἑτέρωθεν τοῦ διαβόλου τὴν κακουργίαν. Οὐ γὰρ πρὸ τούτου ἔσπειρεν, ἐπειδὴ μηδὲν εἶχεν ἀπολέσαι· ἀλλ' ὅτε ἦν ἅπαντα πεπληρωμένα,  ἵνα τῇ σπουδῇ λυμήνηται  τοῦ γεωργοῦ·  οὕτω  πρὸς ἐκεῖνον  ἐχθρωδῶς  ἔχων  πάντα  ἐποίει.  Σκόπει δὲ  καὶ  τῶν οἰκετῶν τὴν φιλοστοργίαν. Καὶ γὰρ ἐπείγονται ἤδη τὰ ζιζάνια ἀνασπάσαι, εἰ καὶ μὴ διεσκεμμένως ποιοῦσιν· ὅπερ δείκνυσι τὴν ὑπὲρ τοῦ σπόρου μέριμναν αὐτῶν, καὶ πρὸς ἓν μόνον βλέποντας, οὐχ ὅπως ἐκεῖνος δῷ δίκην, ἀλλ' ὥστε τὰ καταβληθέντα μὴ ἀπολέσθαι· οὐ γὰρ δὴ τοῦτό ἐστι τὸ κατεπεῖγον. ∆ιόπερ ὅπως τὸ νόσημα τέως ἐξέλωσι, σκοποῦσι. Καὶ οὐδὲ τοῦτο ἁπλῶς ζητοῦσιν· οὐ γὰρ ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ τοῦ δεσπότου τὴν γνώμην  ἀναμένουσι λέγοντες· Θέλεις; Τί οὖν ὁ δεσπότης; Κωλύει λέγων· Μήποτε ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Τοῦτο δὲ ἔλεγε, κωλύων πολέμους  γίνεσθαι  καὶ αἵματα  καὶ  σφαγάς. Οὐ γὰρ δεῖ ἀναιρεῖν  αἱρετικόν· ἐπεὶ πόλεμος ἄσπονδος ἔμελλεν εἰς τὴν οἰκουμένην εἰσάγεσθαι. βʹ. ∆ύο τοίνυν  τούτοις αὐτοὺς κατέχει τοῖς λογισμοῖς· ἑνὶ μὲν, τῷ μὴ τὸν σῖτον βλαβῆναι· ἑτέρῳ δὲ, τῷ καταλήψεσθαι τὴν κόλασιν πάντως αὐτοὺς ἀνιάτως νοσοῦντας. Ὥστε εἰ βούλει καὶ κολασθῆναι αὐτοὺς, καὶ χωρὶς τῆς τοῦ σίτου βλάβης, ἀνάμεινον  τὸν προσήκοντα καιρόν. Τί δέ ἐστι, Μὴ ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον; Ἢ τοῦτό φησιν, ὅτι Εἰ μέλλοιτε κινεῖν  ὅπλα καὶ κατασφάττειν  τοὺς αἱρετικοὺς, ἀνάγκη πολλοὺς καὶ τῶν ἁγίων   συγκαταβάλλεσθαι·   ἢ   ὅτι   ἀπ'   αὐτῶν   τῶν   ζιζανίων    πολλοὺς   εἰκὸς μεταβαλέσθαι καὶ γενέσθαι σῖτον. Ἂν τοίνυν προλαβόντες αὐτοὺς ἐκριζώσητε, λυμαίνεσθε  τῷ  μέλλοντι  γίνεσθαι  σίτῳ, οὓς ἐγχωρεῖ  μεταβαλέσθαι  καὶ γενέσθαι βελτίους   ἀναιροῦντες.   Οὐ  τοίνυν   κατέχειν   αἱρετικοὺς,   καὶ  ἐπιστομίζειν,   καὶ ἐκκόπτειν  αὐτῶν  τὴν  παῤῥησίαν,  καὶ  τὰς  συνόδους  καὶ  τὰς  σπονδὰς  διαλύειν κωλύει, ἀλλ' ἀναιρεῖν καὶ κατασφάττειν. Σὺ δὲ αὐτοῦ σκόπει τὴν ἡμερότητα, πῶς οὐκ ἀποφαίνεται  μόνον,  οὐδὲ κωλύει,  ἀλλὰ  λογισμοὺς  τίθησι. Τί οὖν, ἂν  μέχρι τέλους μένῃ τὰ ζιζάνια; Τότε ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ δεσμὰς πρὸς τὸ κατακαῦσαι αὐτά. Πάλιν ἀναμιμνήσκει  αὐτοὺς τῶν Ἰωάννου ῥημάτων τῶν κριτὴν αὐτὸν εἰσαγόντων, καί φησιν, ὅτι ἕως μὲν ἑστήκασιν ἐγγὺς τοῦ σίτου, φείδεσθαι χρή· ἐγχωρεῖ γὰρ αὐτοὺς καὶ σῖτον γενέσθαι· ὅταν δὲ μηδὲν  κερδάναντες  ἀπέλθωσι,  τότε  αὐτοὺς ἀναγκαίως  ἡ ἀπαραίτητος  διαδέξεται δίκη. Ἐρῶ γὰρ τοῖς  θερισταῖς, φησὶ, Συλλέξατε  πρῶτον  τὰ ζιζάνια. ∆ιατί πρῶτον; Ἵνα μὴ φοβηθῶσιν  οὗτοι, ὡς συναπαγομένου  ἅμα αὐτοῖς τοῦ σίτου. Καὶ δήσατε αὐτὰ  δεσμὰς, ὥστε  κατακαῦσαι  αὐτά· τὸν  δὲ  σῖτον  συναγάγετε  εἰς  τὴν ἀποθήκην. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπὸ τοῦ σπόρου τρία μέρη ἀπόλλυται, καὶ σώζεται ἓν, καὶ ἐν αὐτῷ πάλιν τῷ σωζομένῳ τοσαύτη γίνεται βλάβη, ἵνα μὴ λέγωσι, Καὶ τίνες καὶ πόσοι ἔσονται οἱ πιστοί; καὶ τοῦτον ἐξαιρεῖ τὸν φόβον, διὰ τῆς παραβολῆς τοῦ σινάπεως ἐνάγων εἰς πίστιν αὐτοὺς, καὶ δεικνὺς ὅτι πάντως ἐκταθήσεται τὸ κήρυγμα. ∆ιὰ τοῦτο τοῦ λαχάνου τὴν εἰκόνα εἰς μέσον ἤγαγε σφόδρα ἐοικυῖαν τῇ ὑποθέσει· Ὃ μικρότερον μὲν, φησὶν, ἐστὶ πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων  ἐστὶ, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ  οὐρανοῦ,  καὶ  κατασκηνοῦν  ἐν  τοῖς  κλάδοις  αὐτοῦ.  Τοῦ  γὰρ  μεγέθους  τὸ τεκμήριον ἐνδείξασθαι ἠβουλήθη. Οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος ἔσται, φησί. Καὶ γὰρ ἁπάντων  ἀσθενέστεροι ἦσαν οἱ μαθηταὶ,  καὶ  πάντων  ἐλάττους·  ἀλλ' ὅμως, ἐπειδὴ μεγάλη ἦν ἡ ἐν αὐτοῖς δύναμις, ἐξηπλώθη πανταχοῦ τῆς οἰκουμένης. Εἶτα καὶ τὴν ζύμην ταύτῃ προστίθησι τῇ εἰκόνι, λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν  λαβοῦσα γυνὴ  ἔκρυψεν  εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη  ὅλον. Καθάπερ γὰρ αὕτη τὸ πολὺ ἄλευρον μεθίστησιν εἰς τὴν ἑαυτῆς ἰσχὺν, οὕτω καὶ ὑμεῖς τὸν  πάντα  κόσμον μεταστήσετε. Καὶ ὅρα σύνεσιν. Τὰ γὰρ  τῆς  φύσεως  παράγει, δεικνὺς ὅτι ὥσπερ ἐκεῖνα ἀνεγχώρητον  μὴ γενέσθαι, οὕτω καὶ ταῦτα. Μὴ γάρ μοι τοῦτο λέγε· Τί δυνησόμεθα δώδεκα ἄνθρωποι εἰς πλῆθος ἐμπεσόντες τοσοῦτον; Καὶ γὰρ τοῦτο αὐτὸ μάλιστα ὑμῶν ποιεῖ τὴν ἰσχὺν ἐκλάμψαι, τὸ ἀναμιγῆναι τῷ πλήθει καὶ μὴ φυγεῖν. Ὥσπερ οὖν καὶ ἡ ζύμη τότε τὸ φύραμα ζυμοῖ, ὅταν ἐγγὺς γένηται τοῦ ἀλεύρου, καὶ οὐχ ἁπλῶς ἐγγὺς, ἀλλ' οὕτως ὥστε καὶ μιγῆναι· (οὐ γὰρ εἶπεν, Ἔθηκεν, ἁπλῶς,  ἀλλ',   Ἔκρυψεν·)  οὕτω  καὶ  ὑμεῖς,  ὅταν  κολληθῆτε   καὶ  ἑνωθῆτε   τοῖς πολεμοῦσιν ὑμῖν, τότε αὐτῶν  περιέσεσθε. Καὶ καθάπερ ἐκείνη καταχώννυται  μὲν, οὐκ ἀφανίζεται  δὲ, ἀλλὰ κατὰ μικρὸν πρὸς τὴν ἑαυτῆς ἕξιν ἅπαντα μεταποιεῖ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ κηρύγματος τοῦτο συμβήσεται. Μὴ τοίνυν, ἐπειδὴ πολλὰς εἶκον εἶναι  τὰς ἐπηρείας, φοβηθῆτε· καὶ γὰρ καὶ οὕτως ἐκλάμψετε, καὶ ἁπάντων περιέσεσθε. Τρία δὲ σάτα ἐνταῦθα τὰ πολλὰ εἴρηκεν· οἶδε γὰρ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πλήθους λαμβάνειν.  Μὴ θαυμάσῃς δὲ, εἰ περὶ βασιλείας διαλεγόμενος  κόκκου καὶ ζύμης ἐμνήσθη· ἀνθρώποις γὰρ διελέγετο ἀπείροις καὶ ἰδιώταις, καὶ δεομένοις ἀπὸ τούτων ἐνάγεσθαι. Οὕτω γὰρ ἦσαν ἀφελεῖς, ὡς καὶ μετὰ ταῦτα πάντα δεηθῆναι ἑρμηνείας πολλῆς. Ποῦ τοίνυν  Ἑλλήνων  παῖδές εἰσι; Μανθανέτωσαν τοῦ Χριστοῦ τὴν δύναμιν, ὁρῶντες τῶν πραγμάτων τὴν ἀλήθειαν· καὶ ἑκατέρωθεν αὐτὸν προσκυνείτωσαν, ὅτι καὶ προεῖπε πρᾶγμα τοσοῦτον, καὶ ἐπλήρωσε. Καὶ γὰρ αὐτός ἐστιν ὁ τὴν δύναμιν  ἐνθεὶς τῇ ζύμῃ. ∆ιὰ τοῦτο καὶ ἀνέμιξε τῷ πλήθει τοὺς αὐτῷ πιστεύοντας,  ἵνα  μεταδῶμεν  τοῖς  ἄλλοις  τῆς ἡμετέρας συνέσεως. Μηδεὶς τοίνυν ὀλιγότητα αἰτιάσθω. Πολλὴ γὰρ τοῦ κηρύγματος ἡ δύναμις· καὶ τὸ ζυμωθὲν ἅπαξ, ζύμη γίνεται τῷ λοιπῷ πάλιν. Καὶ καθάπερ ὁ σπινθὴρ ὅταν ἐπιλάβηται ξύλων, τὰ ἤδη κατακαυθέντα  ποιήσας τῆς φλογὸς  προσθήκην, οὕτω τοῖς ἄλλοις  ἔπεισιν· οὕτω δὴ καὶ τὸ κήρυγμα. Ἀλλ'  οὐκ εἶπε πῦρ, ἀλλὰ ζύμην· τί δήποτε, Ὅτι οὐ τοῦ πυρός ἐστιν ἐκεῖ τὸ ὅλον, ἀλλὰ καὶ τῶν ἀναπτομένων ξύλων· ἐνταῦθα δὲ τὸ ὅλον ἡ ζύμη  ἐργάζεται  δι'  ἑαυτῆς.  Εἰ  δὲ  ἄνθρωποι  δώδεκα  τὴν  οἰκουμένην   ἅπασαν ἐζύμωσαν, ἐννόησον ὅση ἡμῶν ἡ κακία, ὅταν τοσοῦτοι ὄντες τοὺς ὑπολειπομένους μὴ δυνηθῶμεν διορθοῦν, οὓς μυρίοις κόσμοις ἀρκεῖν ἐχρῆν καὶ γενέσθαι ζύμην. γʹ. Ἀλλ' ἐκεῖνοι, φησὶν, ἀπόστολοι ἦσαν. Καὶ τί τοῦτο; Οὐχὶ τῶν αὐτῶν σοι μετέσχον; οὐκ ἐν πόλεσιν ἐτράφησαν; οὐ τῶν αὐτῶν ἀπέλαυσαν; οὐχὶ τέχνας μετεχειρίσαντο; μὴ γὰρ ἄγγελοι ἦσαν; μὴ γὰρ ἐξ οὐρανοῦ κατέβησαν; Ἀλλὰ τὰ σημεῖα, φησὶν, εἶχον. Οὐ τὰ σημεῖα θαυμαστοὺς αὐτοὺς ἐποίησε. Μέχρι πότε προκαλύμμασι κεχρήμεθα τῆς ἡμετέρας  ῥᾳθυμίας  τοῖς  θαύμασιν  ἐκείνοις;  [Ἴδε τὸν  χορὸν  τῶν  ἁγίων  οὐ  τοῖς θαύμασιν ἐκείνοις  λάμψαντα.]  Πολλοὶ γὰρ καὶ δαίμονας  ἐκβαλόντες,  ἐπειδὴ τὴν ἀνομίαν εἰργάσαντο, οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἐκολάσθησαν. Καὶ τί ποτ' οὖν ἐστι, φησὶν, ὃ μεγάλους αὑτοὺς ἔδειξε; Τὸ χρημάτων  καταφρονεῖν,  τὸ δόξης ὑπερορᾷν, τὸ  πραγμάτων  ἀπηλλάχθαι  βιωτικῶν.  Ὡς εἴγε  μὴ ταῦτα  εἶχον,  ἀλλὰ δοῦλοι  τῶν  παθῶν  ἦσαν, εἰ  καὶ  μυρίους  νεκροὺς  ἤγειραν,  οὐ  μόνον  οὐδὲν  ἂν ὠφέλησαν,  ἀλλὰ  καὶ  ἀπατεῶνες  ἂν  ἐνομίσθησαν  εἶναι.  Οὕτως  ὁ  βίος  ἐστὶν  ὁ πανταχοῦ  λάμπων,  ὁ καὶ τοῦ Πνεύματος τὴν  χάριν  ἐπισπώμενος.  Ποῖον σημεῖον Ἰωάννης ἐποίησεν, ὅτι πόλεις τοσαύτας ἀνηρτήσατο; Ὅτι γὰρ οὐδὲν ἐθαυματούργησεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὅτι Ἰωάννης μὲν ἐποίησε σημεῖον οὐδέν. Πόθεν δὲ θαυμαστὸς Ἠλίας ἐγένετο; Οὐκ ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς τὸν βασιλέα; οὐκ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν Θεόν; οὐκ ἀπὸ τῆς ἀκτημοσύνης; οὐκ ἀπὸ τῆς μηλωτῆς καὶ τοῦ σπηλαίου καὶ τῶν ὀρῶν; Τὰ γὰρ σημεῖα μετὰ ταῦτα ἅπαντα ἐποίησε. Τὸν δὲ Ἰὼβ ποῖον σημεῖον ὁρῶν ποιοῦντα ἐξεπλάγη ὁ διάβολος; Σημεῖον μὲν οὐδὲν, βίον δὲ λάμποντα καὶ ὑπομονὴν ἀδάμαντος στεῤῥοτέραν ἐπιδεικνύμενον. Ποῖον σημεῖον ὁ ∆αυῒδ ἐποίησεν, ἔτι νέος ὢν, ὡς εἰπεῖν τὸν Θεόν· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου; Ὁ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼποῖον νεκρὸν  ἤγειραν;  ποῖον  δὲ  λεπρὸν  ἐκάθηραν;  Οὐκ οἶσθα ὅτι  τὰ  σημεῖα, ἐὰν  μὴ νήφωμεν,  καὶ βλάπτει  πολλάκις; Οὕτω πολλοὶ  τῶν  Κορινθίων ἀπεσχίσθησαν ἀπ' ἀλλήλων· οὕτω πολλοὶ τῶν Ῥωμαίων ἀπενοήθησαν· οὕτω Σίμων ἐξεβλήθη· οὕτως ὁ τῷ Χριστῷ τότε ἐπιθυμήσας ἀκολουθῆσαι ἀπεδοκιμάζετο, ἀκούσας ὅτι Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις. Τούτων γὰρ ἕκαστος, ὁ μὲν χρημάτων, ὁ δὲ δόξης ἐφιέμενος τῆς ἀπὸ τῶν σημείων, ἐξέπιπτον καὶ ἀπώλλυντο.   Βίου δὲ  ἐπιμέλεια  καὶ  ἀρετῆς  ἔρως  οὐ  μόνον  οὐ  τίκτει  τοιαύτην ἐπιθυμίαν,  ἀλλὰ  καὶ  οὖσαν  ἀναιρεῖ.  Καὶ αὐτὸς  δὲ  ὅτε  ἐνομοθέτει  τοῖς  ἑαυτοῦ μαθηταῖς, τί ἔλεγε; Ποιήσατε σημεῖα, ἵνα ἴδωσιν οἱ ἄνθρωποι; Οὐδαμῶς· ἀλλὰ τί; Λαμψάτω τὸ φῶς  ὑμῶν  ἔμπροσθεν  τῶν  ἀνθρώπων,  ὅπως ἴδωσιν ὑμῶν  τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ τῷ Πέτρῳ δὲ οὐκ εἶπεν, Εἰ φιλεῖς με, ποίει σημεῖα· ἀλλὰ, Ποίμαινε τὰ πρόβατά μου. Καὶ πανταχοῦ δὲ  αὐτὸν  προτιμῶν  τῶν  ἄλλων  μετὰ  Ἰακώβου  καὶ  Ἰωάννου,  πόθεν,  εἰπέ  μοι, προετίμα; ἀπὸ τῶν σημείων; Καὶ μὴν πάντες ὁμοίως ἐκάθαιρον τοὺς λεπροὺς, καὶ τοὺς νεκροὺς ἤγειρον· καὶ πᾶσιν ὁμοίως τὴν ἐξουσίαν ἔδωκε. Πόθεν οὖν εἶχον τὸ πλέον οὗτοι; Ἀπὸ τῆς κατὰ ψυχὴν ἀρετῆς. Ὁρᾷς ὅτι πανταχοῦ βίου χρεία καὶ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως; Ἀπὸ τῶν καρπῶν γὰρ αὐτῶν, φησὶν, ἐπιγνώσεσθε αὐτούς. δʹ. Τί δὲ τὴν ζωὴν συνίστησι τὴν ἡμετέραν; Ἆρα σημείων ἐπίδειξις, ἢ πολιτείας ἀρίστης ἀκρίβεια; Εὔδηλον ὅτι τὸ δεύτερον· τὰ δὲ σημεῖα καὶ τὰς ἀφορμὰς ἐντεῦθεν ἔχει, καὶ εἰς τοῦτο καταλήγει. Ὅ τε γὰρ βίον ἄριστον ἐπιδεικνύμενος, ἐπισπᾶται ταύτην τὴν χάριν· ὅ τε λαμβάνων τὴν χάριν, διὰ τοῦτο λαμβάνει, ἵνα τὸν ἑτέρων διορθώσηται βίον. Ἐπεὶ καὶ ὁ Χριστὸς διὰ τοῦτο τὰ θαύματα ἐκεῖνα  ἐποίησεν, ἵνα  ἀξιόπιστος φανεὶς ἐντεῦθεν καὶ πρὸς ἑαυτὸν ἑλκύσας, ἀρετὴν εἰς τὸν βίον εἰσαγάγῃ. ∆ιὸ καὶ τὴν πλείονα ὑπὲρ τούτου ποιεῖται σπουδήν. Οὐδὲ γὰρ τοῖς σημείοις ἀρκεῖται μόνον, ἀλλὰ καὶ γέενναν  ἀπειλεῖ,  καὶ βασιλείαν  ἐπαγγέλλεται,  καὶ τοὺς παραδόξους ἐκείνους τίθησι νόμους, καὶ πάντα ὑπὲρ τούτου πραγματεύεται, ἵνα ἰσαγγέλους ἐργάσηται. Καὶ τί λέγω, ὅτι ὁ Χριστὸς πάντα τούτου ἕνεκεν ποιεῖ; Σοὶ γὰρ εἴ τις ἔδωκεν, εἰπέ μοι, αἵρεσιν, νεκροὺς ἀναστῆσαι ἐν τῷ ὀνόματι αὐτοῦ, ἢ διὰ τὸ ὄνομα αὐτοῦ ἀποθανεῖν, τί ἂν ἐδέξω μᾶλλον; Οὐκ εὔδηλον ὅτι τὸ δεύτερον; Καὶ μὴν τὸ μὲν σημεῖόν ἐστι, τὸ δὲ ἔργον. Τί δὲ, εἴ τίς σοι προὔθηκε ποιῆσαι χόρτον χρυσὸν, ἢ δυνηθῆναι  πάντων τῶν  χρημάτων  ὡς χόρτου καταφρονῆσαι, οὐκ ἂν τοῦτο ἐδέξω μᾶλλον; Καὶ μάλα εἰκότως. Καὶ γὰρ τοὺς ἀνθρώπους τοῦτο ἂν μάλιστα ἐπεσπάσατο. Εἰ μὲν γὰρ εἶδον τὸν  χόρτον  χρυσὸν  γινόμενον,  κἂν  ἐπεθύμησαν  καὶ  αὐτοὶ  λαβεῖν  τὴν  δύναμιν, ὥσπερ ὁ Σίμων, καὶ ηὐξήθη ἂν αὐτοῖς ὁ τῶν χρημάτων ἔρως· εἰ δὲ εἶδον ὡς χόρτου τοῦ χρυσοῦ πάντας καταφρονοῦντας  καὶ ὑπερορῶντας, πάλαι ἂν τῆς νόσου ταύτης ἀπηλλάγησαν. Ὁρᾷς ὅτι ὁ βίος μᾶλλον ὠφελεῖν δύναται; Βίον δὲ λέγω νῦν, οὐχὶ ἂν νηστεύσῃς, οὐδὲ ἂν σάκκον καὶ σποδὸν ὑποστρώσῃς· ἀλλ' ἐὰν χρημάτων  ὑπερίδῃς ὡς ὑπεριδεῖν χρὴ, ἐὰν φιλοστοργήσῃς, ἐὰν δῷς πεινῶντι  τὸν ἄρτον σου, ἐὰν θυμοῦ κρατήσῃς, ἂν κενοδοξίαν ἐκβάλῃς, ἂν βασκανίαν ἀνέλῃς. Οὕτω καὶ αὐτὸς ἐπαίδευε· Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ εἶπεν, Ὅτι ἐνήστευσα· καίτοιγε  εἶχεν  εἰπεῖν  τὰς τεσσαράκοντα ἡμέρας, ἀλλ' οὐ λέγε  τοῦτο· ἀλλ', Ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ πάλιν πέμπων αὐτοὺς, οὐκ εἶπεν, ὅτι Νηστεύετε ἀλλὰ, Πᾶν τὸ παρατιθέμενον  ὑμῖν ἐσθίετε. Χρημάτων μέντοι ἕνεκεν πολλὴν ἀκρίβειαν ἀπῄτησε λέγων· Μὴ κτήσησθε χρυσὸν ἢ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας  ὑμῶν.  Ταῦτα δὲ λέγω,  οὐχὶ  νηστείαν  κακίζων·  μὴ γένοιτο·  ἀλλὰ  καὶ σφόδρα ἐπαινῶν· ἀλγῶ δὲ, ὅταν τῶν ἄλλων  ἠμελημένων  ταύτην νομίζητε ἀρκεῖν εἰς σωτηρίαν ὑμῖν, τὸ ἔσχατον τοῦ χοροῦ τῆς ἀρετῆς ἔχουσαν μέρος. Τὸ γὰρ μέγιστον,  ἀγάπη  καὶ ἐπιείκεια  καὶ ἐλεημοσύνη, ἢ καὶ παρθενίαν  ὑπερηκόντισεν. Ὥστε εἰ βούλει ἀποστόλων γενέσθαι ἴσος, οὐδὲν τὸ κωλύον. Ἀρκεῖ γὰρ ταύτην τὴν ἀρετὴν ἐπελθόντα  μόνον μηδὲν ἔλαττον ἐκείνων  ἔχειν. Μηδεὶς τοίνυν  εἰς σημεῖα ἀναβαλλέσθω. Ἀλγεῖ μὲν γὰρ, ὅταν ἐξελαθῇ σώματος δαίμων· πολλῷ  δὲ μᾶλλον, ὅταν ἁμαρτίας ἀπαλλαττομένην  ἴδῃ ψυχήν. Καὶ γὰρ αὕτη ἐστὶν ἡ δύναμις ἐκείνου ἡ μεγάλη. ∆ιὰ ταύτην ἀπέθανεν ὁ Χριστὸς, ἵνα ταύτην καταλύσῃ. Καὶ γὰρ αὕτη τὸν θάνατον  εἰσήγαγε· διὰ ταύτην  τὰ ἄνω  κάτω γέγονεν.  Ἂν τοίνυν  ταύτην  ἀνέλῃς, ἐξέκοψας τοῦ διαβόλου τὰ νεῦρα, συνέτριψας αὐτοῦ τὴν κεφαλὴν, κατέλυσας αὐτοῦ τὴν ἰσχὺν ἅπασαν, διέσπασας τὸ στρατόπεδον, ἁπάντων σημείων ἐπεδείξω σημεῖον μεῖζον. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μακαρίου Παύλου. Εἰπὼν γὰρ, Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, οὐκ ἐπήγαγε σημεῖον, ἀλλὰ ἀγάπην  τὴν πάντων  ῥίζαν τῶν  ἀγαθῶν.  Ἂν τοίνυν  ταύτην ἀσκῶμεν,  καὶ  τὴν  ἐκ ταύτης  φιλοσοφίαν  ἅπασαν, οὐδὲν  δεηθησόμεθα σημείων· ὥσπερ οὖν  ἐὰν  μὴ  ἀσκῶμεν,  οὐδὲν  κερδανοῦμεν  ἀπὸ  τῶν  σημείων.  Ταῦτ'  οὖν ἅπαντα  ἐννοοῦντες,  ἀφ' ὧν  ἐγένοντο  οἱ ἀπόστολοι  μεγάλοι,  ταῦτα  ζηλώσωμεν. Πόθεν  οὖν  ἐγένοντο  ἐκεῖνοι  μεγάλοι;  Ἄκουσον  λέγοντος  Πέτρου· Ἰδοὺ  ἡμεῖς ἀφήκαμεν  πάντα  καὶ  ἠκολουθήσαμέν  σοι· τί  ἄρα ἔσται ἡμῖν;  Ἄκουσον καὶ  τοῦ Χριστοῦ λέγοντος  αὐτοῖς, ὅτι Ἐπὶ δώδεκα  θρόνους  καθίσεσθε· καὶ ὅτι Πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον  κληρονομήσει. Ἀπάντων τοίνυν ἑαυτοὺς ἀποστήσαντες  τῶν   βιωτικῶν,   ἀναθώμεθα   ἑαυτοὺς   τῷ   Χριστῷ,  ἵνα   καὶ  τῶν ἀποστόλων  γενώμεθα  ἴσοι κατὰ τὴν ἀπόφασιν τὴν αὐτοῦ, καὶ τῆς αἰωνίου  ζωῆς ἀπολαύσωμεν·  ἧς  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ  ΜΖʹ.  Ταῦτα πάντα  ἐλάλησεν  ὁ Ἰησοῦς ἐν παραβολαῖς  τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·  Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.

αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι Καθὼς ἠδύναντο ἀκούειν, ἐλάλει αὐτοῖς τὸν λόγον ἐν παραβολαῖς. Εἶτα δεικνὺς οὐδὲν αὐτὸν καινοτομοῦντα, εἰσάγει τὸν προφήτην καὶ τοῦτον προαναφωνοῦντα  τῆς διδασκαλίας τὸν τρόπον. Καὶ διδάσκων ἡμᾶς τοῦ Χριστοῦ τὴν γνώμην, ὅτι οὐχ ἵνα ἀγνοῶσιν, ἀλλ' ἵνα αὐτοὺς εἰς ἐρώτησιν ἄγῃ, οὕτω διελέγετο, ἐπήγαγε· Καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς καίτοιγε πολλὰ χωρὶς παραβολῆς εἶπεν· ἀλλὰ τότε οὐδέν. Καὶ ὅμως οὐδεὶς αὐτὸν ἠρώτησε· καίτοιγε τοὺς προφήτας πολλάκις ἠρώτων, ὡς τὸν Ἰεζεκιὴλ, ὣς ἑτέρους πολλούς·  οὗτοι  δὲ  οὐδὲν  τοιοῦτον  ἐποίουν.  Καίτοιγε ἱκανὰ  τὰ  εἰρημένα  ἦν  εἰς ἀγωνίαν  αὐτοὺς  ἐμβαλεῖν,  καὶ  διεγείρειν  πρὸς  τὴν  ἐρώτησιν·  καὶ  γὰρ  κόλασιν μεγίστην ἠπείλουν αἱ παραβολαί· ἀλλ' ὅμως οὐδὲ οὕτως ἐκινήθησαν. ∆ιὸ καὶ ἀφεὶς αὐτοὺς, ἀπῆλθε. Τότε γὰρ, φησὶν, ἀφεὶς τοὺς ὄχλους, ἀπῆλθεν εἰς τὴν οἰκίαν αὐτοῦ ὁ Ἰησοῦς· καὶ  οὐδεὶς  ἕπεται  τῶν  γραμματέων·  ὅθεν  δῆλον,  ὅτι  δι'  οὐδὲν  ἕτερον εἴποντο, ἢ ὥστε ἐπιλαβέσθαι. Ἐπειδὴ δὲ οὐ συνῆκαν τὰ λεγόμενα, εἴασεν αὐτοὺς λοιπόν  Καὶ προσέρχονται οἱ μαθηταὶ αὐτοῦ ἐρωτῶντες  περὶ τῆς παραβολῆς τῶν ζιζανίων· καίτοιγε ἔστιν ὅπου βουλόμενοι μαθεῖν καὶ δεδοικότες ἐρωτῆσαι. Πόθεν οὖν ἐνταῦθα  γέγονεν  αὐτοῖς ἡ παῤῥησία; Ἤκουσαν, ὅτι Ὑμῖν δέδοται γνῶναι  τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐθάῤῥησαν. ∆ιὸ καὶ ἰδίᾳ ἐρωτῶσιν, οὐ τῷ πλήθει βασκαίνοντες, ἀλλὰ τὸν τοῦ ∆εσπότου τηροῦντες νόμον. Τούτοις γὰρ, φησὶν, οὐκ ἐδόθη. Καὶ τί δήποτε τὴν τῆς ζύμης καὶ τοῦ σινάπεως ἀφέντες παραβολὴν, περὶ ταύτης πυνθάνονται;  Ὡς σαφεστέρας ἐκείνας ἀφῆκαν· ταύτην δὲ, ὡς ἔχουσαν συγγένειαν  πρὸς τὴν  προειρημένην,  καὶ πλέον  τι ἐνδεικνυμένην  ἐκείνης, μαθεῖν ἠβουλήθησαν. Οὐδὲ γὰρ ἂν ἐκ δευτέρου τὴν αὐτὴν εἶπεν ἐπιθυμοῦσι μαθεῖν· καὶ γὰρ ἑώρων  πολλὴν  ἐξ αὐτῆς ἐμφαινομένην  τὴν  ἀπειλήν.  ∆ιὸ οὐδὲ ἐγκαλεῖ αὐτοῖς, ἀλλὰ καὶ ἀναπληροῖ τὰ εἰρημένα. Καὶ ὅπερ ἔλεγον ἀεὶ, ὅτι τὰς παραβολὰς οὐ κατὰ τὴν ῥῆσιν ἐπεξιέναι δεῖ, ἐπεὶ πολλὰ τὰ ἄτοπα ἕψεται· τοῦτο καὶ αὐτὸς ἐνταῦθα παιδεύων  ἡμᾶς, οὕτως  ἐξηγεῖται  τὴν  παραβολήν.  Οὐδὲ γὰρ λέγει,  τίνες  εἰσὶν οἱ δοῦλοι   οἱ  προσελθόντες·  ἀλλὰ   δεικνὺς   ὅτι  ἀκολουθίας   τινὸς   ἕνεκεν   αὐτοὺς παρείληφε, καὶ τοῦ διαπλάσαι τὴν εἰκόνα, ἐκεῖνο ἀφεὶς τὸ μέρος, τὰ κατεπείγοντα ἑρμηνεύει καὶ συνέχοντα  μάλιστα, καὶ δι'  ἃ ἡ παραβολὴ εἴρηται, δεικνὺς  ἑαυτὸν ὄντα κριτὴν καὶ κύριον τοῦ παντός. Καὶ ἀποκριθεὶς, φησὶν, εἶπεν αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρων αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, ἔστιν ἡ συντέλεια  τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ, ἄγγελοί  εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται· οὕτως  ἔσται ἐν τῇ συντελείᾳ  τοῦ αἰῶνος  τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς  καὶ ὁ βρυγμὸς τῶν  ὀδόντων.  Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὅταν γὰρ αὐτὸς ᾖ ὁ σπείρων,  καὶ  τὸν  ἀγρὸν  τὸν  ἑαυτοῦ,  καὶ  ἐκ  τῆς  βασιλείας  τῆς  ἑαυτοῦ  συνάγῃ, εὔδηλον  ὅτι  καὶ  ὁ  παρὼν  κόσμος αὐτοῦ  ἐστι.  Σκόπει  δὲ  αὐτοῦ  φιλανθρωπίαν ἄφατον,  καὶ τὸ πρὸς εὐεργεσίαν ἐπιῤῥεπὲς, καὶ τὸ πρὸς κόλασιν ἠλλοτριωμένον. Ὅταν μὲν γὰρ σπείρῃ, δι' ἑαυτοῦ σπείρει, ὅταν δὲ κολάζῃ, δι' ἑτέρων, τουτέστι, τῶν ἀγγέλων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Οὐκ ἐπειδὴ  οὕτω  μόνον,  ἀλλ' ἐπειδὴ  τούτου  τοῦ  ἄστρου φανότερον  οὐκ  ἴσμεν ἕτερον, τοῖς γνωρίμοις  ἡμῖν  κέχρηται  παραδείγμασι. Καίτοιγε ἀλλαχοῦ  φησι τὸν θερισμὸν  ἤδη  παρεῖναι,  ὡς  ὅταν  λέγῃ  περὶ  τῶν   Σαμαρειτῶν·  Ἐπάρατε  τοὺς ὀφθαλμοὺς  ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Πῶς οὖν ἐκεῖ μὲν ἤδη τὸν  θερισμὸν παρεῖναί  φησιν, ἐνταῦθα  δὲ μέλλειν  τὸν  θερισμὸν εἶπε; Κατ' ἄλλο σημαινόμενον.  Καὶ πῶς  ἀλλαχοῦ  εἰπὼν,  Ἄλλος  ἐστὶν  ὁ  σπείρων,  καὶ  ἄλλος  ὁ θερίζων, ἐνταῦθα ἑαυτόν φησιν εἶναι τὸν σπείροντα; Ὅτι κἀκεῖ οὐχ ἑαυτῷ, ἀλλὰ προφήταις   ἀποστόλους   ἀντιδιαστέλλων    ἔλεγε,   καὶ   ἐπὶ   τῶν   Ἰουδαίων   καὶ Σαμαρειτῶν. Καὶ γὰρ καὶ διὰ τῶν  προφητῶν  αὐτὸς  ἔσπειρεν. Ἔστι δὲ ὅπου καὶ θερισμὸν καὶ σπόρον αὐτὸ τοῦτο καλεῖ, πρὸς ἄλλο  καὶ ἄλλο  αὐτὸ ὀνομάζων.  βʹ. Ὅταν μὲν γὰρ τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν ὑπακουσάντων λέγῃ, θερισμὸν τὸ πρᾶγμα καλεῖ, ὡς τὸ πᾶν ἀπαρτίσας· ὅταν δὲ τὸν καρπὸν ἐπιζητῇ τῆς ἀκροάσεως, σπόρον· καὶ θερισμὸν τὴν συντέλειαν λέγει. Καὶ πῶς ἀλλαχοῦ φησιν, ὅτι πρῶτοι οἱ δίκαιοι  ἁρπάζονται; Ἁρπάζονται μὲν γὰρ πρῶτοι, παραγενομένου  δὲ τοῦ Χριστοῦ παραδίδονται οὗτοι κολάσει, καὶ τότε εἰς βασιλείαν οὐρανῶν  ἀπέρχονται  ἐκεῖνοι. Ἐπειδὴ γὰρ ἐν οὐρανῷ δεῖ αὐτοὺς εἶναι, ἐνταῦθα δὲ αὐτὸς ἥξει καὶ κρινεῖ πάντας ἀνθρώπους, δοὺς τὴν ἀπόφασιν τούτοις, καθάπερ τις βασιλεὺς ἀνίσταται μετὰ τῶν φίλων  αὐτοῦ, πρὸς τὴν  μακαρίαν ἐκείνην  λῆξιν  αὐτοὺς ἄγων.  Εἶδες διπλῆν  τὴν κόλασιν οὖσαν, τῷ τε κατακαίεσθαι, τῷ τε τῆς δόξης ἐκπίπτειν ἐκείνης; Ἀλλὰ τίνος ἕνεκεν   λοιπὸν,   ἀναχωρησάντων   ἐκείνων,   καὶ   αὐτοῖς   ἐν   παραβολαῖς   λαλεῖ; Σοφώτεροι ἐκ τῶν εἰρημένων ἐγένοντο, ὡς καὶ συνιέναι. Ἀμέλει γοῦν λέγει αὐτοῖς μετὰ ταῦτα, Συνήκατε ταῦτα  πάντα; Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Οὕτω μετὰ τῶν ἄλλων καὶ τοῦτο κατώρθωσεν ἡ παραβολὴ, τὸ διορατικωτέρους αὐτοὺς ποιῆσαι. Τί οὖν φησι πάλιν; Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν  οὐρανῶν  θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι   καλοὺς  μαργαρίτας·  ὃς  εὑρὼν  ἕνα  πολύτιμον   μαργαρίτην,  ἀπελθὼν πέπρακεν ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. Ὥσπερ ἐκεῖ ὁ κόκκος τοῦ σινάπεως καὶ ἡ ζύμη μικράν  τινα  ἔχουσι πρὸς ἀλλήλας  διαφοράν·  οὕτω  δὴ καὶ ἐνταῦθα  αἱ δύο παραβολαὶ  αὗται,  ἥ τε  τοῦ  θησαυροῦ καὶ  ἡ τοῦ  μαργαρίτου. Καὶ γὰρ τοῦτο  δι' ἀμφοτέρων  αἰνίττεται,  ὅτι δεῖ τὸ κήρυγμα πάντων  προτιμᾷν.  Κἀκείνη μὲν ἡ τῆς ζύμης καὶ τοῦ σινάπεως πρὸς τὴν δύναμιν εἴρηται τοῦ κηρύγματος, καὶ ὅτι περιέσται τῆς οἰκουμένης πάντως· αὗται δὲ τὸ τίμιον καὶ πολυτελὲς ἐμφαίνουσιν. Ἐκτείνεται μὲν γὰρ ὡς σίνηπι, καὶ περιγίνεται ὡς ζύμη, πολυτελὴς δέ ἐστιν ὡς μαργαρίτης, καὶ μυρίαν παρέχει τὴν  εὐπορίαν  ὡς θησαυρός. Οὐ δὴ τοῦτο μόνον  ἔστι μαθεῖν, ὅτι πάντα δεῖ τὰ ἄλλα ἀποδυσαμένους τοῦ κηρύγματος ἔχεσθαι· ἀλλ' ὅτι καὶ μετὰ χαρᾶς τοῦτο δεῖ ποιεῖν· καὶ ἀποκτώμενον τὰ ὄντα δεῖ εἰδέναι, ὅτι τὸ πρᾶγμα ἐμπορία ἐστὶν, οὐχὶ ζημία. Ὁρᾷς πῶς κέκρυπται καὶ ἐν τῷ κόσμῳ τὸ κήρυγμα, καὶ ἐν τῷ κηρύγματι τὰ ἀγαθά; Κἂν μὴ πωλήσῃς πάντα, οὐκ ἀγοράζεις· κἂν μὴ ψυχὴν  τοιαύτην  ἔχῃς, μεμεριμνημένην  καὶ ζητοῦσαν, οὐχ εὑρίσκεις. ∆ύο τοίνυν δεῖ προσεῖναι, καὶ τὸ τῶν βιωτικῶν  ἀπέχεσθαι, καὶ τὸ ἐγρηγορότα εἶναι. Ζητοῦντι γὰρ, φησὶ, καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον, πέπρακε πάντα, καὶ ἠγόρασεν αὐτόν. Μία γάρ ἐστιν ἡ ἀλήθεια, καὶ οὐ πολυσχιδής. Καὶ καθάπερ ὁ τὸν μαργαρίτην ἔχων, αὐτὸς μὲν οἶδεν ὅτι πλουτεῖ, τοῖς δὲ λοιποῖς οὐκ ἔστι γνώριμος πολλάκις τῇ χειρὶ κατέχων· οὐ γάρ ἐστιν ὄγκος σώματος· οὕτω δὴ καὶ ἐπὶ τοῦ κηρύγματος, οἱ μὲν αὐτὸ κατέχοντες ἴσασιν, ὅτι πλουτοῦσιν, οἱ δὲ ἄπιστοι τὸν θησαυρὸν οὐκ εἰδότες τοῦτον,  καὶ τὸν πλοῦτον ἡμῶν ἀγνοοῦσιν. Εἶτα ἵνα μὴ θαῤῥῶμεν τῷ κηρύγματι μόνον, μηδὲ ἀρκεῖν τὴν  πίστιν  μόνην   νομίζωμεν   εἰς  σωτηρίαν  ἡμῖν,  λέγει   καὶ  ἑτέραν  φοβερὰν παραβολήν. Ποίαν δὴ ταύτην; Τὴν τῆς σαγήνης. Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἣν, ὅτε ἐπληρώθη, ἀνενέγκαντες,  εἰς τὸν αἰγιαλὸν,  καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. Καὶ τί διέστηκεν αὕτη τῆς τῶν ζιζανίων παραβολῆς; Καὶ γὰρ ἐκεῖ οἱ μὲν σώζονται, οἱ δὲ ἀπόλλυνται· ἀλλ' ἐκεῖ διὰ πονηρῶν δογμάτων αἵρεσιν· καὶ οἱ πρὸ τούτου δὲ, διὰ τὸ μὴ προσέχειν τοῖς λεγομένοις· οὗτοι δὲ, διὰ βίου πονηρίαν· οἳ πάντων  εἰσὶν ἀθλιώτεροι, τῆς μὲν γνώσεως ἐπιτυχόντες καὶ ἁλιευθέντες, οὐ δυνηθέντες δὲ οὐδὲ οὕτω σωθῆναι. Καίτοιγε ἀλλαχοῦ φησιν, ὅτι αὐτὸς ἀφορίζει ὁ ποιμὴν, ἐνταῦθα δὲ τοὺς ἀγγέλους τοῦτο ποιεῖν φησιν, καὶ ἐπὶ τῶν ζιζανίων. Τί οὖν ἐστι; Ποτὲ μὲν αὐτοῖς παχύτερον διαλέγεται, ποτὲ δὲ ὑψηλότερον. Καὶ ταύτην  οὐδὲ ἐρωτηθεὶς  τὴν  παραβολὴν  ἑρμηνεύει, ἀλλ' αὐτομάτως  ἀπὸ τοῦ μέρους αὐτὴν ἐγνώρισε, καὶ τὸν φόβον ηὔξησεν. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι τὰ σαπρὰ ἔβαλον ἔξω, ἀκίνδυνον  εἶναι νομίσῃς τὴν ἀπώλειαν,  διὰ τῆς ἑρμηνείας ἔδειξε τὴν κόλασιν, εἰπὼν, ὅτι Εἰς κάμινον  βαλοῦσι· καὶ τὸν βρυγμὸν τῶν ὀδόντων,  καὶ τὴν ὀδύνην  ἄῤῥητον οὖσαν ἐνέφηνεν.  Εἶδες πόσαι τῆς ἀπωλείας  αἱ ὁδοί; Ἡ διὰ τῆς πέτρας, ἡ διὰ τῶν ἀκανθῶν, ἡ διὰ τῆς ὁδοῦ, ἡ διὰ τῶν ζιζανίων, ἡ διὰ τῆς σαγήνης. Οὐκ ἄρα ἀπεικότως ἔλεγεν, ὅτι Εὐρεῖά ἐστιν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ ἀπερχόμενοι δι' αὐτῆς. Ταῦτα τοίνυν εἰπὼν, καὶ εἰς τὸ φοβερὸν κατακλείσας τὸν λόγον, καὶ πλείονα ταῦτα δείξας (μᾶλλον γὰρ αὐτοῖς ἐνδιέτριψε), φησί· Συνήκατε  ταῦτα  πάντα;  Λέγουσιν αὐτῷ· Ναὶ, Κύριε. Εἶτα ἐπειδὴ  συνῆκαν, πάλιν αὐτοὺς ἐπαινεῖ λέγων· ∆ιὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Ἀποστελῶ ὑμῖν σοφοὺς καὶ γραμματέας.  γʹ. Εἶδες πῶς  οὐκ  ἐκκλείει  τὴν  Παλαιὰν, ἀλλὰ  καὶ  ἐγκωμιάζει  καὶ δημηγορεῖ, θησαυρὸν αὐτὴν καλῶν; Ὥστε ὅσοι τῶν θείων εἰσὶν ἄπειροι Γραφῶν, οὐκ ἂν εἶεν οἰκοδεσπόται, ὅσοι μήτε αὐτοὶ ἔχουσι, μήτε παρ' ἑτέρων λαμβάνουσιν, ἀλλὰ περιορῶσι ἑαυτοὺς λιμῷ φθειρομένους. Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ αἱρετικοὶ ἐκτός εἰσι τοῦ μακαρισμοῦ τούτου. Οὐ γὰρ ἐκβάλλουσι καινὰ  καὶ παλαιά. Οὐδὲ γὰρ ἔχουσι τὰ παλαιὰ, διὸ οὐδὲ καινά· ὥσπερ οὖν οἱ καινὰ οὐκ ἔχοντες, οὐδὲ παλαιὰ  ἔχουσιν, ἀλλ' ἑκατέρων  ἐστέρηνται· ταῦτα  γὰρ ἀλλήλοις  συνδέδεται  καὶ συμπλέκεται. Ἀκούσωμεν τοίνυν  ὅσοι τῆς τῶν  Γραφῶν ἀμελοῦμεν  ἀναγνώσεως, ὅσην ὑπομένομεν βλάβην, ὅσην πενίαν. Πότε γὰρ τῆς διὰ τῶν ἔργων ἐπιληψόμεθα πολιτείας, οἱ μηδὲ αὐτοὺς τοὺς νόμους εἰδότες καθ' οὓς πολιτεύεσθαι χρή; Ἀλλ' οἱ μὲν  πλουτοῦντες,  οἱ  περὶ  χρήματα  μεμηνότες,  συνεχῶς  τινάσσουσιν  αὐτῶν  τὰ ἱμάτια, ὥστε μὴ σητόβρωτα γενέσθαι· σὺ δὲ σητὸς χαλεπώτερον  ὁρῶν τὴν λήθην λυμαινομένην σου τὴν ψυχὴν, οὐκ ἐντυγχάνεις βιβλίοις, οὐ διακρούῃ τὴν λύμην, οὐ καλλωπίζεις σου τὴν ψυχὴν, οὐκ ἐπισκοπεῖς συνεχῶς τὴν εἰκόνα τῆς ἀρετῆς, καὶ τὰ μέλη αὐτῆς καταμανθάνεις  καὶ τὴν κεφαλήν; Καὶ γὰρ καὶ κεφαλὴν  ἔχει, καὶ μέλη παντὸς  σώματος εὐειδοῦς καὶ καλοῦ εὐπρεπέστερα. Τίς οὖν ἡ κεφαλὴ,  φησὶ, τῆς ἀρετῆς; Ἡ ταπεινοφροσύνη. ∆ιὸ καὶ ἀπ' αὐτῆς ἄρχεται ὁ Χριστὸς λέγων· Μακάριοι οἱ πτωχοί. Αὕτη ἡ κεφαλὴ οὐ κόμας ἔχει καὶ βοστρύχους, ἀλλὰ κάλλος τοιοῦτον, οἷον τὸν Θεὸν ἐπισπάσασθαι. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ, Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πραεῖς τῆς γῆς. Καὶ, Ἐγγὺς Κύριος τοῖς  συντετριμμένοις  τὴν  καρδίαν. Αὕτη ἡ κεφαλὴ,  ἀντὶ τριχῶν  καὶ κόμης, θύματα  φέρει  τῷ  Θεῷ κεχαρισμένα. Βωμός ἐστι χρυσοῦς, καὶ θυσιαστήριον πνευματικόν· Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον. Αὕτη ἐστὶν ἡ τῆς  σοφίας  μήτηρ. Ἂν  ταύτην  ἔχῃ  τις,  καὶ  τὰ  λοιπὰ  ἕξει. Εἶδες κεφαλὴν,  οἵαν οὐδέποτε εἶδες; Βούλει καὶ τὸ πρόσωπον ἰδεῖν, μᾶλλον δὲ μαθεῖν; Οὐκοῦν μάθε τέως αὐτοῦ τὸ χρῶμα τὸ ἐρυθρὸν καὶ εὐανθὲς καὶ πολλὴν ἔχον τὴν χάριν, καὶ μάθε πόθεν συνίσταται. Πόθεν οὖν συνίσταται; Ἀπὸ τοῦ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. ∆ιὸ καί τίς φησι· Πρὸ αἰσχυντηροῦ  προελεύσεται χάρις. Τοῦτο καὶ τῶν  ἄλλων  μελῶν  πολὺ καταχεῖ τὸ κάλλος. Κἂν μυρία μίξῃς χρώματα, οὐκ ἐργάσῃ τοιαύτην ὥραν. Εἰ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἰδεῖν βούλει, ὅρα κοσμιότητι καὶ σωφροσύνῃ μετὰ ἀκριβείας ὑπογεγραμμένους. ∆ιὸ καὶ οὕτω καλοὶ καὶ ὀξυδερκεῖς γίνονται,  ὡς καὶ αὐτὸν τὸν Κύριον ὁρᾷν.  Μακάριοι γὰρ, φησὶν,  οἱ  καθαροὶ  τῇ  καρδίᾳ, ὅτι  αὐτοὶ  τὸν  Θεὸν ὄψονται. Στόμα δὲ αὐτῆς, σοφία καὶ σύνεσις, καὶ τὸ πνευματικοὺς  ὕμνους εἰδέναι. Καρδία δὲ, Γραφῶν ἐμπειρία, καὶ δογμάτων ἀκριβῶν διατήρησις, καὶ φιλανθρωπία, καὶ χρηστότης. Καὶ καθάπερ ταύτης ἄνευ οὐκ ἔνι ζῆσαι, οὐδὲ ἐκείνης χωρὶς σωθῆναι ἔνι ποτέ. Καὶ γὰρ ἐκεῖθεν πάντα τίκτεται τὰ καλά. Εἰσὶν αὐτῇ καὶ πόδες καὶ χεῖρες, τῶν ἀγαθῶν ἔργων αἱ ἐπιδείξεις· ἔστιν αὐτῇ καὶ ψυχὴ, ἡ εὐσέβεια· ἔστιν αὐτῇ καὶ στῆθος χρυσοῦν καὶ ἀδάμαντος στεῤῥότερον, ἡ ἀνδρεία· καὶ πάντα ἁλῶναι εὔκολον, ἢ τοῦτο διαῤῥαγῆναι τὸ στῆθος. Τὸ δὲ πνεῦμα τὸ ἐν ἐγκεφάλῳ καὶ καρδίᾳ, ἡ ἀγάπη ἐστί. δʹ. Βούλει καὶ ἐπ' αὐτῶν τῶν ἔργων δείξω σοι τὴν εἰκόνα; Ἐννόησόν μοι τοῦτον αὐτὸν τὸν εὐαγγελιστήν· καίτοι οὐ πάντα αὐτοῦ τὸν βίον ἀνάγραπτον ἔχομεν, ἀλλ' ὅμως καὶ ἐξ ὀλίγων ἔνεστιν αὐτοῦ τὴν εἰκόνα ἰδεῖν διαλάμπουσαν. Ὅτι μὲν ταπεινὸς καὶ συντετριμμένος ἦν, ἄκουσον μετὰ τὸ Εὐαγγέλιον τελώνην ἑαυτὸν καλοῦντα· ὅτι δὲ καὶ ἐλεήμων, ὅρα πάντα ἀποδυσάμενον καὶ ἀκολουθήσαντα τῷ Ἰησοῦ· ὅτι δὲ  καὶ  εὐσεβὴς, δῆλον  ἀπὸ  τῶν  δογμάτων.  Καὶ τὴν  σύνεσιν  δὲ  αὐτοῦ  ἀφ'  οὗ συνέθηκεν  Εὐαγγελίου  ῥᾴδιον  ἔστιν  ἰδεῖν,  καὶ τὴν  ἀγάπην·  τῆς  γὰρ οἰκουμένης ἐπεμελήσατο· καὶ τὴν  τῶν  ἔργων  τῶν  ἀγαθῶν  ἐπίδειξιν  ἀπὸ τοῦ θρόνου ἐφ' οὗ μέλλει καθεδεῖσθαι· καὶ τὴν ἀνδρείαν δὲ, ἐξ ὧν χαίρων ὑπέστρεψεν ἀπὸ προσώπου τοῦ συνεδρίου. Ζηλώσωμεν τοίνυν  τὴν  ἀρετὴν ταύτην,  καὶ μάλιστα πάντων  τὴν ταπεινοφροσύνην  καὶ ἐλεημοσύνην,  ὧν  ἄνευ  σωθῆναι  οὐκ ἔνι.  Καὶ δηλοῦσιν  αἱ πέντε παρθένοι, καὶ μετ' ἐκείνων  ὁ Φαρισαῖος. Χωρὶς μὲν γὰρ παρθενίας δυνατὸν ἰδεῖν·  χωρὶς  δὲ  ἐλεημοσύνης  ἀμήχανον·  τῶν   γὰρ  ἀναγκαίων   τοῦτό  ἐστι  καὶ συνεχόντων  τὸ πᾶν. Οὐκ ἄρα ἀπεικότως καρδίαν αὐτὸ κεκλήκαμεν ἀρετῆς. Ἀλλ' ἡ καρδία αὕτη, ἐὰν μὴ πᾶσι χορηγῇ πνεῦμα, ταχέως σβέννυται. Ὥσπερ οὖν καὶ ἡ πηγὴ, ἐὰν συνέχῃ τὰ νάματα παρ' ἑαυτῇ, σήπεται· οὕτω καὶ οἱ πλουτοῦντες,  ὅταν παρ' ἑαυτοῖς τὰ ὄντα κατέχωσι. ∆ιὰ τοῦτο καὶ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, Πολλὴ ἡ σῆψις τοῦ πλούτου  παρὰ τῷ  δεῖνι·  καὶ οὐ λέγομεν,  Πολλὴ ἡ ἀφθονία,  πολὺς  ὁ θησαυρός. Καὶ γὰρ σῆψίς ἐστιν οὐχὶ τῶν κεκτημένων, ἀλλὰ καὶ αὐτοῦ τοῦ πλούτου. Καὶ γὰρ τὰ ἱμάτια κείμενα φθείρεται, καὶ τὸ χρυσίον ἰοῦται, καὶ ὁ σῖτος διαβιβρώσκεται· καὶ ἡ ψυχὴ δὲ τοῦ ταῦτα ἔχοντος  τούτων  ἁπάντων  μᾶλλον  ταῖς φροντίσι  καὶ  ἰοῦται  καὶ  σήπεται.  Κἂν ἐθέλῃς  φιλαργύρου  ψυχὴν  εἰς  τὸ  μέσον ἐξενεγκεῖν  καθάπερ ἱμάτιον  ὑπὸ μυρίων βρωθὲν σκωλήκων,  καὶ οὐκ ἔχον οὐδὲν ὑγιὲς, οὕτως εὑρήσεις διατετρυπημένην  πάντοθεν  αὐτὴν ὑπὸ φροντίδων,  ὑπὸ τῶν ἁμαρτημάτων σεσηπυῖαν, ἰωμένην. Ἀλλ' οὐχὶ τοῦ πένητος τοιαύτη, τοῦ πένητος τοῦ ἑκόντος· ἀλλ' ἀποστίλβει μὲν ὡς χρυσίον, λάμπει δὲ ὥσπερ μαργαρίτης, ἀνθεῖ δὲ ὥσπερ ῥόδον. Οὐ γάρ ἐστιν  ἐκεῖ σὴς, οὐκ ἔστιν  ἐκεῖ κλέπτης,  οὐκ ἔστι φροντὶς βιωτική· ἀλλ' ὡς ἄγγελοι, οὕτω πολιτεύονται. Βούλει τῆς ψυχῆς ταύτης τὸ κάλλος ἰδεῖν; βούλει τῆς πενίας  τὸν πλοῦτον  καταμαθεῖν; Οὐκ ἐπιτάττει  ἀνδράσιν, ἀλλὰ δαίμοσιν ἐπιτάττει·  οὐ παρίσταται βασιλεῖ, ἀλλὰ  παρέστηκε Θεῷ· οὐ στρατεύεται μετὰ ἀνθρώπων, ἀλλὰ στρατεύεται μετὰ ἀγγέλων· οὐκ ἔχει κιβώτια δύο καὶ τρία καὶ εἴκοσιν, ἀλλὰ τοιαύτην εὐπορίαν, ὡς τὸν κόσμον ἅπαντα μηδὲν εἶναι νομίζειν. Οὐκ ἔχει θησαυρὸν, ἀλλὰ τὸν οὐρανόν· οὐ δεῖται δούλων, μᾶλλον δὲ ἔχει δούλους τὰ πάθη, ἔχει δούλους τοὺς βασιλέων κρατοῦντας λογισμούς. Ὁ γὰρ ἐπιτάττων τῷ τὴν ἁλουργίδα  περικειμένῳ,  οὗτος αὐτὸν  κατέπτηχεν  ὁ λογισμὸς, καὶ ἀντιβλέψαι  οὐ τολμᾷ. Βασιλείαν δὲ καὶ χρυσὸν καὶ πάντα τὰ τοιαῦτα, καθάπερ παίδων ἀθύρματα γελᾷ, καὶ καθάπερ τροχοὺς καὶ ἀστραγάλους καὶ κεφαλὰς καὶ σφαίρας, οὕτω ταῦτα πάντα ἡγεῖται εἶναι εὐκαταφρόνητα. Ἔχει γὰρ κόσμον, ὃν οὐδὲ ἰδεῖν οἱ ἐν τούτοις παίζοντες δύνανται. Τί τοίνυν τοῦ πένητος τούτου βέλτιον γένοιτ' ἄν; Ἔδαφος γοῦν ἔχει τὸν οὐρανόν. Εἰ δὲ τὸ ἔδαφος τοιοῦτον, ἐννόησον τὸν ὄροφον. Ἀλλ' οὐκ ἔχει ἵππους  καὶ ὀχήματα; Τί γὰρ αὐτῷ  τούτων  χρεία, τῷ  μέλλοντι  ἐπὶ τῶν  νεφελῶν ὀχεῖσθαι,  καὶ  μετὰ  τοῦ  Χριστοῦ εἶναι;  Ταῦτ'  οὖν  ἐννοήσαντες,  καὶ  ἄνδρες  καὶ γυναῖκες, ἐκεῖνον ζητῶμεν τὸν πλοῦτον, καὶ τὴν ἀνάλωτον  εὐπορίαν, ἵνα καὶ τῆς βασιλείας  τῶν  οὐρανῶν  ἐπιτύχωμεν,  χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |