Ιωάννης Χρυσόστομος
Τόμος 56
Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ περὶ τοῦ μὴ κατηγορεῖν ἀλλήλων.
αʹ. Χαίρει μὲν βουκόλος, ἐπειδὰν εὐπαθοῦσαν αὐτῷ καὶ σφριγῶσαν ἴδῃ τῶν βοῶν τὴν ἀγέλην· χαίρει δὲ καὶ γηπόνος, θεωρῶν κομῶντα τὰ λήϊα· ἀλλ' οὔτε γηπόνος ἐπὶ τοῖς ληΐοις, οὔτε βουκόλος ἐπὶ ταῖς βουσὶν οὕτω χαίρουσιν, ὡς ἐγὼ χαίρω νῦν καὶ ἀγάλλομαι, τὴν καλὴν ταύτην ἅλω τῶν πνευματικῶν τούτων δραγμάτων πεπληρωμένην ὁρῶν. Ὅταν γὰρ εἰς ἀκοὰς τοσαύτας καὶ τοιαύτας σπείρηται τῆς εὐσεβείας ὁ λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν. Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον καὶ λιπαρὰν ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγότητα τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεοναζούσης· οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ καταπειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέγοντος πενίαν ἀποκρυπτούσης. Τοῦτο καὶ ἐπὶ τῆς ἁλείας γίνεται τῶν ἰχθύων. Κἂν γὰρ ἄπειροι τυγχάνωσιν ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπιτυγχάνουσι, τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν.
Εἰ δὲ ἐπὶ τῆς ἄγρας ἐκείνης τῶν ἁλιεύεσθαι μελλόντων τὸ πλῆθος τοῦ σαγηνεύοντος πολλάκις παραμυθεῖται τὴν ἀμάθειαν, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁλιείας ταύτης τῆς πνευματικῆς τοῦτο συμβήσεται. Καὶ γὰρ ἐκεῖνοι μὲν οἱ ἰχθύες, ὅταν ἴδωσιν ἐμβληθέντα τὰ θήρατρα, εὐθέως ἀποπηδῶσι καὶ ἐξάλλονται· ὑμεῖς δὲ τὸ ἐναντίον ποιεῖτε· ὅταν ἴδητε ἀναστάντα καὶ τὴν σαγήνην ἁπλώσαντα τῆς διδασκαλίας, οὐ μόνον οὐκ ἀποπηδᾶτε καὶ ἐξάλλεσθε, ἀλλὰ καὶ ἐνδοτέρω βαδίζετε πανταχόθεν συντρέχοντες, καὶ τὸν πλησίον ἕκαστος ὠθῶν καὶ θλίβων, πρότερος αὐτὸς ἐπείγεται ἐμπηδῆσαι καὶ ἐμπεσεῖν εἰς τὰ δίκτυα. ∆ιὰ τοῦτο οὐδέποτε κενὴν ἀνεσπάσαμεν τὴν σαγήνην, οὐ διὰ τὴν ἡμετέραν ἐμπειρίαν, ἀλλὰ διὰ τὴν ὑμετέραν ἐπιθυμίαν. Ἱκανῶς μὲν οὖν ἡμᾶς καὶ πρώην εἱστίασεν ἡ χρυσὸν δόκιμον καὶ καθαρὸν ῥέουσα γλῶττα, καὶ πηγὰς ἔχουσα μέλιτος ἐν τῷ στόματι, ἡ τοῦ μακαρίου, λέγω, Παύλου· μᾶλλον δὲ καὶ κηρίου παντὸς ἀποκρύπτουσα τὴν ἡδονὴν τῇ τῆς πνευματικῆς διδασκαλίας γλυκύτητι. Ἐπειδὴ δὲ κατὰ τὴν πρέπουσαν ὑμῖν φιλοσοφίαν οὐδὲ τὰ τοῦ πένητος ἐμοῦ καὶ πτωχεύοντος ἀτιμάζετε, ἀλλὰ θαυμάζετε μὲν τὰ πολλὴν ἔχοντα ὑπεροχὴν, προσίεσθε δὲ καὶ τὰ τῆς ἡμετέρας εὐτελείας ῥήματα, ἀνέστην μετὰ προθυμίας ἀποδώσων ὑμῖν τὸ ὄφλημα, ὃ πρώην ὑπεσχόμην μὲν, οὐ κατέβαλον δὲ, τοῦ μήκους τῆς διδασκαλίας ἐκκρούσαντος ἡμᾶς τοῦ τέλους. Τί οὖν ἦν τὸ ὄφλημα ἐκεῖνο; Ἀνάγκη γὰρ ἀναμνῆσαι ὑμᾶς τὴν ἀρχὴν τοῦ δανείσματος, ὥστε σαφεστέραν ὑμῖν ἀπὸ τῆς ὑποθέσεως γενέσθαι τὴν ἐξήγησιν. Ἐζητήσαμεν τότε, τίνος ἕνεκεν ἀσαφεστέρα τῆς Καινῆς ἡ Παλαιὰ ∆ιαθήκη· τάχα γὰρ μέμνησθε· καὶ μίαν τέως εἰρήκαμεν αἰτίαν, τὴν θηριωδίαν τῶν ἀκουόντων, καὶ μάρτυρα παρηγάγομεν τὸν Παῦλον λέγοντα, ὅτι Τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς ∆ιαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἐδείξαμεν ὅτι καθάπερ Μωϋσῆς εἶχε κάλυμμα ὁ νομοθέτης, οὕτω καὶ ὁ νόμος εἶχε κάλυμμα, τὴν ἀσάφειαν· ἀλλ' οὔτε τοῦ νομοθέτου ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων. Οὐδὲ γὰρ δι' ἑαυτὸν εἶχε κάλυμμα ὁ Μωϋσῆς, ἀλλ' ἐπειδὴ οὐκ ἠδύναντο ὑπενεγκεῖν τὴν δόξαν τοῦ προσώπου αὐτοῦ. Ὅτε γοῦν ἐπέστρεφε πρὸς Κύριον, περιῃρεῖτο τὸ κάλυμμα. Οὕτω καὶ ὁ νόμος, ἐπεὶ οὐδέπω ἠδύνατο μαθεῖν τὰ τέλεια διδάγματα καὶ φιλοσοφίας γέμοντα, τά τε περὶ Χριστοῦ καὶ τῆς Καινῆς ∆ιαθήκης πάντα γὰρ ἐκεῖνα ἐναπέκειτο, καθάπερ ἐν θησαυρῷ, τῇ παλαιᾷ Γραφῇ, κάλυμμα εἶχεν, ἐκείνοις μὲν συγκαταβαίνων, ἡμῖν δὲ τηρῶν τὸν πλοῦτον ἅπαντα, ἵν', ὅταν παραγένηται ὁ Χριστὸς, καὶ ἐπιστρέψωμεν πρὸς αὐτὸν, περιαιρεθῇ τὸ κάλυμμα. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἡμᾶς ἀξίαν ἤγαγεν ἡ τοῦ Χριστοῦ παρουσία, εἰς τὴν τάξιν ἀνάγουσα Μωϋσέως. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ τίνος ἕνεκεν ἐλέγετο τότε, εἰ μὴ ἔμελλεν αὐτοῖς σαφῆ εἶναι τὰ λεγόμενα;
Ἵνα τοῖς μετὰ ταῦτα γένηται χρήσιμα. Προφητείας γὰρ ἀξίωμα τοῦτό ἐστιν, οὐχ ὅταν τὰ παρόντα ἀπαγγείλῃ πράγματα, ἀλλ' ὅταν τὰ μέλλοντα προαναφωνήσῃ. Προφητεία δὲ ὅταν συνεσκιασμένως λέγηται, μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γίνεται σαφεστέρα, πρὸ δὲ τῆς ἐκβάσεως οὐδαμῶς. Ὥστε, ἐπειδὴ τότε μὲν ἐλέγετο συνεσκιασμένως, ἀσαφῆ ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ πράγματα, διὰ τοῦτο σαφέστερα ἦν τὰ λεγόμενα. Καὶ ἵνα μάθητε, ὅτι προφητεία, κἂν πρὸ πολλοῦ λέγηται τοῦ χρόνου, συνεσκιασμένως δὲ λέγηται, ἀσαφεστέρα γίνεται ἀναμένουσα τὴν ἐκ τῶν πραγμάτων ἔκβασιν, ἀπ' αὐτῶν τῶν μαθητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν. Λύσατε τὸν ναὸν τοῦτον, τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Χριστός. Ἐπειδὴ γὰρ ἐδίωκε τοὺς διὰ τῆς καπηλείας εἰς τὸν ναὸν ἐνυβρίζοντας, λέγουσιν ἐκεῖνοι· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Καὶ πρὸς τοῦτό φησι· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. Τοῦτο προφητεία τίς ἐστιν· οὔπω γὰρ ἦν ἐκβεβηκὼς ὁ σταυρὸς, οὐδὲ ἡ λύσις τοῦ ναοῦ, οὐδὲ ἡ τριήμερος ἀνάστασις, ἢν αὐτὸς ἐποιήσατο Καὶ ὅρα πῶς τὰ ἀμφότερα μετὰ ἀκριβείας ᾐνίξατο, καὶ τὴν τόλμαν τὴν ἐκείνων, καὶ τὴν οἰκείαν αὐτοῦ δύναμιν. Ἀλλ' ὅμως οὐκ ᾔδεισαν τὰ λεγόμενα. Καὶ τὸ μὲν Ἰουδαίους ἀγνοεῖν, οὐδὲν θαυμαστόν· λέγει δὲ, ὅτι οὐδὲ οἱ μαθηταὶ αὐτοῦ συνῆκαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν· Καὶ τότε ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς. βʹ. Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας; Τῇ γὰρ παρουσίᾳ δῆλαι ἔμελλον γίνεσθαι καὶ σαφεῖς. Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. ∆ιὰ τί οὐκ εἶχον ἁμαρτίαν, εἰ αἱ προφητεῖαι προέλεγον; Ὅτι προέλεγον μὲν, οὐκ ἦσαν δὲ σαφεῖς, οὐδὲ δῆλαι πρὸ τῆς παρουσίας τοῦ προλεγομένου. Εἰ γὰρ καὶ τότε σαφεῖς ἦσαν αὐτοῖς καὶ δῆλαι, δῆλον ὅτι καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ἁμαρτίαν εἶχον· εἰ δὲ ἁμαρτίαν οὐκ εἶχον, εὔδηλον ὅτι διὰ τὴν ἀσάφειαν αὐτῶν καὶ τὸ συνεσκιάσθαι τὰ λεγόμενα. Οὐδὲ γὰρ ἀπῃτοῦντο τὴν εἰς τὸν Χριστὸν πίστιν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Τίνος οὖν ἕνεκεν προελέγετο τότε; Ἵν', ὅταν παραγένηται, οἴκοθεν ἔχωσι τοὺς διδασκάλους ἐνάγοντας αὐτοὺς, καὶ εἰδῶσιν ὅτι οὐ καινοτομία τὰ γινόμενα, οὐδὲ πρόσφατος ἡ οἰκονομία, ἀλλ' ἄνωθεν ταῦτα καὶ πρὸ πολλῶν προανεκηρύττετο χρόνων· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτούς. Μία μὲν οὖν αὕτη τῆς ἀσαφείας αἰτία, ἣν καὶ διὰ πλειόνων ἀπεδείξαμεν μαρτυριῶν ἐν τῇ προτέρᾳ διαλέξει. Ἵν' οὖν μὴ πάλιν ὑμᾶς ἐνοχλῶμεν τὰ αὐτὰ λέγοντες, ἀναγκαῖον μὲν ταύτης ἀποστῆναι, ἑτέραν δὲ εἰπεῖν τὴν οὐκ ἀσαφῆ καὶ ἄγνωστον, ἀλλὰ δυσκολωτέραν ἡμῖν ποιοῦσαν τὴν Παλαιὰν ∆ιαθήκην. Ἄλλο γάρ ἐστι μηδὲν ὅλως εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα ἐπικεί μενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν. Τίς οὖν ἐστιν ἡ δευτέρα αἰτία, δι' ἣν δυσκολωτέρα ἡ Παλαιὰ ∆ιαθήκη τῆς Νέας ἐστίν; Οὐχὶ τῇ ἐγχωρίῳ φωνῇ ἔχομεν τὴν Παλαιὰν ∆ιαθήκην παρ' ἡμῖν γεγραμμένην· ἀλλ' ἑτέρᾳ μὲν συνετέθη γλώττῃ, ἑτέρᾳ δὲ ἔχομεν αὐτὴν ἀναγινωσκομένην ἡμεῖς. Τῇ γὰρ Ἑβραίων φωνῇ παρὰ τὴν ἀρχὴν συνεγράφη, ἡμεῖς δὲ αὐτὴν τῇ Ἑλλήνων παρελάβομεν γλώττῃ· ὅταν δὲ γλῶττα ἑρμηνευθῇ εἰς ἑτέραν γλῶτταν, πολλὴν ἔχει τὴν δυσκολίαν. Καὶ ἴσασιν ἀκριβῶς, ὅσοι πολλῶν γλωσσῶν εἰσιν ἔμπειροι, πῶς οὐ δυνατὸν πᾶσαν τὴν σαφήνειαν τῆς φωνῆς τῆς ἐν τῇ οἰκείᾳ φύσει κειμένης μετενεγκεῖν εἰς τὴν ἑτέραν μεταβάλλοντας γλῶσσαν. Τοῦτο οὖν αἴτιον τῆς δυσκολίας τῆς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ γέγονε. Πρὸ γὰρ τριακοσίων ἐτῶν τῆς τοῦ Χριστοῦ παρουσίας, ἐπὶ Πτολεμαίου τοῦ βασιλέως τῶν Αἰγυπτίων, πρὸς τὴν Ἑλλάδα μετηνέχθη γλῶσσαν ἡ Παλαιὰ ∆ιαθήκη, χρησίμως σφόδρα καὶ ἀναγκαίως. Ἕως μὲν γὰρ ἑνὶ ἔθνει τῶν Ἰουδαίων διελέγετο, ἔμενεν ἐν τῇ Ἑβραΐδι φωνῇ. Οὐδεὶς γὰρ τότε ἔμελλεν αὐτῇ προσέχειν, τοῦ λοιποῦ τῶν ἀνθρώπων γένους εἰς θηριωδίαν ἐσχάτην ἐληλακότος. Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ. ∆ιὰ τοῦτο πρό γε τοῦ χρόνου τῆς παρουσίας τοῦ Χριστοῦ ἡρμηνεύθησαν ἅπασαι· ἐπεὶ εἰ ἔμενον ἐν τῇ Ἑβραΐδι διαλέκτῳ μόνον, ἔλεγε δὲ ὁ ∆αυῒδ, Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, πόθεν ἔμελλεν εἰδέναι τὸ λεγόμενον ὁ Σύρος, ἢ ὁ Γαλάτης, ἢ ὁ Μακεδὼν, ἢ ὁ Ἀθηναῖος, ἐν ἀσαφείᾳ μενούσης τῆς Γραφῆς; Πάλιν ὁ Ἡσαΐας ἐβόα· Ὡς πρόβατον ἐπὶσφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ πάλιν· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Καὶ ὁ ∆αυῒδ πάλιν ἔλεγεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· καὶ πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
γʹ. Ἐπεὶ οὖν καὶ περὶ τοῦ πάθους, καὶ περὶ τῆς ἀναστάσεως, καὶ περὶ τῆς ἀναλήψεως, καὶ περὶ τῆς ἐκ δεξιῶν καθέδρας, καὶ περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας, καὶ περὶ πάντων τούτων ἁπλῶς τῶν ἐν τῇ Καινῇ κειμένων προεῖπεν ἡ Παλαιὰ ∆ιαθήκη, ἵνα μὴ ἄγνωστα μένῃ ταῦτα τοῖς ἔθνεσι τοῖς μετὰ ταῦτα μέλλουσιν ἔσεσθαι, καὶ ἀγνοῶσι τῆς προφητείας τὴν ἰσχὺν, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ ἑρμηνευθῆναι τὰς Γραφὰς, οὐ τοῖς ἐξ ἐθνῶν μόνον, ἀλλὰ καὶ Ἰουδαίων τοῖς πανταχοῦ τῆς οἰκουμένης διασπαρεῖσι καὶ τὴν Ἑβραΐδα λοιπὸν ἀποβαλοῦσι γλῶσσαν χρησίμους αὐτὰς ποιῶν. Ἰδοὺ γὰρ, ἐπίστευσεν ὁ ἐξ ἐθνῶν, βλέπων τὰ σημεῖα τῶν Ἰουδαίων. Πῶς εἶχον πάλιν ἐπαγαγέσθαι τὸν Ἰουδαῖον οἱ ἀπόστολοι, εἰ μὴ ἔμελλον αὐτῷ διδάσκαλον οἴκοθεν παρέχειν τὸν προφήτην; Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο· πολλῷ μᾶλλον Ἰουδαίοις διαλεγόμενος ἐδεῖτο συμμαχίας τῆς ἀπὸ τῶν προφητῶν, ὥστε μὴ καὶ ἐκείνους ἐγκαλεῖν, ὅτι καινά τινα καὶ ξενίζοντα εἰσφέρει εἰς τὰς ἀκοὰς αὐτῶν. Καὶ διὰ τί, φησὶν, οὐκ ἦν μία φωνὴ, καὶ πάσης ἦμεν ἀπηλλαγμένοι τῆς δυσκολίας; Μία φωνὴ τὸ παλαιὸν ἦν, ὦ ἄνθρωπε, καὶ ὥσπερ μία φύσις ἀνθρώπων, καὶ μία φωνὴ πάντων ἦν. Οὐκ ἦν ἑτερόγλωσσος ἀπ' ἀρχῆς, οὐκ ἦν ἑτερόφωνος, οὐκ ἦν Ἰνδὸς, οὔτε Θρᾲξ, οὔτε Σκύθης, ἀλλὰ πάντες μιᾷ διελέγοντο γλώσσῃ. Τί οὖν γέγονε τὸ αἴτιον; φησίν. Ἀνάξιοι τῆς μιᾶς ταύτης φωνῆς ἐφάνημεν ἡμεῖς, οἱ ἀγνώμονες ἀεὶ περὶ τὸν εὐεργέτην. Τί λέγεις; φωνῆς ἀνάξιοι ἐφάνημεν; καὶ τὰ μὲν ἄλογα τὴν οἰκείαν φωνὴν ἔχει πάντα· βληχᾶται πρόβατα, μηκῶνται αἶγες, μυκᾶται ταῦρος, χρεμετίζει ἵππος, βρύχεται λέων, ὠρύεται λύκος, συρίζει δράκων· ἕκαστον τῶν ἀλόγων τὸν οἰκεῖον φθόγγον διετήρησεν, ἐγὼ δὲ μόνος τῆς οἰκείας ἀπεστέρημαι φωνῆς; Καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα, καὶ τὰ χειροήθη καὶ τὰ ἀτιθάσσευτα ζῶα ἔμεινεν ἕκαστον ἔχοντα τὴν ἐξ ἀρχῆς συγκληρωθεῖσαν αὐτοῖς φωνήν· ἐγὼ δὲ ὁ ἄρχων αὐτῶν ἠτίμωμαι; κἀκείνοις μὲν ἀκίνητοι αἱ τιμαὶ, ἐγὼ δὲ ἐξέπεσον τῶν δωρεῶν τοῦ Θεοῦ; Καὶ τί τοσοῦτον ἡμάρτηταί μοι; οὐκ ἤρκουν αἱ πρότεραι τιμωρίαι; Ἔδωκέ μοι τὸν παράδεισον, καὶ ἐξέβαλέ με τοῦ παραδείσου· ἔζων βίον ἀταλαίπωρον καὶ πόνων ἀπηλλαγμένον, κατεδίκασέ με ἱδρῶτι καὶ μόχθῳ· ἄσπαρτα καὶ ἀνήροτα πάντα μοι παρεῖχεν ἡ γῆ, ἐκέλευσεν αὐτῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ εἰς αὐτήν με πάλιν ἀπέστρεψε· θανάτῳ με ἐκόλασε· τὸ τῶν γυναικῶν γένος ἐκόλασεν ὑποβαλὼν ὠδῖσι καὶ πόνοις. Οὐκ ἤρκει ταῦτα εἰς τιμωρίαν, ἀλλὰ καὶ τῆς φωνῆς με ἐξέβαλε, καὶ ταύτης ἀπεστέρησε τῆς τιμῆς, ἵνα τοὺς ὁμοφύλους καὶ ὁμογενεῖς καθάπερ θηριώδεις ἀποστρέφωμαι, τῆς φωνῆς διατειχιζούσης μοι τὴν συνουσίαν. ∆ιὰ τοῦτο ηὔξησα τὴν ἀντίθεσιν, ἵν' ὅταν ἐπαγάγω τὴν λύσιν, λαμπροτέρα γένηται ἡ νίκη. Εἰ ἐβούλετό με, φησὶν, ἐκβαλεῖν τούτων ἁπάντων, τίνος ἕνεκέν μοι αὐτὰ παρὰ τὴν ἀρχὴν ἐδίδου; Βούλεσθε ἀπ' αὐτοῦ τούτου ἐπαγάγω τὴν λύσιν, ἀπ' αὐτῆς τῆς ἀντιῤῥήσεως τῆς ψιλῆς; Τοσαύτη γὰρ τῶν ὑπὲρ τοῦ Θεοῦ δικαιωμάτων ἡ περιουσία, ὡς αὐτὴν τοῦ ἀντιλέγοντος τὴν ἀντίῤῥησιν, μηδὲν παρ' ἡμῶν προσλαμβάνουσαν, ἀρκέσαι πρὸς τὴν τῶν ἐγκλημάτων λύσιν. Εἰ ἐβούλετό με ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν αὐτά μοι παρὰ 0 τὴν ἀρχὴν ἐδίδου; Καὶ γὰρ κἀγὼ τὸ αὐτὸ λέγω· εἰ ἐβούλετό σε ἐκβαλεῖν πάντων τούτων, τίνος ἕνεκεν ἐδίδου; Ὥστε ἐπειδὴ οὐκ ἐβούλετό σε ἐκβαλεῖν, διὰ τοῦτο ἔδωκέ σοι ταῦτα παρὰ τὴν ἀρχήν. Τί οὖν ἐγένετο; Οὐχ ὁ Θεός σε ἐξέβαλεν, ἀλλὰ σὺ ἀπώλεσας τὰ δοθέντα. Ἐκεῖνον θαύμαζε τῆς φιλανθρωπίας, ὅτι ἐχαρίσατο· σαυτῷ μέμφου τῆς ῥᾳθυμίας, ὅτι τὸ δῶρον οὐκ ἐφύλαξας. Ὥστε δῆλον, ὅτι οὐχ ὁ παρακαταθέμενος αἴτιος, ἀλλ' ὁ τὴν παρακαταθήκην προδοὺς ἐγκλημάτων ὑπεύθυνος. Ὅτι γὰρ ἐφίλει, καὶ φιλάνθρωπος ἦν, καὶ ἐβούλετο χαρίσασθαι, ἔδειξεν, οὐδενὸς δὲ ἀναγκάζοντος, οὐδὲ βίαν ἐπιτιθέντος, οὐ τὰ κατορθώματά σου θαυμάσας, οὐκ ἔχων σοι πόνων ἀμοιβὴν ἀποδοῦναι· ἀλλ' εὐθέως πλάσας, εὐθέως εἰς τὴν ἀρχὴν μετήγαγε ταύτην, ἵνα δείξῃ, ὅτι οὐκ ἀντίδοσις ἀμοιβῆς ἡ δωρεὰ, ἀλλὰ γυμνὴ ἡ χάρις ἦν. Εἰ δὲ οὐκ ἐφύλαξας τὰ δοθέντα, σαυτὸν αἰτιῶ, μὴ τὸν δεδωκότα τὴν δωρεάν. Ἆρ' οὖν τοῦτο μόνον ἔχομεν εἰπεῖν ὑπὲρ τοῦ ∆εσπότου; Ἱκανὴ μὲν οὖν καὶ αὕτη ἡ ἀπολογία· ἀλλ' ἡ ἄπειρος αὐτοῦ ἀγαθότης καὶ ἡ ἄῤῥητος φιλανθρωπία καὶ ἑτέραν ἡμῖν περιουσίαν δικαιωμάτων παρέχει. Οὐδὲ γὰρ τοῦτο μόνον ἔστιν εἰπεῖν, ὅτι αὐτὸς μὲν ἔδωκε, σὺ δὲ ἀπώλεσας· ἀπήλλακται μὲν γὰρ καὶ οὕτω τῶν ἐγκλημάτων ὁ δοὺς, μᾶλλον δὲ καὶ μεγίστου θαύματός ἐστιν ἄξιος, ὅτι καὶ προειδὼς ὅτι ἀπολεῖς, οὐκ ἀπεστέρησέ σε τῆς δωρεᾶς· πλὴν ἀλλὰ καὶ ἕτερον πολλῷ μεῖζον ἔχω τούτων εἰπεῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ μετὰ τὸ ἀπολέσαι ἐξ οἰκείας ῥᾳθυμίας, πάλιν ἀποδέδωκέ σοι τὰ ἀπολωλότα· μᾶλλον δὲ οὐ τὰ ἀπολωλότα μόνον, ἀλλὰ καὶ πολλῷ μείζονα τούτων. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι τὸν οὐρανόν. Ὁρᾷς πῶς μείζων ἡ ἐμπορία τῆς ζημίας, πῶς πλείων ὁ πλοῦτος; Ἔδωκέ σοι τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ· ἐκέλευσε τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἐνεγκεῖν, καὶ ἐβλάστησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. δʹ. Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν τοῦ Θεοῦ, μέχρι πόσου κατέβη. Ἐν τοῖς ἀπολλύουσί τινα τῶν οἰκείων κτημάτων, κἂν μείζονα λάβωσι καὶ πολυτελέστερα, ἐκεῖνα τὰ ἀπολωλότα ζητεῖν ἐφίενται, καὶ μὴ πρότερον πληροφορεῖσθαι, ἕως ἂν αὐτὰ ἀπολάβωσιν. Ἐπεὶ οὖν ἀπώλεσας παράδεισον, οὐχὶ τὸν οὐρανόν σοι δέδωκε μόνον, ἀλλὰ καὶ παράδεισον καὶ οὐρανόν. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησίν· ἵνα μὴ μόνον τῇ τῶν μειζόνων προσθήκῃ, ἀλλὰ καὶ τῇ τῶν ἀπολωλότων ἀνακτήσει παραμυθήσηται τὴν ὀδυνωμένην ψυχήν. Ἀλλ', εἰ δοκεῖ, καὶ ἐπ' αὐτὸ τοῦτο ἔλθωμεν τὸ προκείμενον, καὶ ἴδωμεν πῶς ἀπωλέσαμεν τὴν φωνήν. Οὐδὲ γὰρ μικρὸν εἰς ἀσφαλείας λόγον ἡ ἱστορία. Ὁ γὰρ μαθὼν τὸν τρόπον τῆς προτέρας ἀσφαλείας, πρὸς τὰ λοιπὰ ἀσφαλέστερος ἔσται. Ἀναγκαῖον δὲ πάντα πρὸς ὑμᾶς εἰπεῖν· οἷον, ὅτι μία φωνὴ τὸ παλαιὸν πάντων ἀνθρώπων ἦν, ὅτι εἰς πολλὰς ὕστερον μετέπεσε· μέχρι πότε μία ἦν, καὶ πότε μετέπεσεν εἰς πολλάς· καὶ πότερον αὐτὴ ἐκείνη ἠφανίσθη, καὶ ἕτεραι εἰσηνέχθησαν, ἢ μενούσης ἐκείνης ἐπεισήχθησαν αἱ λοιπαί· διὰ τί συνεχύθη, καὶ ἐκ ποίας αἰτίας· εἶτα ποίᾳ τούτων τῶν πολλῶν φωνῶν ἡ Παλαιὰ συνέκειτο ∆ιαθήκη· διὰ γὰρ ἐκείνην πάντα ταῦτα ἐκινήσαμεν· πότερον τῇ ἀρχαίᾳ καὶ πρεσβυτέρᾳ, ἢ ταῖς ὕστερον ἐπεισενεχθείσαις. Ἀλλὰ μὴ δείσητε· κἂν γὰρ μὴ τήμερον ἅπαντα δυνηθῶμεν ἀποδοῦναι, ἀλλὰ πάντως ὑμῖν ἀποδώσομεν ὕστερον. Τίνος οὖν ἕνεκεν μὴ μέλλοντες ἅπαντα τήμερον ἀποδιδόναι, ἁπάντων τῶν ὀφλημάτων τὴν ὑπόθεσιν ὑμῖν ἀνέγνωμεν; Ἵνα προσδοκῶντες τὴν ἀπόδοσιν, διαπαντὸς κατὰ νοῦν ἡμᾶς ἔχητε. Καὶ γὰρ ὁ χρυσίον τινὶ δανείσας, καὶ ὑπεύθυνον ἔχων τοῦ ὀφλήματος, καὶ ἐν τραπέζῃ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν κλίνῃ, καὶ πανταχοῦ τὸν ὀφείλοντα αὐτῷ φαντάζεται καὶ ὀνειροπολεῖ· καὶ ὁ τῶν χρημάτων ἔρως μετὰ τῶν χρημάτων κἀκεῖνον ἐπὶ τῆς τοῦ δεδανεικότος ποιεῖ διαπαντὸς περιφέρεσθαι ψυχῆς. Ἵνα οὖν καὶ ἡμεῖς τῇ ἐλπίδι τῆς ἀποδόσεως ἐσώμεθα διαπαντὸς ἐν ταῖς ὑμετέραις διανοίαις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ὅπου δ' ἂν ἦτε, διὰ τοῦτο τὰ μὲν ὀφλήματα ὡμολογήσαμεν, τὴν δὲ ἀπόδοσιν ἅπασαν οὐ ποιούμεθα σήμερον, ἵνα τῇ προσδοκίᾳ τῶν λειπομένων ὑπόθεσιν τῆς περὶ ἡμῶν μνήμης παρ' ὑμῖν καταλείψωμεν. Μεγάλη γὰρ ἡμῶν ἀσφάλεια, τῆς ὑμετέρας ἀγάπης ἀπολαύειν διηνεκῶς, δήμου τοιούτου καὶ τοσούτου. Ὁ γὰρ ἀγάπης ἀπολαύων, καὶ εὐχῆς ἀπολαύσεται πάντως. Τοῦτο δὲ ἡλίκον ἐστὶν ἀγαθὸν, δῆλον ἐκεῖθεν· Παῦλος ἐκεῖνος, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ ῥήματα ἀκούσας ἄῤῥητα, ὁ πάσας καταπατήσας τὰς ἀνάγκας τῆς φύσεως, ὁ ἐν ἀσφαλείᾳ τελείᾳ λοιπὸν ὢν, ἐδεῖτο καὶ εὐχῆς τῶν μαθητῶν, καὶ ἔλεγε· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων· καὶ πάλιν, Προσεύχεσθε, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Καὶ πανταχοῦ ὁρᾶτε αὐτὸν καὶ αἰτοῦντα τὰς εὐχὰς τῶν μαθητῶν, καὶ εὐχαριστοῦντα αὐτοῖς μετὰ τὸ λαβεῖν. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι διὰ ταπεινοφροσύνην καταφεύγει ἐπὶ τὰς εὐχὰς τῶν μαθητῶν, δείκνυσιν αὐτῶν καὶ τὴν δύναμιν, οὕτω λέγων· Ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς· ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας; Ἐπειδὴ γὰρ καθ' ἑαυτοὺς εὐχόμενοι ἀσθενεῖς ἐσμεν, ὅταν δὲ συλλεγῶμεν, ἰσχυροὶ γινόμεθα μᾶλλον, δυσωποῦμεν τὸν Θεὸν τῷ πλήθει καὶ τῇ συμμαχίᾳ. Οὕτω καὶ βασιλεὺς πολλάκις τινὰ παραπέμψας θανάτῳ, ἑνὶ μὲν οὐκ ἐπένευσε δεομένῳ περὶ τοῦ καταδικασθέντος, πόλιν δὲ ὁλόκληρον παρακαλοῦσαν ἐδυσωπήθη, καὶ τὸν ἐπὶ τὸ βάραθρον ἀπαγόμενον διὰ τὸ πλῆθος τῶν παρακαλούντων ἐξήρπασε τῆς καταδίκης, καὶ πρὸς ζωὴν ἐπανήγαγε. Τοσαύτη ἡ δύναμις τῆς τοῦ πλήθους ἱκετηρίας ἐστί. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα συλλεγόμεθα πάντες, ἵνα μειζόνως εἰς οἶκτον ἐπισπασώμεθα τὸν Θεόν. Ἐπειδὴ γὰρ καθ' ἑαυτοὺς εὐχόμενοι, καθὼς ἔφθην εἰπὼν, ἀσθενεῖς ἐσμεν, ἀπὸ τοῦ συνδέσμου τῆς ἀγάπης δυσωποῦμεν τὸν Θεὸν δοῦναι ἡμῖν τὰ αἰτούμενα. Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω, οὐδὲ δι' ἐμαυτὸν μόνον, ἀλλ' ἵνα ἀεὶ σπεύδητε εἰς τὰς συνάξεις, ἵνα μὴ λέγητε· Τί γὰρ, ἐν τῇ οἰκίᾳ οὐ δύναμαι εὔξασθαι; ∆ύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων.
εʹ. Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης; Ἐδέδετο ὁ Πέτρος ποτὲ ἐν τῷ δεσμωτηρίῳ, καὶ ἁλύσεις περιέκειτο πολλάς· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας περὶ αὐτοῦ γινομένη, καὶ εὐθέως αὐτὸν ἀπήλλαξε τοῦ δεσμωτηρίου. Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε; Παῦλος γὰρ καὶ Πέτρος πύργοι καὶ στῦλοι τῆς Ἐκκλησίας· καὶ τοῦ μὲν τὰ δεσμὰ ἔλυσε, τοῦ δὲ τὸ στόμα ἀνέῳξεν. Ἵνα δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ' ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν. Καίτοι γε εἴ τις τῶν πολλῶν ὑμῶν ἐπιτάξειεν εὔχεσθαι καθ' ἑαυτὸν ὑπὲρ τῆς τοῦ ἐπισκόπου σωτηρίας, ἕκαστος ἂν παραιτήσαιτο, ὡς μεῖζον τὸ φορτίον τῆς αὐτοῦ δυνάμεως ὅν· κοινῇ δὲ πάντες ἀκούοντες τοῦ διακόνου τοῦτο κελεύοντος καὶ λέγοντος,
∆εηθῶμεν ὑπὲρ τοῦ ἐπισκόπου, καὶ τοῦ γήρως, καὶ τῆς ἀντιλήψεως, καὶ ἵνα ὀρθοτομῇ τὸν λόγον τῆς ἀληθείας, καὶ ὑπὲρ τῶν ἐνταῦθα, καὶ ὑπὲρ τῶν ἁπανταχοῦ, οὐ παραιτεῖσθε ποιεῖν τὸ ἐπίταγμα, ἀλλὰ μετ' ἐκτενείας ἀναφέρετε τὴν εὐχὴν, εἰδότες τῆς ὑμετέρας συνόδου τὴν δύναμιν. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα· τῇ γὰρ εὐχῇ τῶν κατηχουμένων οὐδέπω τοῦτο ἐπιτέτραπται, ἐπειδὴ οὐδέπω πρὸς τὴν παῤῥησίαν ἔφθασαν ταύτην· ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν. Ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν, ὅτι μία φωνὴ ἦν τὸ παλαιόν. Πόθεν οὖν δῆλον, ὅτι μία φωνὴ ἦν; Καὶ ἦν πᾶσα ἡ γῆ, φησὶ, χεῖλος ἕν. Ἀσαφὲς τὸ εἰρημένον. Ἡ γῆ χεῖλος ἔχει; Οὐδαμῶς. Τί οὖν φησι, καὶ περὶ τίνος; Οὐ περὶ ταύτης λέγει τῆς γῆς τῆς ἀναισθήτου, τῆς ἀκινήτου· ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων γένος οὕτως ἐκάλεσε, τῆς οἰκείας αὐτοὺς ἀναμιμνήσκων φύσεως, τῆς μητρὸς εἰς ὑπόμνησιν ἄγων, ὅθεν ἐγένοντο. ∆ιπλοῦν γὰρ τοῦτο τὸ ζῶον, ὁ ἄνθρωπος, λέγω, ἐκ δύο συγκείμενος οὐσιῶν, τῆς μὲν αἰσθητῆς, τῆς δὲ νοητῆς, ψυχῆς, λέγω, καὶ σώματος, καὶ ἐν οὐρανῷ καὶ ἐν γῇ συγγένειαν ἔχων. ∆ιὰ μὲν γὰρ τῆς νοητῆς οὐσίας κοινωνεῖ ταῖς ἄνω δυνάμεσι, διὰ δὲ τῆς αἰσθητῆς τοῖς τῆς γῆς συνῆπται πράγμασι, σύνδεσμός τις ὢν ἀκριβὴς ἑκατέρας τῆς κτίσεως. Ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ' ἀφ' ἑτέρας μείζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ψυχὴ ἡμῖν εἰς κατορθώματα, ἐὰν μὴ ἀπολαύσωμεν τῆς βοηθείας ἐκείνης. Καὶ ἵνα μάθητε, ὅτι, οὐδὲ ἡ ψυχὴ ἀρκεῖ ἡμῖν εἰς κατορθώματα· καὶ τί λέγω, εἰς κατορθώματα; οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων· Ψυχικὸς, φησὶν, ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν. Ἀλλ' ὅπερ ἔλεγον, ὅτι κατορθοῦντες μὲν πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ἁμάρτωμεν καὶ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἀνάξιον τῆς ἡμετέρας εὐγενείας, ἀπὸ τῆς εὐτελοῦς ἡμᾶς καλεῖ φύσεως, γῆν ἡμᾶς ὀνομάζων. Ἐπεὶ οὖν καὶ ἐνταῦθα μέλλει τινῶν κατηγορήσειν τῶν τὸν πύργον οἰκοδομησάντων, τῶν εἰς ἀπόνοιαν ἐπαρθέντων, τῶν μείζονα ἔννοιαν λαβόντων τῆς οἰκείας ἀξίας, μέλλει δὲ αὐτῶν κατηγορεῖν ἀπόνοιαν, διὰ τοῦτο ἀπὸ τῆς εὐτελοῦς αὐτοὺς ἐκάλεσεν οὐσίας εἰπών· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν. Καὶ ἵνα μάθητε, ὅτι οὕτω καλεῖ ἡμᾶς, ὅταν ἁμάρτωμεν, τὸν Ἀδὰμ μετὰ τὴν ἁμαρτίαν οὕτως ἐκάλεσεν εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ μὴν οὐκ ἦν γῆ μόνον, ἀλλὰ καὶ ἀθάνατον εἶχε ψυχήν. Τίνος οὖν ἕνεκεν γῆν αὐτὸν ἐκάλεσεν; Ἐπειδὴ ἥμαρτεν. Ὅτε γοῦν ἔπλαττεν αὐτὸν, οὐκ ἐκάλεσεν αὐτὸν οὕτως· ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς. Καὶ ἔσται ὁ φόβος αὐτῶν καὶ ὁ τρόμος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁρᾷς οἷα τὰ προέδρια τῆς φύσεως; οἷαι αἱ τιμαί; οἷα τὰ ἐγκώμια; Ἀλλὰ πρὸ τῆς ἁμαρτίας· μετὰ δὲ τὴν ἁμαρτίαν λοιπὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἄκουσον δὲ καὶ τοῦ Μαλαχίου τοῦτο αἰνιττομένου, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου· Ἰδοὺ γὰρ ἀποστέλλω ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην. Τίνος οὖν ἕνεκεν ἀποστέλλει; Ὥστε ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ μέλλει τὸ δικαστήριον ἐφίστασθαι τὸ φοβερὸν ἐκεῖνο καὶ φρικῶδες, ἵνα μὴ ἀναπολογήτους λαβὼν ὑπὸ τὰς εὐθύνας ὁ δικαστὴς κατακρίνῃ τινάς· ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ πρὸ πολλῶν χρόνων εἰρημένα εἰς ὀλιγωρίαν ἐμπίπτειν εἴωθεν· ἀνανεῶν τοίνυν τὴν μνήμην ἡμῶν ἔρχεται ἐκεῖνος ὁ προφήτης. Ἀλλ' ὅτι γῆ καλοῦνται οἱ ἁμαρτάνοντες, τοῦτο ἀποδεῖξαι χρὴ νῦν.
ςʹ. Εἰπὼν τοίνυν, Ὅπως ἐπιστρέψῃ καρδίαν πατρὸς πρὸς υἱὸν, ἐπήγαγε· Μή ποτε ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· πατάσσει δὲ τοὺς ἁμαρτάνοντας. Ὁρᾷς τοὺς ἁμαρτάνοντας γῆν καλουμένους; Πάλιν ἀλλαχοῦ περὶ τοῦ Χριστοῦ διηγούμενος ὁ προφήτης, οὕτως ἔλεγεν· Ἔσται δικαιοσύνῃ περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ· οὐχ ὅτι πλευρὰ καὶ ὀσφὺς περὶ τὸν Θεόν· ἀσώματον γὰρ τὸ Θεῖον· ἀλλὰ τὸ ἀδέκαστον καὶ ἀπαραλόγιστον τῆς τοῦ δικαστοῦ κρίσεως διὰ τούτων ἡμῖν ἐμφαίνει· καὶ ὅτι οὐδαμοῦ συκοφάνται λοιπὸν, οὐδὲ οἱ ἐπηρεάζοντες, οὐδὲ ἡ διὰ τῶν χρημάτων διαφθορὰ, οὐδὲ ἄγνοια τοῦ δικαίου. Ἐν τούτοις μὲν γὰρ τοῖς δικαστηρίοις καὶ ἀνεύθυνος κολάζεται, καὶ ὑπεύθυνος διαφεύγει· διέφθαρται γὰρ πολλαχοῦ τὸ δίκαιον· ἐπειδὰν δὲ ὁ δίκαιος κριτὴς καὶ ἀπαραλόγιστος παραγένηται, ὁ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ περιειλημμένος τὰς πλευρὰς αὐτοῦ, τῶν δικαίων μετὰ ἀκριβείας ἅπαντες τεύξονται. Καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ τῆς γῆς λέγει, ἀλλὰ περὶ ἁμαρτωλῶν, ἐπήγαγεν, ὅτι Καὶ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβεῖς. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοὺς ἁμαρτωλοὺς ἐκάλεσε γῆν; Ταῦτ' οὖν εἰδὼς, ὅταν ἀκούσῃς, ὅτι Ἡ γῆ πᾶσα ἦν χεῖλος ἓν, τὴν ἀνθρωπίνην πάλιν ἐννόει φύσιν· ἀναμιμνήσκει γὰρ τῆς οἰκείας εὐτελείας ἡμᾶς· καὶ γὰρ μέγα ἀγαθὸν τὴν οἰκείαν ἐπισκέπτεσθαι συγγένειαν, καὶ εἰδέναι πόθεν συνεστήκαμεν. Ἀρκοῦσα αὕτη διδασκαλία ταπεινοφροσύνης, ἡ τῆς φύσεως ἐπίσκεψις· πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ. ∆ιὰ τοῦτο παρῄνει τις λέγων· Πρόσεχε σεαυτῷ· ἀναλόγισαι τὴν φύσιν σου καὶ τὴν κατασκευὴν, καὶ ἀρκεῖ σοι τοῦτο πρὸς τὸ κατεστάλθαι διηνεκῶς. ∆ιὰ τοῦτο ὁ δίκαιος ἐκεῖνος Ἀβραὰμ διαπαντὸς τοῦτον εἶχε τὸν λογισμὸν ἐν ἑαυτῷ, καὶ οὐδέποτε μέγα ἐφρόνει. Ὁ γοῦν Θεῷ διαλεγόμενος, καὶ παῤῥησίας τοσαύτης ἀπολαύων, καὶ μαρτυρηθεὶς παρ' αὐτοῦ ἐπὶ ἀρετῇ, ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἄλλος βουλόμενος πάλιν τὸν πεφυσιωμένον ἄνθρωπον καταστεῖλαι, οὐ μακροὺς κινεῖ λόγους, ἀλλ' ἀναμιμνήσκει αὐτὸν τῆς φύσεως μόνον, καὶ ἐπιτιμᾷ σφοδρῶς, οὑτωσὶ λέγων· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Τὰ μετὰ τὸν θάνατόν μοι φαινόμενα λέγεις; Κατάστειλον αὐτὸν ζῶντα. Οὐκ οἶδε νῦν, ὅτι γῆ καὶ σποδός ἐστιν. Ὁρᾷ τὴν εὐπρέπειαν τοῦ σώματος, ὁρᾷ τὴν δυναστείαν, τὴν θεραπείαν τῶν κολάκων, τοὺς παρασίτους ἀκολουθοῦντας. Ἱμάτια περίκειται πολυτελῆ, ὄγκον ἀρχῆς περιβέβληται μέγαν, ἡ φαντασία αὐτὸν ἀπατᾷ καὶ ἐπιλαθέσθαι ποιεῖ τῆς φύσεως. Οἴδαμεν, ὅτι γῆ ἐσμεν καὶ σποδός· ἀλλ' ἡμεῖς οἱ σωφρονοῦντες· ἐκεῖνος δὲ οὐκ ἀναμένει τὴν ἀπὸ τοῦ τέλους ἀπόδειξιν, οὐδὲ ἔρχεται πρὸς τὰς σοροὺς καὶ τὰς θήκας τῶν προγόνων, ἀλλὰ πρὸς τὰ παρόντα βλέπει, οὐδὲν τῶν μελλόντων ἐννοεῖ. ∆ίδαξον αὐτὸν ἐντεῦθεν ἤδη, ὅτι γῆ καὶ σποδός ἐστιν. Ἀνάμεινόν με, φησὶ, καὶ οὐ διδάσκω τοῦτο, ἀλλὰ πολλῷ ἄλλο εὐτελέστερον· ἵν', ὅταν φαντάζηται, ἐπιγινώσκῃ τὴν ἑαυτοῦ εὐτέλειαν· ἵνα ζῶν λάβῃ τὸ φάρμακον. Εἰπὼν γὰρ, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ἐπήγαγεν· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Τί ἐστιν, Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ; Τάχα ἀσαφὲς τὸ εἰρημένον. Ἐνδόσθια τὰ ἔγκατα λέγει, τὰ σπλάγχνα λέγει, τὴν γαστέρα τὴν γέμουσαν σκυβάλων καὶ πολλῆς ἀκαθαρσίας καὶ δυσωδίας, οὐ κατηγορῶν τῆς φύσεως, ἀλλ' εἰς ταπεινοφροσύνην ἐνάγων· Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται. Εἶδες τὸ εὐτελὲς καὶ ἐπίκηρον τῆς οὐσίας; Μὴ ἀναμείνῃς τὴν ἡμέραν τῆς τελευτῆς, ἵνα μάθῃς σου τὴν ἀσθένειαν· ἔτι μοι ζῶντα τὸν ἄνθρωπον διερεύνησον, καὶ εἰς τὰ ἔγκατα αὐτοῦ διάβηθι τῷ λόγῳ, καὶ πᾶσαν αὐτοῦ τὴν οὐδένειαν ὄψει. Ἀλλὰ μὴ καταπέσῃς· οὐδὲ γὰρ μισῶν ἡμᾶς, ἀλλὰ φειδόμενος οὕτως ἐποίησεν ὁ Θεὸς, προφάσεις ἡμῖν ταπεινοφροσύνης παρέχων μεγάλας. Εἰ γὰρ ἄνθρωπος γῆ ὢν καὶ σποδὸς, ἐτόλμησεν εἰπεῖν, ὅτι Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· εἰ μὴ τὸν τῆς φύσεως χαλινὸν εἶχε, ποῦ οὐκ ἂν ἐξέπεσε τῇ διανοίᾳ; Ὅταν οὖν ἴδῃς τινὰ πεφυσιωμένον, τὸν αὐχένα ἀνατείνοντα, τὰς ὀφρῦς ἀνασπῶντα, ἐπὶ τοῦ ὀχήματος φερόμενον, ἀπειλοῦντα, εἰς δεσμωτήριον ἐμβάλλοντα, θανάτῳ παραδιδόντα, ἐπηρεάζοντα, εἰπὲ πρὸς αὐτόν· Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ὅτι καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐνδόσθια αὐτοῦ. Ταῦτα οὐ περὶ ἀνθρώπου μόνον ἰδιώτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ ἔστιν εἰπεῖν. Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ, ἀλλ' αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ οὐδὲν ὄψει πλέον ἔχουσαν τῶν πολλῶν· μᾶλλον δὲ, εἰ βούλει, καὶ τὴν ἁλουργίδα, καὶ τὸ διάδημα, καὶ τὰ ἱμάτια, καὶ πᾶσαν περίελθε τὴν φαντασίαν ἐκείνην, καὶ τούτων αὐτῶν ὄψει πάλιν τὴν γῆν οὖσαν ὑπόθεσιν. Πᾶσα γὰρ δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἰδοὺ καὶ γῆς εὐτελέστερος ἐφάνη ὁ καλλωπισμὸς ἐκεῖνος ἅπας. Ὁρᾷς πῶς καταστέλλει τὸ φύσημα; πῶς καθαιρεῖ πᾶσαν ἀπόνοιαν ἡ ἔννοια τῆς φύσεως αὐτῆς; Ἀρκεῖ μόνον λογίσασθαι τίνες ἐσμὲν, καὶ πόθεν συνεστήκαμεν, καὶ πᾶσα οἰχήσεται λογισμῶν ἀπόνοια. ∆ιὰ γὰρ τοῦτο ἐκ δύο οὐσιῶν κατεσκεύασεν ἡμᾶς ὁ Θεὸς, ἵν' ὅταν μὲν εἰς ἀπόνοιαν ἐπαρθῇς, καταστείλῃ σε τὸ εὐτελὲς τῆς σαρκός· ὅταν δὲ ἀνάξιόν τι καὶ ἀγεννὲς τῆς δοθείσης σοι παρὰ τοῦ Θεοῦ τιμῆς ἐννοήσῃς, ἀναγάγῃ σε πρὸς τὸν τῶν οὐρανίων δυνάμεων ζῆλον ἡ τῆς ψυχῆς εὐγένεια.
ζʹ. Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους. Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή· ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως, καὶ τότε πᾶσαν αὐτὴν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· μὴ στῇς μέχρι τῆς ἐπιφανείας, ἀλλ' ἐνδοτέρω διάβηθι τῷ λογισμῷ, καὶ οὐδὲν ἕτερον εὑρήσεις, ἀλλ' ἢ ὀστᾶ καὶ νεῦρα καὶ φλέβας. Ἀλλ' οὐκ ἀρκεῖ ταῦτα; Λόγισαί μου ταύτην ἀλλοιουμένην, γηράσκουσαν, ἀῤῥωστοῦσαν, ὑφιζάνοντας ὀφθαλμοὺς, καὶ κοιλαινομένας παρειὰς, ἅπαν καταῤῥέον τὸ ἄνθος ἐκεῖνο· ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητί σου τὴν κρίσιν. Πηλὸν θαυμάζεις καὶ σποδὸν, καὶ κόνις σε ἐκκαίει καὶ τέφρα. Οὐ κατηγορῶν τῆς φύσεως ταῦτα λέγω· μὴ γένοιτο· οὐ κακίζων, οὐδὲ εἰς εὐτέλειαν ἐμβάλλων, ἀλλὰ φάρμακα τοῖς νοσοῦσι κατασκευάζων. ∆ιὰ τοῦτο ὁ Θεὸς τοιαύτην αὐτὴν ἐποίησεν, οὕτως εὐτελῆ, ἵνα καὶ τὴν οἰκείαν δύναμιν ἐπιδείξηται, καὶ τὴν κηδεμονίαν τὴν περὶ ἡμᾶς, τῇ τῆς φύσεως μὲν εὐτελείᾳ πρὸς ταπεινοφροσύνην ἐνάγων, καὶ πᾶσαν τὴν ἐπιθυμίαν ἡμῶν καταστέλλων, τὴν δὲ σοφίαν δεικνὺς τὴν ἑαυτοῦ, ὡς καὶ ἐν πηλῷ τοσοῦτον ἰσχύων ἐξασκῆσαι κάλλος. Ὥστε ὅταν ἐξευτελίσω τὴν οὐσίαν, τότε ἐκκαλύπτω τὴν τέχνην τοῦ ∆ημιουργοῦ. Ὥσπερ γὰρ ἀνδριαντοποιὸν τότε μᾶλλον θαυμάζομεν, οὐχ ὅταν ἐκ χρυσίου καλὸν ἡμῖν δείξῃ τὸν ἀνδριάντα, ἀλλ' ὅταν ἐκ πηλοῦ τῆς ὕλης ὑποκειμένης ἀπηρτισμένην καὶ ἀκριβῆ τὴν εἰκόνα ἐργάζηται οὕτω καὶ τὸν ἀριστοτέχνην Θεὸν ἐκπληττόμεθα καὶ δοξάζομεν, ὅτι ἐν σποδῷ καὶ πηλῷ κάλλος ἀμήχανον καὶ σοφίας ἀῤῥήτου τινὸς ἐπίδειξιν τοῖς σώμασιν ἡμῶν ἐναπέθετο. Καὶ τοῦτο οὐκ ἐν τῷ σώματι μόνον τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐν πάσῃ τῇ κτίσει ἐποίησεν. Εὐτελεῖς γὰρ πολλαχοῦ παραγαγὼν τὰς οὐσίας, καὶ τῆς οἰκείας τέχνης δεῖγμα σαφὲς ἐγκατέθηκε, καὶ τῆς τῶν οὐσιῶν ἀσθενείας ἔλεγχόν τινα ἐγκατέμιξεν· ἵνα διὰ μὲν τὴν τέχνην καὶ τὸ κάλλος θαυμάζῃς τὸν ∆ημιουργὸν, διὰ δὲ τὴν ἀσθένειαν καὶ τὴν εὐτέλειαν τῆς φύσεως καὶ τῆς οὐσίας μὴ προσκυνήσῃς τὰ γενόμενα. Φαιδρὸς ὁ ἥλιος λάμπων, καὶ πᾶσαν καταυγάζει τὴν οἰκουμένην· ἀλλ' ἐλθούσης τῆς νυκτὸς ἐκλείπει. Τί γὰρ, φησὶ, φωτεινότερον ἡλίου; Ἀλλὰ καὶ τοῦτο ἐκλείπει· οὐκ ἐν νυκτὶ δὲ μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ. Καὶ διὰ τοῦτο πολλάκις καὶ ἐν ἡμέρᾳ ἥλιος ἐξέλιπεν, ἵνα θαυμάζῃς μὲν διὰ τὴν τέχνην τὸν ∆ημιουργὸν, μὴ προσκυνήσῃς δὲ διὰ τὴν ἀσθένειαν τὸ γενόμενον. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ἡλίκον ἐστὶ σῶμα; πῶς καλόν; πῶς ἀποστίλβον, καὶ τῶν ἡμετέρων βέλτιον σωμάτων κατὰ τὴν ἐπιφάνειαν; Ἀλλ' ἄψυχόν ἐστιν. Εἶδες καὶ τῆς τέχνης τὴν ἐπίδειξιν, καὶ τῆς ἀσθενείας τὸν ἔλεγχον; ὁρᾷς ἑκατέρωθέν σοι τὰ ὀχυρώματα κείμενα; Ἵνα γὰρ μὴ καταγινώσκῃς τοῦ ∆ημιουργοῦ ὡς ἀσθενοῦς, καλὰ ἐποίησεν· ἵνα δὲ μὴ προσκυνῇς τὰ γενόμενα ὡς θεοὺς, ἀσθενῆ ταῦτα ἐκ μέρους εἰργάσατο. Ταῦτα μέμνησθε διηνεκῶς. ∆ιὰ τοῦτο Γραφὰς ἑρμηνεύομεν, οὐχ ἵνα Γραφὰς μάθητε μόνον, ἀλλ' ἵνα καὶ τὰ ἤθη διορθώσητε. Ἂν γὰρ τοῦτο μὴ γένηται, περιττῶς ἀναγινώσκομεν, περιττῶς ἐξηγούμεθα. Ὥσπερ γὰρ ἀθλητὴς εἰς παλαίστραν εἰσιὼν ἀλειφόμενος καὶ ἀπολαύων τῶν χειρῶν τοῦ παιδοτρίβου, ἂν τοῦ ἀγῶνος παραγενομένου ἐλέγξῃ ἐκείνην τὴν τέχνην, περιττῶς εἰσήχθη εἰς τὴν παλαίστραν· οὕτως ἂν ἐνταῦθα παραγινόμενοι, καὶ μανθάνοντες τὰ παλαίσματα πάντα καὶ τὰς λαβὰς τοῦ διαβόλου, τοῦ καιροῦ τῶν ἀγώνων ἐλθόντος ὑποσκελισθῆτε, ἢ εὔμορφον ὄψιν ἰδόντες, ἢ πρὸς ἀπόνοιαν ἐπαρθέντες, ἢ ἑτέρῳ τινὶ πονηρῷ χειρωθέντες λογισμῷ, μάτην ἐνταῦθα εἰσήλθετε. Μέμνησθε τοίνυν τῶν λόγων, οὐ τῶν κατὰ τῆς φύσεως τῆς ἡμετέρας, ἀλλὰ τῶν κατὰ τῆς ἐπιθυμίας τῆς ἀκολάστου. Οὐ φύσεως ἔγκλημα τὰ εἰρημένα, ἀλλὰ ἐπιθυμίας τὰ λεγόμενα. Ταύτῃ καταστέλλετε θυμὸν, οὕτω πραΰνατε ἐπιθυμίαν, οὕτω κατασπᾶτε ἀπόνοιαν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. Ἰδοὺ τὸ ζητούμενον ἔτι. Οὐ περὶ ταύτης ὁ λόγος, ἀλλ' ὅτι πάντες οἱ ἄνθρωποι φωνὴν εἶχον μίαν. ∆ιὰ τί δὲ χεῖλος ἓν ἐκάλεσε τὴν φωνήν; Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ ῥήματα, γλῶσσαν. Ἀναγκαῖον δὲ καὶ τοῦτο εἰδέναι διὰ τοὺς αἱρετικοὺς, τοὺς κατηγοροῦντας τῆς δημιουργίας τοῦ Θεοῦ, τοὺς λέγοντας, ὅτι πονηρὸν τὸ σῶμα. Ἐπειδὴ γὰρ τὰ πονηρὰ κινήματα τῆς διανοίας τοῖς μέλεσι τοῦ σώματος ἡ Γραφὴ καλεῖ· οἷόν τι λέγω· Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· νομίζουσιν οὖν τινες, ὅτι περὶ τῆς γλώττης εἴρηται. Οὐκ εἴρηται δὲ περὶ τῆς γλώττης· μὴ γένοιτο· ἔργον γάρ ἐστι τοῦ Θεοῦ· ἀλλὰ περὶ τῶν ῥημάτων τῶν φονικῶν, τῶν ἀποκτιννύντων ἀνθρώπους, τῶν ἐμπιπτόντων ξίφους χαλε πώτερον. Ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα· καὶ πάλιν· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά· οὐ περὶ τοῦ μέλους λέγων τοῦ σώματος, ἀλλὰ περὶ τῶν ὑπούλων ῥημάτων. Οὕτω καὶ ἐνταῦθα εἰπὼν, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, οὐ τοῦτο ἐδίδαξεν, ὅτι πάντες ἄνθρωποι εἶχον ἓν χεῖλος, ἀλλὰ χεῖλος τὴν φωνὴν ἐκάλεσεν. Εἰπὼν γὰρ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἐπήγαγε, Καὶ φωνὴ μία πᾶσιν. Οὕτως ὅταν λέγῃ, Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, οὐ τοῦ λάρυγγος κατηγορεῖ, ἀλλὰ τῶν κακῶν ῥημάτων τῶν ἀναβαινόντων ἐκεῖθεν, τῶν νεκρῶν δογμάτων. Τάφος γὰρ τοῦτό ἐστι, νεκρῶν δοχεῖον ὀστῶν καὶ σωμάτων. Τοιαῦτα κἀκείνων τὰ στόματα, τῶν κατηγορούντων τοῦ ∆ημιουργοῦ· τοιαῦτα τὰ στόματα τῶν αἰσχρὰ φθεγγομένων ἀνθρώπων, τῶν λοιδορούντων, τῶν δυσώδη καὶ πονηρὰ ῥήματα ἐκ τῆς οἰκείας φάρυγγος ἐκβαλλόντων.
ηʹ. Εὐωδίας αὐτὴν ἔμπλησον, ἄνθρωπε, μὴ δυσωδίας· θησαυρὸν ποίησον βασιλικὸν, μὴ τάφον σατανικόν. Εἰ δὲ τάφος ἐστὶ, κἂν ἀπόκλεισον, ἵνα μὴ προβαίνῃ ἡ δυσωδία. Πονηρὰ ἔχεις ἐνθυμήματα; Μὴ προενέγκῃς αὐτὰ διὰ ῥημάτων· ἔασον κάτω κεῖσθαι, καὶ ταχέως ἀποπνίγονται. Ἄνθρωποί ἐσμεν, πολλὰ πολλάκις πονηρὰ βουλευόμενοι καὶ ἄτοπα καὶ αἰσχρὰ βουλεύματα· ἀλλὰ μὴ συγχωρῶμεν εἰς ῥήματα τὰ νοήματα προελθεῖν, ἵνα πιεζόμενα κάτω ἀσθενέστερα γίνηται καὶ ἀπολλύηται. Καθάπερ γὰρ θηρία τις παντοδαπὰ καὶ ἀνήμερα εἰς λάκκον ἐμβαλὼν, ἂν μὲν ἐμφράξῃ τὸν λάκκον ἄνωθεν, ἀποπνίγει ῥᾳδίως· ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ' ἐκθηριοῖ μειζόνως· οὕτω καὶ ἐπὶ τῶν λογισμῶν γίνεται τῶν πονηρῶν, ὅταν τεχθῶσιν ἔνδον, ἂν μὲν ἀποκλείσωμεν αὐτῶν τὴν εἰς τὰ ἔξω πρόοδον, ταχέως αὐτοὺς ἀφανίζομεν· ἂν δὲ διὰ τῶν ῥημάτων αὐτοὺς ἐξενέγκωμεν, κἀκείνους ἰσχυροτέρους εἰργασάμεθα, δόντες ἀναπνεῦσαι διὰ τῆς γλώττης αὐτοῖς, καὶ πρὸς τὰ τῶν ἀτόπων πράξεων βάραθρα ταχέως ἀπὸ τῆς τῶν αἰσχρῶν ῥημάτων μελέτης καταπίπτομεν. ∆ιὰ τοῦτο ὁ προφήτης οὐχ ἁπλῶς τάφον ἐκάλεσεν, ἀλλὰ Τάφον ἀνεῳγμένον, αὐτὸ τοῦτο ἐγκαλῶν ὅπερ εἶπον. Οὐδὲ γὰρ ἑαυτὸν αἰσχύνει μόνον ὁ τὰ αἰσχρὰ φθεγγόμενος ῥήματα, ἀλλὰ καὶ τοὺς πλησίον, καὶ τοὺς συγγινομένους αὐτῷ πολλῆς ἀναπίμπλησι τῆς λύμης. Καὶ καθάπερ εἰ τοὺς τάφους ἀνοίξομεν, λοιμοῦ τὰς πόλεις ἐμπλήσομεν· οὕτω τὰ αἰσχρὰ στόματα εἰ μετὰ ἀδείας ἀνοίγοιτο, τοὺς συγγινομένους ἅπαντας νόσου χαλεπωτάτης ἐμπλήσει. ∆ιὰ τοῦτο χρὴ θύραν καὶ μοχλὸν καὶ χαλινὸν ἐπιθεῖναι τῷ στόματι. Ὅτι μὲν οὖν μία φωνὴ ἦν τότε, ἱκανῶς ἐκ τούτων ἡμῖν ἀποδέδεικται· λοιπὸν δὲ ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν αἱ πολλαὶ ἐπεισήχθησαν. Ἀλλὰ τέως τὸν ἠθικώτερον γυμνάσωμεν λόγον· παιδεύσωμεν τὴν ἡμετέραν γλῶτταν χαλινὸν ἔχειν, καὶ μὴ πάντα ἁπλῶς ἐκφέρειν τὰ ἀπὸ τῆς διανοίας· μὴ κακηγορεῖν τοὺς ἀδελφοὺς, μὴ ἀλλήλους δάκνειν καὶ κατεσθίειν. Τῶν δακνόντων τὰ σώματα χείρους εἰσὶν οἱ διὰ λόγων τοῦτο ποιοῦντες. Ἐκεῖνοι τοῖς ὀδοῦσι δάκνουσι τὸ σῶμα, οὗτος τοῖς λόγοις δάκνει τὴν ψυχὴν, τιτρώσκει τὴν ὑπόληψιν, ἀνίατον ποιεῖ τὸ τραῦμα. ∆ιόπερ μείζονα ἐκδέξεται κόλασιν καὶ τιμωρίαν, ὅσον χαλεπώτερον ἐντίθησι τὸ δῆγμα. Οὐ διὰ τοῦτο δὲ μόνον ἐκπεσεῖται συγγνώμης ὁ κατηγορῶν, ἀλλ' ὅτι οὔτε δικαίαν οὔτε ἄδικον ἔχει πρόφασιν εἰπεῖν τῆς πονηρίας τῆς ἑαυτοῦ. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι κἂν ἀλόγους ἔχωσιν αἰτίας, ἀλλ' ὅμως ἔχουσιν· οἷον, ὁ πόρνος ἐπιθυμίαν πληροῖ, ὁ κλέπτης τὴν πενίαν λύει, ἀνδροφόνος τὸν θυμὸν παύει· ὁ κατηγορῶν οὐδεμίαν ἔχει πρόφασιν εἰπεῖν. Ποίαν γὰρ, εἰπέ μοι, χρημάτων περιουσίαν περιβάλλεται; ποίαν ἐπιθυμίαν πληροῖ; Οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ βασκανίας ὑπόθεσις, οὔτε δικαίαν οὔτε ἄδικον ἔχουσα αἰτίαν. ∆ιὰ τοῦτο ἀπεστέρηται συγγνώμης ἁπάσης. Βούλει κακηγορεῖν; ∆ίδωμί σοι χρησίμην ὑπόθεσιν. Βούλει κακῶς λέγειν; Εἰπὲ τὰς ἁμαρτίας σου κακῶς. Λέγε γὰρ σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην; Πάλιν, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· ἑαυτοῦ, οὐκ ἄλλου. Ἐὰν ἄλλου κατήγορος γένῃ, ἐκολάσθης· ἐὰν ἑαυτοῦ, ἐστεφανώθης. Καὶ ἵνα μάθῃς πόσον ἐστὶ καλὸν τὸ κατηγορεῖν τὸ ἑαυτοῦ παράπτωμα, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, φησί. Καὶ μὴν εἰ δίκαιος, πῶς κατήγορος; εἰ κατήγορος, πῶς δίκαιος; Ὁ δίκαιος οὐκ ἔστι κατηγορίας ὑπεύθυνος. Ἀλλ' ἵνα μάθῃς, ὅτι κἂν ἁμαρτωλὸς ᾖ τις, κατηγορῇ δὲ τῶν ἁμαρτημάτων, διὰ τῆς κατηγορίας δίκαιος γίνεται, διὰ τοῦτο εἶπε, ∆ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Τί δέ ἐστιν, Ἐν πρωτολογίᾳ; Πρόσεχε ἀκριβῶς· Ἐν τοῖς δικαστηρίοις δύο μέρη ἐστὶ, τῶν μὲν ἐναγόντων, τῶν δὲ ἐναγομένων· τῶν μὲν κατηγορούντων, τῶν δὲ κατηγορουμένων· τῶν μὲν ὑπευθύνων, τῶν δὲ ἀνευθύνων· καὶ ἡ πρωτολογία τῷ κατηγόρῳ δίδοται, τῷ ἀνευθύνῳ. Ἐνταῦθα δὲ τοὐναντίον. Σὺ ὁ ὑπεύθυνος ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀνεύθυνος γένῃ· μὴ ἀναμείνῃς τὸν κατήγορον. Εἰ καὶ τῶν ὑπευθύνων εἶ, ἀλλὰ πρὶν ἢ παρ' ἐκείνου τι τοιοῦτον ἀκούσῃς, αὐτὸς κατηγόρησον τῶν ἡμαρτημένων. Μάχαιρά ἐστιν ἡ γλῶσσα ἠκονημένη· ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα, ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμνωμεν. Βούλει μαθεῖν ὅτι ἔθος ἦν τοῖς δικαίοις μὴ ἄλλους κακῶς λέγειν, ἀλλ' ἑαυτούς; Ἄκουσον τοῦ Παύλου βοῶντος· Χάριν ἔχω ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον βλάσφημον ὄντα, καὶ διώκτην, καὶ ὑβριστήν. Ὁρᾷς πῶς ἑαυτὸν κακῶς λέγει; Καὶ πάλιν, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Καὶ πάλιν ἀλλαχοῦ, Οὐκ εἰμὶ ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ.
θʹ. Εἶδες πῶς πανταχοῦ ἑαυτὸν κακῶς λέγει; Οἶδε γὰρ τῆς κατηγορίας ταύτης τὸ κέρδος, ὅτι δικαιοσύνην ἐργάζεται. Ὅταν μὲν οὖν αὐτὸν ἑαυτοῦ κατηγορεῖν δέῃ, ἀφειδῶς κέχρηται τῇ κατηγορίᾳ· ὅταν δὲ καὶ ἑτέρους ἴδῃ τοῖς ἀλλοτρίοις δικάζοντας κακοῖς, ὅρα μεθ' ὅσης αὐτοὺς ἐπιστομίζει τῆς αὐστηρότητος, οὑτωσὶ λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐκείνῳ τήρησον τὸ δικαστήριον, τῷ τὰ ἀπόῤῥητα εἰδότι τῆς διανοίας. Κἂν ἀκριβῶς νομίζῃς εἰδέναι τὰ τοῦ πλησίον, ἔσφαλταί σου ἡ κρίσις. Τίς γὰρ οἶδε, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Πόσοι τῶν ἀπεῤῥιμμένων καὶ εὐτελῶν ἡλίου φαιδρότερον ἐκλάμπειν ἔχουσι! πόσοι τῶν μεγάλων καὶ περιφανῶν σποδὸς ὄντες καὶ τάφος κεκονιαμένος εὑρεθήσονται! Ἤκουσας πῶς ὁ Παῦλος ἑαυτὸν κακῶς λέγει, μετὰ σφοδρότητος καὶ ὑπερβολῆς ἁμαρτημάτων, ὧν οὐκ ἔμελλεν εὐθύνας ὑπέχειν, συνεχῶς μεμνημένον; Βλάσφημος γὰρ καὶ διώκτης καὶ ὑβριστὴς πρὸ τοῦ βαπτίσματος ἦν, ἐκεῖνα δὲ τὰ ἁμαρτήματα ἔλυσε τὸ βάπτισμα· ἀλλ' ὅμως αὐτῶν μέμνηται, οὐκ ἐπειδὴ λόγον ἔμελλεν ὑπὲρ αὐτῶν ὑπέχειν, ἀλλ' ἵνα δείξῃ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, καὶ τίνα ὄντα, οἷον κατεσκεύασεν, ἀπὸ διώκτου ποιήσας ἀπόστολον. Εἰ δὲ ἐκεῖνος τῶν ἀφανισθέντων ἁμαρτημάτων μέμνηται, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι χρή. Τίς γὰρ ἡμῖν ἀπολογία ἔσται, ἢ ποία συγγνώμη, ὅταν ἐκεῖνος μὲν τῶν ἀνευθύνων μνημονεύῃ συνεχῶς, ἡμεῖς δὲ μηδὲ ὧν μέλλομεν λόγον ὑπέχειν, μηδὲ τούτων ἑαυτοὺς ὑπομιμνήσκωμεν, ἀλλ' ἀφέντες τὰ οἰκεῖα, τὰ ἀλλότρια περιεργαζώμεθα κακά; [Ἄκουσον τὸν Πέτρον λέγοντα· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι.] Ἄκουσον πῶς καὶ Ματθαῖος τῆς προτέρας ἑαυτοῦ κατηγορεῖ ζωῆς, καὶ τελώνην ἑαυτὸν καλεῖ, καὶ οὐδὲ αἰσχύνεται τὸν πρότερον ἐκπομπεύων βίον. Ἐπειδὴ γὰρ οὐδὲν εἶχον κατηγορεῖν ἑαυτῶν μετὰ τὸ βάπτισμα, τῶν προτέρων ἐμέμνηντο, παιδεύοντες ἡμᾶς τῶν μὲν ἀλλοτρίων κακῶν μηδένα ποιεῖσθαι λόγον, τὰ δὲ οἰκεῖα μεριμνᾷν καὶ συνεχῶς ἀναστρέφειν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἕτερον φάρμακον τοιοῦτον πρὸς τὴν τῶν ἁμαρτημάτων ἀναίρεσιν, ὡς ἡ συνεχὴς αὐτῶν ἀνάμνησις, καὶ ἡ διηνεκὴς αὐτῶν κατηγορία. Οὕτως ὁ τελώνης τὰ μυρία ἠδυνήθη κακὰ ἀποθέσθαι, ἵνα εἴπῃ· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· οὕτως ὁ Φαρισαῖος τῆς δικαιοσύνης ἁπάσης ἐξέπεσεν, ὅτι ἀφεὶς λογίζεσθαι τὰ αὐτῷ πεπλημμελημένα, τὴν οἰκουμένην κατεδίκαζε, λέγων· Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος παρῄνει λέγων· Ἕκαστος δὲ δοκιμαζέτω τὸ ἑαυτοῦ ἔργον, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Βούλει μαθεῖν καὶ ἐν τῇ Παλαιᾷ πῶς οἱ δίκαιοι κατηγόρησαν ἑαυτῶν; Ἄκουε καὶ τούτων ἐκείνοις συνῳδὰ φθεγγομένων. Ὁ μὲν γὰρ ∆αυῒδ ἔλεγεν· Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. Ὁ δὲ Ἡσαΐας ἐβόα· Οἴμοι ὁ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων. Καὶ οἱ τρεῖς παῖδες ἐν καμίνῳ διατρίβοντες, καὶ τὰ σώματα θανάτῳ διὰ τὸν Θεὸν παραδόντες, ἐν τοῖς ἐσχάτοις τῶν ἁμαρτωλῶν ἑαυτοὺς ἠρίθμουν, Ἡμάρτομεν, ἠνομήσαμεν, λέγοντες· καίτοι τί λαμπρότερον ἐκείνων, τί καθαρώτερον ἦν; Καὶ γὰρ εἰ καί τινας ἦσαν ἁμαρτίας πεποιηκότες, πάσας ἀπέσμηξε τῆς φλογὸς ἐκείνης ἡ φύσις. Ἀλλ' οὐ πρὸς τὰ κατορθώματα ἑώρων τὰ οἰκεῖα, ἀλλὰ τὰ ἁμαρτήματα ἀνελογίζοντο. Οὕτω καὶ ∆ανιὴλ μετὰ τὸν λάκκον τῶν λεόντων, μετὰ τὰς μυρίας τιμωρίας, ἃς ὑπέμεινε, καὶ αὐτὸς ἑαυτοῦ κατηγόρει, τοῦ δὲ πλησίον οὐδείς. Τί δή ποτε; Ὅτι ὁ μὲν ἑτέρους λέγων κακῶς, παροξύνει τὸν ∆εσπότην. Ὁ δὲ ἑαυτὸν λέγων κακῶς, ἐξιλεοῖ καὶ καταλλάττει· καὶ τὸν δίκαιον δικαιότερον ἀπεργάζεται, καὶ τὸν ἁμαρτωλὸν ἐξαρπάζει τῶν ἐγκλημάτων καὶ συγγνώμης ἄξιον ποιεῖ. Ταῦτ' οὖν εἰδότες, μὴ τὰ ἀλλότρια, ἀλλὰ οἰκεῖα πολυπραγμονῶμεν κακά· ἀναπτύξωμεν ἡμῶν τὸ συνειδὸς, ἀναμνησθῶμεν ἡμῶν τὴν ζωὴν ἅπασαν, ἕκαστον τῶν ἡμαρτημένων ἡμῖν περιεργασώμεθα, καὶ μὴ μόνον μὴ λέγωμεν κακῶς ἑτέρους, ἀλλὰ μηδὲ ἀκούωμεν ἑτέρων λεγόντων κακῶς. Καὶ γὰρ καὶ τούτου ἔγκλημα κεῖται καὶ τιμωρία μεγίστη· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν μὴ παραδέξῃ. Οὐκ εἶπεν, Ἀκοῇ ματαίᾳ μὴ πιστεύσῃς, ἀλλὰ, Μηδὲ δέξῃ αὐτήν· ἀπόφραξον τὰ ὦτα, ἀποτείχισον τῇ κατηγορίᾳ τὴν εἴσοδον, δεῖξον ὅτι τοῦ κατηγορουμένου οὐκ ἔλαττον αὐτὸς ὁ ἀκούων ἐχθρὸς εἶ καὶ πολέμιος τῷ κακῶς λέγοντι. Μίμησαι τὸν προφήτην οὕτω λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Οὐκ εἶπεν, ὅτι Οὐκ ἐπίστευον, οὐδὲ ὅτι Οὐ παρεδεχόμην τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνον, ὡς ἐχθρὸν καὶ πολέμιον. ιʹ. Ἀλλ' εἰσί τινες, οἳ ψυχρᾷ παραμυθίᾳ ἑαυτοὺς παραμυθοῦνται, οὑτωσὶ λέγοντες· Κύριε, μὴ στήσῃς μοι τὴν ἁμαρτίαν ταύτην, ὅτι ἀκοῆς λόγον ὀφείλω. Τίς χρεία τῆς ἀπολογίας; τίς χρεία τῆς συγγνώμης ταύτης; Σίγησον, καὶ ἀπήλλαξαι τῶν ἐγκλημάτων· μηδὲν εἴπῃς, καὶ καθαρὸς εἶ τῆς ἀγωνίας. Τί σαυτῷ πράγματα πλέκεις, καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις; Τί ποιεῖς ὑπεύθυνον ἑαυτὸν ἐγκλημάτων; τί τὸ φορτίον βαρύτερον δεσμεῖς; Οὐκ ἀρκεῖ σοι περὶ τῶν οἰκείων κακῶν εὐθύνας ὑποσχεῖν, ἀλλὰ καὶ ἑτέρας ἁμαρτίας ἐπισωρεύεις σαυτῷ; Περιττὴ αὕτη ἡ ἀπολογία· οὐκ ἀκοῆς λόγον ὀφείλεις, ἀλλὰ κατηγορίας λόγον χρεωστεῖς. Ὅταν γὰρ ἀκούσας, οὐ σιγήσῃς, οὐ τῆς ἀκοῆς λόγον μόνον ὀφείλεις, ἀλλὰ καὶ κατηγορίας. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησὶ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Ταῦτα οὐχ ὑπὲρ τῶν κακῶς ἀκουόντων, ἀλλ' ὑπὲρ τῶν κακῶς λεγόντων δεδοικὼς λέγω καὶ διαμαρτύρομαι. Ὁ μὲν γὰρ κακῶς ἀκούσας, οὐδὲν ἐπηρέασται, οὐδὲ ἐβλάβη· ἀλλ' ἂν μὲν ψευδῆ ᾖ τὰ περὶ αὐτοῦ λεγόμενα, καὶ μισθὸν ἔχει· ἂν δὲ ἀληθῆ, οὐδὲν οὐδὲ οὕτως ἐπηρέασται παρὰ τὴν σὴν κατηγορίαν. Οὐδὲ γὰρ ἀπὸ τῆς σῆς λοιδορίας οἴσει τότε τὴν ψῆφον αὐτῷ ὁ δικάζων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ τὰ μέγιστα κερδανεῖ γενναίως φέρων τὴν βλασφημίαν, ὥσπερ οὖν καὶ ὁ τελώνης· ὁ δὲ κακῶς λέγων, ἄν τε ἀληθῆ κακῶς εἴπῃ τὸν πλησίον, τὰ μέγιστα ἠδίκηται. Καὶ ὅτι μὲν ὁ συκοφαντῶν ἀπόλωλεν, οὐδὲ ἀποδείξεως χρεία· ὅτι δὲ, κἂν ἀληθῆ λέγῃ, φορτικώτερον ἑαυτῷ ποιεῖ τὸ δικαστήριον, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς, καὶ σκανδάλων αἴτιος γινόμενος, ἃ κρύπτειν δέον, ἐκκαλύπτων ἅπασι, καὶ κηρύττων τὰ ἁμαρτήματα τοῦ πλησίον, παντί που δῆλόν ἐστιν. Εἰ γὰρ ἕνα τις σκανδαλίσας, ἀπαραίτητον δώσει τιμωρίαν, ὁ μυρίους σκανδαλίζων διὰ τῆς πονηρᾶς φήμης, πόσην οὐχ ὑποστήσεται κόλασιν; Καὶ γὰρ ὁ Φαρισαῖος οὐκ ἐψεύδετο, ἀλλ' ἀληθῆ ἔλεγε, τελώνην καλῶν τὸν τελώνην, ἀλλ' ὅμως δίκην ἔδωκε. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, φεύγωμεν τὸ κατηγορεῖν. Οὔτε γὰρ ταύτης χαλεπωτέρα, οὔτε εὐκολωτέρα ἐστὶν ἁμαρτία. Τίνος ἕνεκεν; Ὅτι πάσης παρανομίας ὀξύτερον δρᾶται, καὶ ταχέως συναρπάζει τὸν μὴ προσέχοντα. Αἱ μὲν γὰρ ἄλλαι ἁμαρτίαι καὶ χρόνου δέονται, καὶ δαπάνης, καὶ μελλήσεως, καὶ συνεργῶν, καὶ πολλάκις ἐν τῇ τοῦ χρόνου διατριβῇ διακόπτονται. Οἷόν τι λέγω· Εἵλετό τις φονεῦσαι, εἵλετό τις ἁρπάσαι καὶ πλεονεκτῆσαι· πολλῆς αὐτῷ δεῖ τῆς πραγματείας, καὶ ἐν τῷ μέλλειν πολλάκις ἐξέλυσε τὸν θυμὸν, ἀπέστη τῆς πονηρᾶς ὁρμῆς, κατέλυσε τὴν διεφθαρμένην γνώμην, οὐ προσέθηκε τὸ ἔργον τῇ βουλῇ· ἐπὶ δὲ τοῦ κακῶς λέγειν οὐχ οὕτως, ἀλλ' ἐὰν μὴ σφόδρα ὦμεν νήφοντες, συναρπαζόμεθα ῥᾳδίως· καὶ οὔτε χρόνου, οὔτε μελλήσεως, οὔτε δαπάνης, οὔτε πραγματείας ἡμῖν δεῖ τινος, ὥστε κακῶς εἰπεῖν· ἀλλ' ἀρκεῖ μόνον ἑλέσθαι, καὶ εὐθέως εἰς ἔργον ἐξῆλθε τὸ βούλημα. Γλῶσσα γάρ ἐστιν ἡ ὑπηρετουμένη μόνον. Ἐπεὶ οὖν καὶ ὀξύῤῥοπον τὸ κακὸν, καὶ εὐπερίστατος ἡ ἁμαρτία, καὶ χαλεπὴ ἡ κόλασις καὶ ἡ τιμωρία, καὶ κέρδος οὐδὲν, οὐ μικρὸν, οὐ μέγα, μετὰ πολλῆς τῆς ἀκριβείας φεύγωμεν τὸ νόσημα, καὶ τὰ ἀλλότρια περιστέλλωμεν κακὰ, καὶ μὴ ἐκπομπεύωμεν· παραινῶμεν τοῖς ἁμαρτάνουσι, καθὼς καὶ ὁ Κύριός φησιν· Ἐὰν ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ὥστε τὸ ἀδημοσίευτον τῶν ἐλέγχων εὐκολωτέραν ποιήσει τὴν θεραπείαν. Μὴ δάκνωμεν, μηδὲ κατεσθίωμεν τὰ ἀλλότρια τραύματα· μὴ τὰς μυίας μιμησώμεθα, ἀλλὰ τὰς μελίττας ζηλώσωμεν. Αἱ μυῖαι τοῖς τραύμασιν ἐγκαθέζονται, καὶ δάκνουσιν· αἱ μέλιτται τοῖς ἄνθεσιν ἐφίπτανται. ∆ιὰ τοῦτο αὗται μὲν κηρία πηγνύουσιν, ἐκεῖναι δὲ νοσήματα ἐπάγουσιν, οἷς ἂν ἐπικαθεσθῶσι σώμασι· καὶ αἱ μέν εἰσι βδελυκταὶ, αἱ δὲ ποθειναὶ καὶ ἐπίδοξοι. Καὶ ἡμεῖς τοίνυν τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐπιπτῆναι τὴν ψυχὴν παρασκευάσωμεν, καὶ συνεχῶς τὴν εὐωδίαν τῶν παρ' ἐκείνοις κατορθωμάτων ἀνακινῶμεν, τὰ δὲ τραύματα μὴ δάκνωμεν τῶν πλησίον· ἀλλ' εἰ καί τινας ἴδωμεν τοῦτο ποιοῦντας, ἐπιστομίζωμεν, τὸν φόβον αὐτοῖς τῆς κολάσεως ἐπιτειχίζοντες, τῆς συγγενείας αὐτοὺς ἀναμιμνήσκοντες τῆς πρὸς τοὺς ἀδελφούς. Εἰ δὲ μηδενὶ τούτων εἴκοιεν, μυίας αὐτοὺς καλῶμεν, ἵνα κἂν τὸ ὄνειδος τῆς προσηγορίας ταύτης ἀποστήσῃ τῆς πονηρᾶς μελέτης αὐτούς· ἵνα τῆς κακοσχολίας ταύτης ἀπαλλαγέντες, πᾶσαν τὴν σχολὴν εἰς τὴν ἔρευναν τῶν οἰκείων ἀναλίσκωσι κακῶν. Οὕτω γὰρ οἵ τε πεπτωκότες ἀναστήσονται τῇ μνήμῃ τῶν ἡμαρτημένων αὐτοῖς οὐκ ἐκπομπευομένων, οἵ τε τὰ οἰκεῖα ἀναλογιζόμενοι συνεχῶς κακὰ, ῥᾳδίως αὐτὰ ἀποθήσονται, τῇ μνήμῃ τῶν ἡμαρτημένων πρὸς τὴν τῶν λοιπῶν πρᾶξιν ὀκνηρότεροι γινόμενοι, οἵ τε τὴν ἀρετὴν τῶν ἁγίων ἐπισκοποῦντες συνεχῶς, μέγιστον λήψονται ζῆλον πρὸς τὴν τῶν αὐτῶν μίμησιν· καὶ διὰ τούτων ἁπάντων ὁλοκλήρου τοῦ σώματος τῆς Ἐκκλησίας ἡμῖν κατορθωθέντος, δυνησόμεθα μετὰ τοῦ πληρώματος τούτου εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου