Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι Τόμος 58
38 ΟΜΙΛΙΑ ΠΒʹ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς ∆ιαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
αʹ. Βαβαὶ, πόση ἡ πήρωσις τοῦ προδότου! Καὶ τῶν μυστηρίων μετέχων, ἔμενεν ὁ αὐτός· καὶ τῆς φρικωδεστάτης ἀπολαύων τραπέζης, οὐ μετεβάλλετο. Καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, οὐ τοῦ σώματος καταφρονῶν τοῦ ∆εσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας καταγελῶν τοῦ προδότου λοιπόν. Καὶ γὰρ μεῖζον τὸ ἁμάρτημα ἐγίνετο ἑκατέρωθεν· καὶ ὅτι μετὰ τοιαύτης γνώμης τοῖς μυστηρίοις προσῄει, καὶ ὅτι προσελθὼν οὐκ ἐγένετο βελτίων, οὔτε ἀπὸ τοῦ φόβου, οὔτε ἀπὸ τῆς εὐεργεσίας, οὔτε ἀπὸ τῆς τιμῆς.
Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καίτοι πάντα εἰδώς· ἵνα μάθῃς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. ∆ιὰ τοῦτο καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο συνεχῶς ὑπεμίμνησκε καὶ κατεῖχε, καὶ δι' ἔργων, καὶ διὰ λόγων, καὶ διὰ φόβου, καὶ διὰ θεραπείας, καὶ δι' ἀπειλῆς, καὶ διὰ τιμῆς. Ἀλλ' οὐδὲν αὐτὸν ἀφίστη τοῦ νοσήματος ἐκείνου τοῦ χαλεποῦ. ∆ιὸ λοιπὸν ἐκεῖνον ἀφεὶς, τοὺς μαθητὰς διὰ τῶν μυστηρίων ἀναμιμνήσκει πάλιν τῆς σφαγῆς, καὶ μεταξὺ τῆς τραπέζης περὶ τοῦ σταυροῦ διαλέγεται, τῇ συνεχείᾳ τῆς προῤῥήσεως εὐπαράδεκτον αὐτοῦ ποιῶν τὸ πάθος. Εἰ γὰρ τοσούτων γενομένων καὶ προλεχθέντων, ἐθορυβήθησαν, εἰ μηδὲν τούτων ἠκηκόεισαν, τί οὐκ ἂν ἔπαθον; Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον ἔκλασε. Τί δήποτε τότε κατὰ τὸν καιρὸν τοῦ πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο; Ἵνα μάθῃς πάντοθεν καὶ τῆς Παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. ∆ιά τοι τοῦτο ἔνθα ὁ τύπος, τὴν ἀλήθειαν ἐπιτίθησιν. Ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸ λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα. Καὶ εὐχαριστεῖ, διδάσκων ἡμᾶς ὅπως δεῖ τὸ μυστήριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς, ὅπερ ἂν πάσχωμεν, εὐχαρίστως φέρειν, καὶ χρηστὰς κἀντεῦθεν ὑποτείνων τὰς ἐλπίδας. Εἰ γὰρ ὁ τύπος τοσαύτης δουλείας γέγονεν ἀπαλλαγὴ, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὴν οἰκουμένην ἐλευθερώσει, καὶ ἐπὶ εὐεργεσίᾳ τῆς ἡμετέρας παραδοθήσεται φύσεως. ∆ιά τοι τοῦτο οὐδὲ πρὸ τούτου παρέδωκε τὸ μυστήριον, ἀλλ' ὅτε λοιπὸν παύσασθαι ἔδει τὰ νομικά. Καὶ τὸ κεφάλαιον δὲ τῶν ἑορτῶν αὐτῶν καταλύει, ἐφ' ἑτέραν αὐτοὺς μετατιθεὶς τράπεζαν φρικωδεστάτην, καί φησι· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ πολλῶν κλώμενον. Καὶ πῶς οὐκ ἐθορυβήθησαν τοῦτο ἀκούσαντες; Ὅτι πολλὰ καὶ μεγάλα περὶ τούτου καὶ ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθείς. ∆ιόπερ ἐκεῖνο μὲν οὐκέτι κατασκευάζει· καὶ γὰρ αὐτάρκως ἦσαν ἀκούσαντες· τὴν δὲ αἰτίαν λέγει τοῦ πάθους, τῶν ἁμαρτημάτων τὴν ἀναίρεσιν. Καὶ αἷμα Καινῆς ∆ιαθήκης καλεῖ, τουτέστι, τῆς ὑποσχέσεως, τῆς ἐπαγγελίας, τοῦ νόμου τοῦ καινοῦ. Τοῦτο γὰρ καὶ ὑπέσχετο πάλαι, καὶ τὴν ∆ιαθήκην τοῦτο συνέχει τὴν ἐν τῇ Καινῇ. Καὶ ὥσπερ ἡ Παλαιὰ πρόβατα καὶ μόσχους εἶχεν, οὕτως αὕτη τὸ αἷμα τὸ ∆εσποτικόν. Κἀντεῦθεν δείκνυσιν, ὅτι καὶ μέλλει τελευτᾷν· διὸ καὶ ∆ιαθήκης μέμνηται· καὶ ἀναμιμνήσκει δὲ τῆς προτέρας· καὶ γὰρ καὶ ἐκείνη δι' αἵματος ἐγκεκαίνιστο. Καὶ πάλιν λέγει τοῦ θανάτου τὴν αἰτίαν· Τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· καί φησι, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Εἶδες πῶς ἐξάγει τῶν Ἰουδαϊκῶν ἐθῶν, καὶ ἀφίστησι; Καθάπερ γὰρ ἐκεῖνο ἐποιεῖτε, φησὶν, εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. Ἐκεῖνο ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων; τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν τῆς οἰκουμένης ἁπάσης. Τοῦτο γάρ ἐστι τὸ αἷμά μου, φησὶ, τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο δὲ ἔλεγε, κἀντεῦθεν δεικνὺς ἅμα ὅτι μυστήριόν ἐστι τὸ πάθος καὶ ὁ σταυρὸς, καὶ διὰ τούτου πάλιν παρακαλῶν τοὺς μαθητάς. Καὶ καθάπερ Μωϋσῆς φησι, Τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον· οὕτω καὶ αὐτὸς, Εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. ∆ιὰ τοῦτο καὶ, Ἐπιθυμίᾳ ἐπεθύμησα, φησὶ, τὸ πάσχα τοῦτο φαγεῖν· τουτέστι, παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ πάσχα δοῦναι, καθ' ὃ μέλλω πνευματικοὺς ποιεῖν. Καὶ αὐτὸς ἔπιεν ἐξ αὐτοῦ. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες εἴπωσι, Τί οὖν; αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσι τότε· (καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνει λόγους, καὶ πρὸς τὰ ῥήματα αὐτὰ πολλοὶ ἐσκανδαλίζοντο·) ἵν' οὖν μὴ καὶ τότε ταραχθῶσι, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. ∆ιὰ τοῦτο τὸ ἑαυτοῦ αἷμα αὐτὸς ἔπιεν. Τί οὖν· κἀκεῖνο χρὴ ποιεῖν τὸ παλαιόν; φησίν. Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τοῦτο ποιεῖτε, ἵνα ἐκείνου ἀπαγάγῃ. Εἰ γὰρ τοῦτο ἄφεσιν ἁμαρτιῶν ἐργάζεται, ὥσπερ οὖν καὶ ἐργάζεται, περιττὸν ἐκεῖνο λοιπόν. Ὥσπερ οὖν ἐπὶ τῶν Ἰουδαίων, οὕτω καὶ ἐνταῦθα τῆς εὐεργεσίας ἐγκατέδησε τὸ μνημόσυνον τῷ μυστηρίῳ, κἀντεῦθεν ἐμφράττων τῶν αἱρετικῶν τὰ στόματα. Ὅταν γὰρ λέγωσι, Πόθεν δῆλον ὅτι ἐτύθη ὁ Χριστός; μετὰ τῶν ἄλλων καὶ ἀπὸ τῶν μυστηρίων αὐτοὺς ἐπιστομίζομεν. Εἰ γὰρ μὴ ἀπέθανεν ὁ Ἰησοῦς, τίνος σύμβολα τὰ τελούμενα; βʹ. Ὁρᾷς ὅση γέγονε σπουδὴ, ὥστε ἀεὶ ἀναμιμνήσκεσθαι, ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐπειδὴ γὰρ ἔμελλον οἱ περὶ Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Μανιχαῖον φύεσθαι, ταύτην ἀρνούμενοι τὴν οἰκονομίαν, διηνεκῶς ἀναμιμνήσκει τοῦ πάθους καὶ διὰ τῶν μυστηρίων, ὥστε μηδένα παραλογισθῆναι· ὁμοῦ μὲν σώζων, ὁμοῦ δὲ παιδεύων διὰ τῆς ἱερᾶς τραπέζης ἐκείνης. Καὶ γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν τοῦτο.
∆ιὸ καὶ ὁ Παῦλος τοῦτο ἄνω καὶ κάτω στρέφει. Εἶτα ἐπειδὴ παρέδωκε, φησίν· Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Ἐπειδὴ γὰρ περὶ πάθους αὐτοῖς καὶ σταυροῦ διελέχθη, καὶ τὸν περὶ τῆς ἀναστάσεως πάλιν εἰσάγει λόγον, βασιλείας εἰς μέσον ἀναμνήσας, καὶ τὴν ἀνάστασιν οὕτω τὴν ἑαυτοῦ καλέσας. Καὶ τίνος ἕνεκεν ἀναστὰς ἔπιεν; Ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι φαντασίαν εἶναι τὴν ἀνάστασιν. Τοῦ γὰρ ἀναστῆναι τοῦτο τεκμήριον ἐτίθεντο οἱ πολλοί. ∆ιὸ καὶ οἱ ἀπόστολοι πείθοντες αὐτοὺς περὶ ἀναστάσεως, τοῦτο ἔλεγον· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ηλῶν τοίνυν ὅτι αὐτὸν ὄψονται ἀναστάντα λαμπρῶς, καὶ μετ' αὐτῶν ἔσται πάλιν,καὶ αὐτοὶ μαρτυρήσουσι τοῖς γινομένοις, καὶ δι' ὄψεως καὶ διὰ πραγμάτων, φησίν· Ἕως ἂν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν, ὑμῶν μαρτυρούντων. Ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι, Καινόν; Καινῶς, τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχων, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. Οὐ τοίνυν διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὐδὲ γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων· ἀλλὰ δι' ἀναστάσεως πληροφορίαν. Καὶ τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστὰς, ἀλλ' οἶνον; Ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκε, καὶ ἡνίκα ἀναστὰς χωρὶς μυστηρίων ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐκέχρητο, Ἐκ τοῦ γεννήματος, φησὶ, τῆς ἀμπέλου. Ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἀκουέτωσαν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες ἁπλῶς λακτίζουσι τὴν τράπεζαν τὴν αἰσθητὴν, καὶ ἀνίστανται μετὰ μέθης, δέον εὐχαριστεῖν καὶ εἰς ὕμνον τελευτᾷν. Ἀκούσατε ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένετε τῶν μυστηρίων· αὕτη γὰρ ἐκείνης σύμβολον. Εὐχαρίστησε πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς εὐχαριστῶμεν. Εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. Τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξέρχεται; ∆ῆλον ἑαυτὸν ποιῶν πρὸς τὸ ληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. Ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. Τότε λέγει αὐτοῖς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Εἶτα λέγει καὶ προφητείαν· Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· ὁμοῦ μὲν πείθων αὐτοὺς ἀεὶ προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι κατὰ Θεοῦ γνώμην ἐσταυροῦτο, καὶ πανταχόθεν δεικνὺς οὐκ ἀλλότριον ὄντα ἑαυτὸν τῆς Παλαιᾶς, οὐδὲ τοῦ ἐν αὐτῇ καταγγελλομένου Θεοῦ, καὶ ὅτι οἰκονομία τὸ γινόμενον ἦν, καὶ πάντα προανεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι, ὥστε αὐτοὺς καὶ περὶ τῶν χρηστοτέρων σφόδρα θαῤῥεῖν. Καὶ διδάσκει εἰδέναι, τίνες μὲν πρὸ τοῦ σταυροῦ οἱ μαθηταὶ, τίνες δὲ μετὰ τὸν σταυρόν. Καὶ γὰρ οἱ σταυρουμένου μηδὲ στῆναι δυνάμενοι, οὗτοι μετὰ θάνατον σφοδροὶ καὶ ἀδάμαντος ἰσχυρότεροι. Καὶ τοῦτο δὲ αὐτὸ ἀπόδειξις τοῦ θανάτου, ἡ φυγὴ τῶν μαθητῶν καὶ ἡ δειλία. Εἰ γὰρ τοσαῦτα γέγονέ τε καὶ ἐλέχθη, καὶ ἀναισχυντοῦσί τινες, καί φασιν αὐτὸν μὴ ἐσταυρῶσθαι· εἰ μηδὲν τούτων συνέβη, ποῦ οὐκ ἂν ἐξέπεσον παρανομίας;∆ιά τοι τοῦτο οὐχὶ διὰ τῶν οἰκείων παθῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐν τοῖς μαθηταῖς βεβαιοῖ τὸν περὶ τοῦ θανάτου λόγον, καὶ διὰ τῶν μυστηρίων, πάντοθεν καταισχύνων τοὺς τὰ Μαρκίωνος νοσοῦντας. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφίησιν ἀρνήσασθαι. Εἰ δὲ μὴ ἐδέθη, μηδὲ ἐσταυρώθη, πόθεν καὶ ἐκείνῳ καὶ τοῖς λοιποῖς τοσοῦτος ἐγένετο φόβος; Οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν μεῖναι, ἀλλὰ τί φησι; Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ ἀπὸ οὐρανοῦ φαίνεται εὐθέως, οὐδὲ εἰς μακράν τινα χώραν ἄπεισιν, ἀλλ' ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς πιστώσασθαι, ὅτι ὁ σταυρωθεὶς αὐτὸς ἦν καὶ ὁ ἀναστὰς, καὶ ταύτῃ σκυθρωπάζοντας μειζόνως παραμυθήσασθαι. ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ Γαλιλαίᾳ, εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσι τῷ λεγομένῳ. ∆ιὸ καὶ ἐκεῖ ἐφάνη. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. γʹ. Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορπισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρημένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; ∆ιὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστασθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. ∆έον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν, ἐγὼ οὐ πείσομαι· ὅπερ εἰς αὐθάδειαν αὐτὸν ἦγε κατὰ μικρόν. Τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, συνεχώρησε τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ οὐδὲ αὐτοῦ ἠνέσχετο, οὔτε τοῦ προφήτου· (καίτοι διὰ τοῦτο καὶ τὸν προφήτην ἐπηγάγετο, ἵνα μὴ ἀντείπωσιν·) ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἠνέσχετο τῶν ῥημάτων, παιδεύεται διὰ τῶν ἔργων. Ὅτι γὰρ διὰ τοῦτο συνεχώρησεν, ἵνα τοῦτο ἐν αὐτῷ κατορθώσῃ, ἄκουσον τί φησιν· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Τοῦτο γὰρ σφόδρα αὐτοῦ καθαπτόμενος ἔλεγε, καὶ δηλῶν ὅτι τὸ πτῶμα αὐτοῦ τῶν ἄλλων χαλεπώτερον, καὶ πλείονος δεόμενον βοηθείας. Καὶ γὰρ δύο τὰ ἐγκλήματα ἦν, καὶ ὅτι ἀντεῖπε, καὶ ὅτι τῶν ἄλλων ἑαυτὸν προὔθηκε· μᾶλλον δὲ καὶ τρίτον, ὅτι τὸ πᾶν ἑαυτῷ ἀνέθηκε. Ταῦτα οὖν ἰώμενος, εἴασε γενέσθαι τὸ πτῶμα· καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀφεὶς, πρὸς αὐτὸν ἀποτείνεται. Σίμων γὰρ, φησὶ, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο ὑμᾶς συνιάσαι ὡς τὸν σῖτον· τουτέστι, θορυβῆσαι, ταράξαι, πειράσαι· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Καὶ διατί, εἰ πάντας ᾐτήσατο, οὐ περὶ πάντων εἶπεν, Ἐδεήθην; Οὐκ εὔδηλον, ὅτι τοῦτό ἐστιν, ὅπερ ἔμπροσθεν εἶπον, ὅτι καθαπτόμενος αὐτοῦ, καὶ δεικνὺς ὅτι χαλεπώτερον τῶν ἄλλων αὐτοῦ τὸ πτῶμα, πρὸς αὐτὸν τρέπει τὸν λόγον; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἐγὼ δὲ οὐκ εἴασα, ἀλλ', Ἐδεήθην; Ταπεινὰ λοιπὸν φθέγγεται, πρὸς τὸ πάθος ἰὼν, ἵνα τὸ ἀνθρώπινον δείξῃ. Ὁ γὰρ τὴν Ἐκκλησίαν ἐπὶ τῇ ὁμολογίᾳ αὐτοῦ οἰκοδομήσας, καὶ οὕτω τειχίσας αὐτὴν, ὡς μυρίους κινδύνους καὶ θανάτους αὐτῆς μὴ περιγενέσθαι, ὁ τῶν οὐρανῶν αὐτῷ τὰς κλεῖς δεδωκὼς, καὶ τοσαύτης ἐξουσίας ποιήσας κύριον, καὶ μηδαμοῦ εὐχῆς εἰς ταῦτα δεηθείς· (οὐδὲ γὰρ εἶπεν, Ἐδεήθην· ἀλλὰ μετὰ αὐθεντίας, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν·) πῶς εὐχῆς ἐδεῖτο, ἵνα ἑνὸς ἀνθρώπου σαλευομένην περισφίγξῃ ψυχήν; Τίνος οὖν ἕνεκεν οὕτως εἶπε; ∆ιὰ τὴν αἰτίαν ἣν εἴρηκα, καὶ διὰ τὴν ἐκείνων δὲ ἀσθένειαν· οὐδέπω γὰρ ἦσαν τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντες. Πῶς οὖν ἠρνήσατο; Οὐκ εἶπεν, Ἵνα μὴ ἀρνήσῃ, ἀλλ', Ὥστε μὴ ἐκλιπεῖν τὴν πίστιν, ὥστε μὴ τέλεον ἀπολέσθαι. Τῆς γὰρ αὐτοῦ κηδεμονίας τοῦτο γέγονε. Καὶ γὰρ ὁ φόβος πάντα ἐξέβαλεν· ἄμετρος γὰρ ἦν· ἄμετρος δὲ ἐγένετο, ἐπειδὴ σφόδρα αὐτὸν ἐγύμνωσεν ὁ Θεὸς τῆς ἑαυτοῦ ῥοπῆς ἐγύμνωσε δὲ σφόδρα, ἐπειδὴ καὶ σφοδρὸν ἐν αὐτῷ τὸ πάθος ἦν τῆς αὐθαδείας καὶ τῆς ἀντιῤῥήσεως. Ἵν' οὖν πρόῤῥιζον ἀνέλῃ, διὰ τοῦτο εἴασεν οὕτω κατασχεῖν αὐτὸν τὴν ἀγωνίαν. Ὅτι γὰρ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τοῦτο, οὐκ ἠρκέσθη τοῖς προτέροις, καὶ προφήτῃ καὶ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος αὐτῷ τοῦ Χριστοῦ, Ἀμὴν λέγω σοι, ὅτι ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, λέγει· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁ δὲ Λουκᾶς ἐπισημαίνεται, ὅτι ὅσῳ ἀπηγόρευεν ὁ Χριστὸς, τοσούτῳ ἠναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. Τί ταῦτα, ὦ Πέτρε; Ὅτε μὲν ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἐφοβοῦ μὴ σὺ ᾖς ὁ προδότης, καὶ ἠνάγκαζες τὸν μαθητὴν ἐρωτῆσαι, καίτοι οὐδὲν σαυτῷ συνειδὼς τοιοῦτον· νυνὶ δὲ διαῤῥήδην αὐτοῦ βοῶντος καὶ λέγοντος, ὅτι Πάντες σκανδαλισθήσεσθε, ἀντιλέγεις; καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ πολλάκις; Τοῦτο γὰρ ὁ Λουκᾶς φησι. Πόθεν οὖν αὐτῷ τοῦτο συνέβη; Ἀπὸ πολλῆς ἀγάπης, ἀπὸ πολλῆς ἡδονῆς. Ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ τὸν προδότην εἶδε, θαῤῥῶν ἔλεγε λοιπὸν, καὶ τῶν ἄλλων κατεξανίστατο λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι. Ἠρέμα δὲ καὶ φιλοτιμίας τὸ πρᾶγμα ἦν· καὶ γὰρ ἐν τῷ δείπνῳ, τίς αὐτῶν μείζων ἐστὶν, ἐλογίζοντο· οὕτως αὐτοῖς παρηνόχλει τὸ πάθος. ∆ιὰ τοῦτο αὐτὸν ἐκώλυεν, οὐκ ὠθῶν αὐτὸν ἐπὶ τὴν ἄρνησιν· μὴ γένοιτο· ἀλλ' ἔρημον τῆς αὐτοῦ βοηθείας ἀφεὶς, καὶ τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. Ὅρα γοῦν μετὰ ταῦτα πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ εἶπεν, Οὗτος δὲ τί; καὶ ἐπεστομίσθη, οὐδὲν ἀντειπεῖν λοιπὸν ὡς ἐνταῦθα ἐτόλμησεν, ἀλλ' ἐσίγησε. Πάλιν πρὸς τῇ ἀναλήψει ἀκούσας, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, πάλιν σιγᾷ καὶ οὐκ ἀντιλέγει. Μετὰ ταῦτα ἐπὶ τοῦ δώματος καὶ τῆς σινδόνος, ἀκούσας φωνῆς λεγούσης αὐτῷ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τέως τί ποτέ ἐστι τὸ λεγόμενον, ἡσυχάζει καὶ οὐ φιλονεικεῖ. δʹ. Ταῦτα δὲ πάντα τὸ πτῶμα ἐκεῖνο εἰργάσατο. Καὶ πρὸ μὲν τούτου τὸ πᾶν ἑαυτῷ ἀνατίθησι λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι· κἂν δέῃ με ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· δέον εἰπεῖν, Ἂν ἀπολαύσω τῆς παρὰ σοῦ ῥοπῆς. Μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθέν τις ἀπολαύσῃ ῥοπῆς· καὶ ὅτι πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. Καὶ ταῦτα ἀμφότερα δείκνυσιν Ἰούδας καὶ Πέτρος· ὁ μὲν γὰρ πολλῆς ἀπολαύσας βοηθείας, οὐδὲν ὠφελήθη, ἐπειδὴ μὴ ἠθέλησε, μηδὲ τὰ παρ' ἑαυτοῦ συνεισήνεγκεν· οὗτος δὲ καὶ προθυμηθεὶς, ἐπειδὴ μηδεμιᾶς ἀπήλαυσε βοηθείας, κατέπεσε. Καὶ γὰρ ἀπὸ δυοῖν τούτων ἡ ἀρετὴ ὑφαίνεται. ∆ιὸ παρακαλῶ, μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντας, αὐτοὺς καθεύδειν, μήτε σπουδάζοντας, νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν. Οὔτε γὰρ ὑπτίους ἡμᾶς αὐτοὺς εἶναι βούλεται ὁ Θεός· διὰ τοῦτο οὐ τὸ πᾶν αὐτὸς ἐργάζεται· οὔτε ἀλαζόνας· διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν ἔδωκεν· ἀλλ' ἑκατέρου τὸ βλαβερὸν ἀνελὼν, τὸ χρήσιμον ἡμῖν εἴασε. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφῆκε πεσεῖν, συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλείονα λοιπὸν ἀγάπην ἀλείφων. Ὧ γὰρ πλέον, φησὶν, ἀφείθη, μειζόνως ἀγαπήσει. Πειθώμεθα τοίνυν πανταχοῦ τῷ Θεῷ, καὶ μηδὲν ἀντιλέγωμεν, κἂν ἐναντίον εἶναι δοκῇ τοῖς ἡμετέροις λογισμοῖς καὶ ταῖς ὄψεσι τὸ λεγόμενον· ἀλλ' ἔστω καὶ λογισμῶν καὶ ὄψεως κυριώτερος αὐτοῦ ὁ λόγος. Οὕτω καὶ ἐπὶ τῶν μυστηρίων ποιῶμεν, οὐ τοῖς κειμένοις μόνον ἐμβλέποντες. ἀλλὰ τὰ ῥήματα αὐτοῦ κατέχοντες. Ὁ μὲν γὰρ λόγος αὐτοῦ ἀπαραλόγιστος· ἡ δὲ αἴσθησις ἡμῶν εὐεξαπάτητος. Οὗτος οὐδέποτε διέπεσεν· αὕτη δὲ τὰ πλείονα σφάλλεται. Ἐπεὶ οὖν ὁ λόγος φησὶ, Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πειθώμεθα καὶ πιστεύωμεν, καὶ νοητοῖς αὐτὸ βλέπωμεν ὀφθαλμοῖς. Οὐδὲν γὰρ αἰσθητὸν παρέδωκεν ἡμῖν ὁ Χριστός· ἀλλ' ἐν αἰσθητοῖς μὲν πράγμασι. πάντα δὲ νοητά. Οὕτω καὶ ἐν τῷ βαπτίσματι, δι' αἰσθητοῦ μὲν πράγματος γίνεται τοῦ ὕδατος τὸ δῶρον, νοητὸν δὲ τὸ ἀποτελούμενον, ἡ γέννησις καὶ ἡ ἀνακαίνισις. Εἰ μὲν γὰρ ἀσώματος ἦς, γυμνὰ ἂν αὐτά σοι τὰ ἀσώματα παρέδωκε δῶρα· ἐπειδὴ δὲ σώματι συμπέπλεκται ἡ ψυχὴ, ἐν αἰσθητοῖς τὰ νοητά σοι παραδίδωσι. Πόσοι νῦν λέγουσιν, Ἐβουλόμην αὐτοῦ τὴν μορφὴν ἰδεῖν, τὸν τύπον, τὰ ἱμάτια, τὰ ὑποδήματα! Ἰδοὺ αὐτὸν ὁρᾷς, αὐτοῦ ἅπτῃ, αὐτὸν ἐσθίεις. Καὶ σὺ μὲν ἱμάτια ἐπιθυμεῖς ἰδεῖν· αὐτὸς δὲ ἑαυτόν σοι δίδωσιν, οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ λαβεῖν ἔνδον. Μηδεὶς τοίνυν ναυτιῶν προσίτω, μηδεὶς ἐκλελυμένος· ἅπαντες πεπυρωμένοι, ἅπαντες ζέοντες καὶ διεγηγερμένοι. Εἰ γὰρ Ἰουδαῖοι ἑστῶτες, καὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶν, ἤσθιον μετὰ σπουδῆς, πολλῷ μᾶλλον σὲ νήφειν δεῖ. Ἐκεῖνοι μὲν γὰρ εἰς Παλαιστίνην ἔμελλον ἐξιέναι, διὸ καὶ ὁδοιπόρων σχῆμα εἶχον· σὺ δὲ εἰς τὸν οὐρανὸν μέλλεις ἀποδημεῖν. εʹ. ∆ιὸ χρὴ πάντοθεν ἐγρηγορέναι· καὶ γὰρ οὐ μικρὰ κεῖται κόλασις τοῖς ἀναξίως μετέχουσιν. Ἐννόησον πῶς ἀγανακτεῖς κατὰ τοῦ προδότου, κατὰ τῶν σταυρωσάντων. Σκόπει τοίνυν, μὴ καὶ αὐτὸς ἔνοχος γένῃ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐκεῖνοι κατέσφαξαν τὸ πανάγιον σῶμα, σὺ δὲ ῥυπαρᾷ ὑποδέχῃ ψυχῇ μετὰ τοσαύτας εὐεργεσίας. Οὐδὲ γὰρ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι ἄνθρωπον, τὸ ῥαπισθῆναι καὶ σφαγῆναι, ἀλλὰ καὶ ἀναφύρει ἑαυτὸν ἡμῖν· καὶ οὐ τῇ πίστει μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι σῶμα ἡμᾶς αὐτοῦ κατασκευάζει. Τίνος οὖν οὐκ ἔδει καθαρώτερον εἶναι τὸν ταύτης ἀπολαύοντα τῆς θυσίας; ποίας ἡλιακῆς ἀκτῖνος τὴν χεῖρα τὴν ταύτην διατέμνουσαν τὴν σάρκα, τὸ στόμα τὸ πληρούμενον πυρὸς πνευματικοῦ, τὴν γλῶσσαν τὴν φοινισσομένην αἵματι φρικωδεστάτῳ; Ἐννόησον ποίαν ἐτιμήθης τιμήν· ποίας ἀπολαύεις τραπέζης. Ὅπερ ἄγγελοι βλέποντες φρίττουσι, καὶ οὐδὲ ἀντιβλέψαι τολμῶσιν ἀδεῶς διὰ τὴν ἐκεῖθεν φερομένην ἀστραπὴν, τούτῳ ἡμεῖς τρεφόμεθα, τούτῳ ἀναφυρόμεθα, καὶ γεγόναμεν ἡμεῖς Χριστοῦ σῶμα ἓν καὶ σὰρξ μία. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς ποιμὴν τοῖς οἰκείοις μέλεσι τρέφει τὰ πρόβατα; Καὶ τί λέγω, ποιμήν; Μητέρες πολλάκις εἰσὶ, καὶ μετὰ τὰς ὠδῖνας ἑτέραις ἐκδιδόασι τροφοῖς τὰ παιδία; αὐτὸς δὲ τοῦτο οὐκ ἠνέσχετο, ἀλλ' αὐτὸς ἡμᾶς τρέφει οἰκείῳ αἵματι, καὶ διὰ πάντων ἡμᾶς ἑαυτῷ συμπλέκει. Σκόπει δέ· ἐγεννήθη ἐκ τῆς ἡμετέρας οὐσίας. Ἀλλ' οὐδὲν τοῦτο πρὸς πάντας, φησί· καίτοιγε πρὸς πάντας. Εἰ γὰρ πρὸς τὴν φύσιν ἦλθε τὴν ἡμετέραν, εὔδηλον ὅτι πρὸς πάντας. Εἰ δὲ πρὸς πάντας, καὶ πρὸς ἕνα ἕκαστον. Καὶ πῶς ἅπαντες οὐκ ἐκαρπώσαντο τὸ ἐντεῦθεν κέρδος; φησί. Τοῦτο οὐ παρ' ἐκεῖνον τὸν ὑπὲρ ἁπάντων τοῦτο ἑλόμενον, ἀλλὰ παρὰ τοὺς μὴ βουληθέντας. Ἑνὶ ἑκάστῳ τῶν πιστῶν ἀναμίγνυσιν ἑαυτὸν διὰ τῶν μυστηρίων· καὶ οὓς ἐγέννησεν, ἐκτρέφει δι' ἑαυτοῦ, καὶ οὐκ ἄλλῳ ἐκδίδωσι. καὶ τούτῳ σε πείθων πάλιν, ὅτι σάρκα ἔλαβε τὴν σήν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, τοσαύτης ἠξιωμένοι ἀγάπης τε καὶ τιμῆς. Οὐχ ὁρᾶτε τὰ παιδία μεθ' ὅσης προθυμίας δράσσεται τοῦ μαστοῦ; μεθ' ὅσης ὁρμῆς ἐμπήγνυσι τῇ θηλῇ τὰ χείλη; Μετὰ τοσαύτης προσίωμεν καὶ ἡμεῖς τῇ τραπέζῃ ταύτῃ, καὶ τῇ θηλῇ τοῦ ποτηρίου τοῦ πνευματικοῦ· μᾶλλον δὲ μετὰ πολλῷ πλείονος ἑλκύσωμεν, ὡς παιδία ὑπομάζια, τοῦ Πνεύματος τὴν χάριν· καὶ μία ἡμῖν ἔστω ὀδύνη, τὸ μὴ μετασχεῖν ταύτης τῆς τροφῆς. Οὐκ ἔστιν ἀνθρωπίνης δυνάμεως ἔργα τὰ προκείμενα. Ὁ τότε ταῦτα ποιήσας ἐν ἐκείνῳ τῷ δείπνῳ, οὗτος καὶ νῦν αὐτὰ ἐργάζεται. Ἡμεῖς ὑπηρετῶν τάξιν ἐπέχομεν· ὁ δὲ ἁγιάζων αὐτὰ καὶ μετασκευάζων. αὐτός. Μηδεὶς τοίνυν Ἰούδας παρέστω, μηδεὶς φιλάργυρος. Εἴ τις μὴ μαθητὴς, παραχωρείτω· οὐ δέχεται τοὺς τοιούτους ἡ τράπεζα. Μετὰ γὰρ τῶν μαθητῶν μου, φησὶ, ποιῶ τὸ πάσχα. Αὕτη ἐκείνη ἐστὶν ἡ τράπεζα, καὶ οὐδὲν ἔλαττον ἔχει. Οὐ γὰρ ἐκείνην μὲν ὁ Χριστὸς, ταύτην δὲ ἄνθρωπος δημιουργεῖ· ἀλλὰ καὶ ταύτην αὐτός. Τοῦτο ἐκεῖνο τὸ ἀνώγεων, ἔνθα τότε ἦσαν· ἐντεῦθεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξῆλθον. Ἐξέλθωμεν καὶ ἡμεῖς ἐπὶ τὰς χεῖρας τῶν πενήτων· τοῦτο γὰρ ὄρος τῶν Ἐλαιῶν τὸ χωρίον. Ἐλαῖαι γάρ εἰσι καταπεφυτευμέναι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῶν πενήτων τὸ πλῆθος, ἀποστάζουσαι τὸ ἔλαιον τὸ ἐκεῖ χρησιμεῦον ἡμῖν, ὃ αἱ πέντε παρθένοι εἶχον· αἱ δὲ ἕτεραι μὴ λαβοῦσαι ἐντεῦθεν ἀπώλοντο. Τοῦτο λαβόντες εἰσίωμεν, ἵνα φαιδραῖς ἀπαντήσωμεν ταῖς λαμπάσι τῷ Νυμφίῳ· τοῦτο λαβόντες ἐξέλθωμεν ἐντεῦθεν. Μηδεὶς ἀπάνθρωπος προσίτω, μηδεὶς ὠμὸς καὶ ἀνελεὴς, μηδεὶς ὅλως ἀκάθαρτος. ʹ. Ταῦτα πρὸς ὑμᾶς τοὺς μεταλαμβάνοντας λέγω, καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους. Καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα. Οὐ μικρὰ κόλασις ὑμῖν ἐστιν, εἴ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχεῖν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχειρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβατον πολὺν ἐπὶ τοῦ στόματος φέρον τὸν βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω, καὶ θολῶσαι τὸ ῥεῖθρον· νυνὶ δὲ οὐχ ὕδατος, ἀλλ' αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχειρισμένος, καὶ ὁρῶν γῆς καὶ βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς, οὐδὲ ἀπείργεις; καὶ τίνα ἂν σχοίης συγγνώμην; ∆ιὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμὴν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφάλεια, τοῦτο ὁ στέφανος ἅπας, οὐχ ἵνα λευκὸν χιτωνίσκον καὶ ἀποστίλβοντα περιβαλλόμενοι περιίητε. Καὶ πόθεν οἶδα, φησὶ, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοουμένων, ἀλλὰ περὶ τῶν γνωρίμων λέγω. Εἴπω τι φρικωδέστερον; Οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους ἔνδον εἶναι, ὡς τούτους, οὕς φησιν ὁ Παῦλος τὸν Χριστὸν καταπατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι. ∆αιμονῶντος γὰρ χείρων ὁ ἡμαρτηκὼς καὶ προσιών. Οἱ μὲν γὰρ ἐπειδὴ δαιμονῶσιν, οὐ κολάζονται· οὗτοι δὲ ὅταν ἀναξίως προσίωσιν, ἀθανάτῳ παραδίδονται τιμωρίᾳ. Μὴ τοίνυν τούτους ἐλαύνωμεν μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδωμεν ἀναξίως προσιόντας. Μηδεὶς κοινωνείτω τῶν μὴ μαθητῶν. Μηδεὶς λαμβανέτω Ἰούδας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ τουτὶ τὸ πλῆθος. Ὅρα τοίνυν, ὁ διακονούμενος τοῖς μυστηρίοις, μὴ παροξύνῃς τὸν ∆εσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τοῦτο· μὴ ξίφος δῷς ἀντὶ τροφῆς. Ἀλλὰ κἂν ὑπὸ ἀγνοίας ἐκεῖνος ἔρχηται μεθέξων, κώλυσον, μὴ φοβηθῇς. Φοβήθητι τὸν Θεὸν, μὴ ἄνθρωπον. Ἂν φοβηθῇς ἄνθρωπον, καὶ ὑπ' αὐτοῦ καταγελασθήσῃ· ἂν δὲ τὸν Θεὸν,καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε· οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι. Τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ ∆εσποτικοῦ παρ' ἀξίαν· καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ ἠγνόησέ τις τὸν φαῦλον πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα. Ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴρηται. Ἂν γὰρ τούτους διορθώσωμεν, καὶ τοὺς ἀγνῶτας ταχέως ἡμῖν ὁ Θεὸς γνωριεῖ· ἂν δὲ τούτους ἐάσωμεν, τίνος ἕνεκεν ἡμῖν ἐκείνους ποιήσει φανεροὺς λοιπόν; Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀπείργωμεν, οὐδ' ἵνα ἐκτέμνωμεν μόνον, ἀλλ' ἵνα διορθώσαντες ἐπαναγάγωμεν, ἵνα ἐπιμελώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ πολλοὺς τοὺς κατ' ἀξίαν μεταλαμβάνοντας εὑρήσομεν, καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀποληψόμεθα τὸν μισθόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39 ΟΜΙΛΙΑ ΠΓʹ. Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημο νεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατεὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
αʹ. Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμβάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ' ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μαθηταὶ εἶπον) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. ∆ιὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. ∆ιὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰπεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι' ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; ∆ι' ὧν φθέγγεται, δι' ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Ἅπαντες ἐκάθευδον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ' ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ' οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ' ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐνύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. ∆ιὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ' ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ∆είκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον. βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Εἰς χεῖρας ἁμαρτωλῶν, ἀνίστησιν αὐτῶν τὰ φρονήματα, δηλῶν ὅτι τῆς ἐκείνων πονηρίας τὸ ἔργον ἦν, οὐ τοῦ αὐτὸν ὑπεύθυνον εἶναι πλημμελήματι. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. ∆ιὰ πάντων γὰρ αὐτοὺς ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ' οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ' αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρατήσατε αὐτόν. Βαβαί! πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή! Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν ∆ιδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης! τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤῥει τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου· ὃ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατασχεθεὶς ὑπ' αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ' ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ' ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ' ᾧ πάρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ' ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ' αὐτὴν τὴν νύκτα, καθ' ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ' ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλλων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. ∆ιὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολασίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλησαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. ∆ιὸ δὴ φεύγωμεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φροντίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ' ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ' οἶδα, φησὶν, ὅτι ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ' ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι' ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπουδακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιν τὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς χειρώσασθαι δύναιτ' ἂν καὶ ἑλεῖν. γʹ. Τὸν μέντοι φιλάργυρον ἅπαντες ὁμοῦ λυποῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους, ὅπου καὶ σῆτες καὶ σκώληκες ἐπιστρατεύουσι τῷ τοιούτῳ; Καὶ τί λέγω σῆτας; Ὁ χρόνος ὁ πολὺς ἀρκεῖ μόνος, καὶ μηδενὸς ἐνοχλοῦντος, τὰ μέγιστα ἀδικῆσαι τὸν τοιοῦτον. Τίς οὖν ἡ τοῦ πλούτου ἡδονή; Ἐγὼ μὲν γὰρ αὐτοῦ τὰς ἀηδίας βλέπω· σὺ δέ μοι τὴν ἡδονὴν εἰπέ. Καὶ τίνες αἱ ἀηδίαι; φησί. Φροντίδες, ἐπιβουλαὶ, ἀπέχθειαι, μῖσος, φόβος, τὸ ἀεὶ διψῇν καὶ ἐν ὀδύνῃ εἶναι. Καὶ γὰρ εἴ τις συμπλέκοιτο κόρῃ ἐρωμένῃ, τὴν δὲ ἐπιθυμίαν ἐμπλῆσαι μὴ δύναιτο, τὴν ἐσχάτην ὑπομένει βάσανον. Οὕτω καὶ ὁ πλουτῶν. Ἔχει μὲν γὰρ τὴν εὐπορίαν, καὶ συγγίνεται αὐτῇ· ἐμπλῆσαι δὲ οὐ δύναται τὴν ἐπιθυμίαν ἅπασαν, ἀλλὰ συμβαίνει ταὐτὸν, οἷόν τίς φησι σοφὸς ἀνήρ· Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν· καὶ, Ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον, καὶ στενάζων· οὕτως οἱ πλουτοῦντες ἅπαντες. Τί ἄν τις τἄλλα λέγοι; πῶς πᾶσίν ἐστιν ἀηδὴς ὁ τοιοῦτος, τοῖς οἰκέταις, τοῖς γεωργοῖς, τοῖς γείτοσι, τοῖς τὰ πολιτικὰ πράττουσι, τοῖς ἀδικουμένοις, τοῖς οὐκ ἀδικουμένοις, τῇ γυναικὶ μάλιστα ἁπάντων, τοῖς παιδίοις πλέον ἁπάντων; Οὐδὲ γὰρ ὡς ἐλευθέρους, ἀλλ' ἀνδραπόδων καὶ ἀργυρωνήτων ἀθλιώτερον αὐτοὺς ἐκτρέφει. Καὶ μυρίας ὀργῆς καὶ λύπης καὶ παροινίας καὶ γέλωτος ἀφορμὰς καθ' ἑαυτοῦ παρέξει, κοινὴ πᾶσι κωμῳδία προκείμενος. Καὶ αἱ μὲν ἀηδίαι αὗται, καὶ τούτων πλείους ἴσως· οὐ γὰρ ἄν τις αὐτὰς πάσας ἐπέλθοι τῷ λόγῳ ποτὲ, ἀλλ' ἡ πεῖρα παραστῆσαι δυνήσεται. Σὺ δέ μοι τὴν ἡδονὴν λέγε τὴν ἐντεῦθεν. ∆οκῶ πλουτεῖν, φησὶ, καὶ νομίζομαι πλουτεῖν. Καὶ ποία ἡδονὴ τὸ νομίζεσθαι; Φθόνου μὲν οὖν ὄνομα μέγιστον. Καὶ γὰρ ὄνομα μόνον ἐστὶν ὁ πλοῦτος, πράγματος ἔρημον. Ἀλλὰ καὶ ἐντρυφῶν εὐφραίνεται τῇ ὑπολήψει ταύτῃ, φησὶν, ὁ πλουτῶν. Εὐφραίνεται ὑπὲρ ὧν ἀλγεῖν ἔδει. Ἀλγεῖν; διατί; φησί. Ὅτι τοῦτο αὐτὸν πρὸς πάντα ἄχρηστον ἐργάζεται, καὶ δειλὸν καὶ ἄνανδρον, καὶ πρὸς ἀποδημίαν καὶ πρὸς θάνατον· καὶ γὰρ διπλοῦν ἡγεῖται τοῦτον, μᾶλλον τῶν χρημάτων, ἢ τοῦ φωτὸς ἐπιθυμῶν. Τὸν τοιοῦτον οὐδὲ ὁ οὐρανὸς τέρπει, ὅτι μὴ χρυσίον φέρει· οὐδὲ ὁ ἥλιος, ἐπειδὴ μὴ χρυσᾶς ἀκτῖνας ἀφίησιν. Ἀλλ' εἰσί τινες, οἳ καὶ ἀπολαύουσι τῶν ὄντων, φησὶ, τρυφῶντες γαστριζόμενοι, μεθύοντες, πολυτελῶς δαπανῶντες. Τοὺς χείρονάς μοι τούτων λέγεις. Ἐκεῖνοι γὰρ μάλιστά εἰσιν, οἳ οὐκ ἀπολαύουσιν. Οὗτος μὲν γὰρ κἂν ἑτέρων ἀπέχεται κακῶν, ἑνὶ προσδεδεμένος ἔρωτι· ἐκεῖνοι δὲ τούτων χείρους, πρὸς τοῖς εἰρημένοις ἑτέρων δεσποινῶν χαλεπῶν συρφετὸν ἐπεισάγοντες, καὶ καθάπερ τυράννοις τισὶ χαλεποῖς, τῇ γαστρὶ, τῇ τῶν σωμάτων ἡδονῇ, τῇ μέθῃ, καὶ ταῖς ἄλλαις ἀκολασίαις καθ' ἑκάστην λειτουργοῦντες τὴν ἡμέραν, πόρνας τρέφοντες, δεῖπνα πολυτελῆ κατασκευάζοντες, παρασίτους, κόλακας ὠνούμενοι, ἐπὶ τοὺς παρὰ φύσιν ἐκπίπτοντες ἔρωτας, μυρίοις νοσήμασιν ἐκ τούτων καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν περιβάλλοντες. Οὐδὲ γὰρ εἰς χρείαν ἀναλίσκουσι τὰ ὄντα, ἀλλ' εἰς τὸ φθεῖραι τὸ σῶμα, καὶ συνδιαφθεῖραι τούτῳ τὴν ψυχήν· καὶ ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις τὸ σῶμα κοσμῶν, δοκοίη εἰς τὴν ἑαυτοῦ χρείαν ἀναλίσκειν. Ὥστε ἐκεῖνος μόνος ἡδονῆς ἀπολαύει, καὶ κύριός ἐστι τῶν ὄντων, ὁ χρώμενος εἰς δέον τῷ πλούτῳ· οὗτοι δὲ δοῦλοι καὶ αἰχμάλωτοι· καὶ γὰρ τὰ πάθη τοῦ σώματος ἐπιτρίβουσι, καὶ τὰ νοσήματα τῆς ψυχῆς. Ποία οὖν αὕτη ἀπόλαυσις, ὅπου πολιορκία καὶ πόλεμος, καὶ χειμὼν θαλαττίας πάσης ζάλης χαλεπώτερος; Κἂν γὰρ ἀνοήτους ὁ πλοῦτος λάβῃ, ἀνοητοτέρους ἐργάζεται· κἂν ἀσελγεῖς, ἀσελγεστέρους. Καὶ τί τῷ πένητι, φησὶ, τῆς συνέσεως ὄφελος; Εἰκότως ἀγνοεῖς. Οὐδὲ γὰρ ὁ τυφλὸς οἶδε, τί τοῦ φωτὸς τὸ κέρδος. Ἄκουσον τοῦ Σολομῶνος λέγοντος, ὅτι Ὅσον τὸ μέσον σκότους καὶ φωτὸς, τοσαύτη ἡ περιουσία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα. Ἀλλὰ τὸν ἐν σκότῳ πῶς διδάξομεν; Σκότος γάρ ἐστιν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν ὄντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ' ἑτέρως. Καθάπερ γὰρ ὁ ἐν σκότῳ, κἂν χρυσοῦν ἴδῃ σκεῦος, κἂν λίθον τίμιον, κἂν ἁλουργὰ ἱμάτια, οὐδὲν εἶναι νομίζει· οὐ γὰρ ὁρᾷ αὐτῶν τὸ κάλλος· οὕτω καὶ ὁ ἐν φιλαργυρίᾳ οὐκ οἶδε τῶν περισπουδάστων, ὡς χρὴ, τὸ κάλλος. ∆ιασκέδασόν μοι τὴν ἀχλὺν τὴν ἀπὸ τοῦ πάθους τούτου, καὶ τότε ὄψει τῶν πραγμάτων τὴν φύσιν. Οὐδαμοῦ δὲ ταῦτα οὕτω φαίνεται, ὡς ἐν πενίᾳ· οὐδαμοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, οὐκ ὄντα δὲ, ὡς ἐν φιλοσοφίᾳ. δʹ. Ἀλλ' ὢ τῶν ἀνοήτων ἀνθρώπων, οἳ καὶ καταρῶνται τοῖς πένησι, καί φασι καταισχύνεσθαι καὶ οἰκίας καὶ βίον ὑπὸ πενίας· πάντα φύροντες! Τί γάρ ἐστιν αἰσχύνη οἰκίας; εἰπέ μοι. Οὐκ ἔχει κλίνην ἐξ ἐλέφαντος, οὐδὲ ἀργυρᾶ σκεύη, ἀλλ' ἐξ ὀστράκου πάντα καὶ ξύλων. Τοῦτο μὲν οὖν μεγίστη δόξα οἰκίας καὶ περιφάνεια. Τὸ γὰρ τῶν βιωτικῶν ἀμελεῖν εἰς τὴν ἐπιμέλειαν τῆς ψυχῆς πολλάκις ποιεῖ τὴν σχολὴν ἀναλίσκεσθαι πᾶσαν. Ὅταν οὖν πολλὴν ἐν τοῖς ἔξω τὴν ἐπιμέλειαν ἴδῃς, τότε αἰσχύνθητι ἐπὶ τῇ πολλῇ ἀσχημοσύνῃ. Σχῆμα γὰρ μάλιστα αἱ τῶν πλουτούντων οὐκ ἔχουσιν οἰκίαι. Ὅταν γὰρ ἴδῃς ξύλα περιβεβλημένα τάπησι, καὶ κλίνας ἀργύρῳ ἐνδεδεμένας, ὥσπερ ἐν τῷ θεάτρῳ, ὥσπερ ἐν τῇ πομπῇ τῆς σκηνῆς, τί ταύτης τῆς ἀσχημοσύνης ἴσον γένοιτ' ἄν; Ποία γὰρ μᾶλλον οἰκία ἔοικε τῇ ὀρχήστρᾳ καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας; ἡ τοῦ πλουσίου, ἢ ἡ τοῦ πένητος; Οὐκ εὔδηλον, ὅτι ἡ τοῦ πλουσίου; Οὐκοῦν αὕτη ἀσχημοσύνης γέμει. Ποία οἰκία ἔοικε τῇ τοῦ Παύλου, τῇ τοῦ Ἀβραάμ; Εὔδηλον ὅτι ἡ τοῦ πένητος. Οὐκοῦν αὕτη μάλιστα κεκαλλώπισται καὶ εὐδοκιμεῖ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο μάλιστα κόσμος οἰκίας. εἴσελθε εἰς τὴν οἰκίαν τοῦ Ζακχαίου, καὶ μάθε, ὅτε ἔμελλεν εἰς αὐτὴν εἰσιέναι ὁ Χριστὸς, πῶς αὐτὴν ἐκόσμησεν ἐκεῖνος. Οὐ γὰρ ἔδραμε πρὸς τοὺς γείτονας, ἀμφίθυρα αἰτῶν καὶ καθέδρας καὶ βάθρα ἐξ ἐλέφαντος πεποιημένα, οὐδὲ ἐξέβαλεν ἐκ τῶν ταμιείων τὰ ἐπιβλήματα τὰ Λακωνικά· ἀλλ' ἐκόσμησε κόσμῳ τῷ Χριστῷ πρέποντι. Τίς δὲ οὗτος ἦν; Τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω, φησὶ, πτωχοῖς, καὶ οὗ ἂν ἥρπασα, τετραπλασίονα ἀποδώσω. Οὕτω καὶ ἡμεῖς κοσμῶμεν τὰς οἰκίας, ἵνα καὶ πρὸς ἡμᾶς εἰσέλθῃ ὁ Χριστός. Ταῦτα καλὰ τὰ ἀμφίθυρα, ταῦτα ἐν οὐρανοῖς κατασκευάζεται, ἐκεῖ ὑφαίνεται. Ἔνθα ἂν ταῦτα ᾖ, ἐκεῖ καὶ ὁ τῶν οὐρανῶν Βασιλεύς. Ἂν δὲ ἑτέρως κοσμῇς, τὸν διάβολον καλεῖς, καὶ τὸν ἐκείνου χορόν. Ἦλθε καὶ εἰς τὴν οἰκίαν τοῦ τελώνου Ματθαίου. Τί οὖν καὶ οὗτος ἐποίησε; Τῇ προθυμίᾳ πρότερον ἑαυτὸν ἐκόσμησε, καὶ τῷ πάντα ἀφεῖναι καὶ ἀκολουθῆσαι αὐτῷ. Οὕτω καὶ ὁ Κορνήλιος ἐκόσμει τὴν οἰκίαν εὐχαῖς καὶ ἐλεημοσύναις· διὸ καὶ μέχρι σήμερον ὑπὲρ αὐτὰ λάμπει τὰ βασίλεια. Καὶ γὰρ οἰκίας εὐτέλεια, οὐ σκεύη κείμενα ἁπλῶς, οὐδὲ κλίνη ἠμελημένη, οὐδὲ τοῖχοι καπνοῦ γέμοντες, ἀλλ' ἡ τῶν ἐνοικούντων κακία. Καὶ δείκνυσιν ὁ Χριστός· εἰς μὲν γὰρ τὴν τοιαύτην, ἂν ᾖ ἐνάρετος ὁ κατοικῶν, οὐκ ἐπαισχύνεται εἰσελθεῖν· εἰς δὲ ἐκείνην, κἂν χρυσοῦν ὄροφον ἔχῃ, οὐδέποτε εἰσελεύσεται. Ὥστε αὕτη μὲν τῶν βασιλείων λαμπροτέρα, τὸν πάντων ∆εσπότην δεχομένη· ἐκείνη δὲ, μετὰ τοῦ ὀρόφου τοῦ χρυσοῦ καὶ τῶν κιόνων, ἀμάραις καὶ ὀχετοῖς ἔοικεν ἀκαθάρτοις, σκεύη τοῦ διαβόλου ἔχουσα. Ταῦτα δὲ ἡμῖν οὐ περὶ τῶν πλουτούντων εἰς δέον, ἀλλὰ περὶ τῶν πλεονεκτούντων καὶ φιλαργύρων εἴρηται. Οὐδὲ γὰρ ἐκεῖ σπουδὴ, οὐδὲ φροντὶς ὑπὲρ τῶν ἀναγκαίων, ἀλλ' ὑπὲρ τοῦ γαστρίζεσθαι καὶ μεθύειν, καὶ ἕτερα τοιαῦτα ἀσχημονεῖν· ἐνταῦθα δὲ ὑπὲρ τοῦ φιλοσοφεῖν. ∆ιὰ ταῦτα οὐδαμοῦ εἰσῆλθεν εἰς οἰκίαν λαμπρὰν ὁ Χριστὸς, ἀλλ' εἰς τὴν τοῦ τελώνου καὶ ἀρχιτελώνου καὶ ἁλιέως, τὰ βασίλεια ἀφεὶς, καὶ τοὺς τὰ μαλακὰ ἐνδεδυμένους ἱμάτια. Εἰ τοίνυν αὐτὸν βούλει καλέσαι καὶ σὺ, κόσμησον τὴν οἰκίαν ἐλεημοσύναις, εὐχαῖς, ἱκετηρίαις, παννυχίσι. Ταῦτα τοῦ βασιλέως Χριστοῦ τὰ ἀναθήματα, ἐκεῖνα δὲ τοῦ μαμωνᾶ, τοῦ ἐχθροῦ τοῦ Χριστοῦ. Μηδεὶς τοίνυν ἐγκαλυπτέσθω οἰκίαν ἔχων εὐτελῆ, ἂν ταῦτα ἔχῃ τὰ ἐπιβλήματα· μηδεὶς πλούσιος φρονείτω μέγα, οἰκίαν ἔχων πολυτελῆ, ἀλλ' ἐγκαλυπτέσθω μᾶλλον, καὶ ταύτην ζηλούτω, ἐκείνην ἀφείς· ἵνα καὶ ἐνταῦθα τὸν Χριστὸν ὑποδέξηται, καὶ ἐκεῖ τῶν αἰωνίων ἀπολαύσῃ σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι Τόμος 58
38 ΟΜΙΛΙΑ ΠΒʹ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς Καινῆς ∆ιαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
αʹ. Βαβαὶ, πόση ἡ πήρωσις τοῦ προδότου! Καὶ τῶν μυστηρίων μετέχων, ἔμενεν ὁ αὐτός· καὶ τῆς φρικωδεστάτης ἀπολαύων τραπέζης, οὐ μετεβάλλετο. Καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς, οὐ τοῦ σώματος καταφρονῶν τοῦ ∆εσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας καταγελῶν τοῦ προδότου λοιπόν. Καὶ γὰρ μεῖζον τὸ ἁμάρτημα ἐγίνετο ἑκατέρωθεν· καὶ ὅτι μετὰ τοιαύτης γνώμης τοῖς μυστηρίοις προσῄει, καὶ ὅτι προσελθὼν οὐκ ἐγένετο βελτίων, οὔτε ἀπὸ τοῦ φόβου, οὔτε ἀπὸ τῆς εὐεργεσίας, οὔτε ἀπὸ τῆς τιμῆς. Ὁ δὲ Χριστὸς οὐκ ἐκώλυσεν αὐτὸν, καίτοι πάντα εἰδώς· ἵνα μάθῃς ὅτι οὐδὲν παραλιμπάνει τῶν εἰς διόρθωσιν ἡκόντων. ∆ιὰ τοῦτο καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο συνεχῶς ὑπεμίμνησκε καὶ κατεῖχε, καὶ δι' ἔργων, καὶ διὰ λόγων, καὶ διὰ φόβου, καὶ διὰ θεραπείας, καὶ δι' ἀπειλῆς, καὶ διὰ τιμῆς. Ἀλλ' οὐδὲν αὐτὸν ἀφίστη τοῦ νοσήματος ἐκείνου τοῦ χαλεποῦ. ∆ιὸ λοιπὸν ἐκεῖνον ἀφεὶς, τοὺς μαθητὰς διὰ τῶν μυστηρίων ἀναμιμνήσκει πάλιν τῆς σφαγῆς, καὶ μεταξὺ τῆς τραπέζης περὶ τοῦ σταυροῦ διαλέγεται, τῇ συνεχείᾳ τῆς προῤῥήσεως εὐπαράδεκτον αὐτοῦ ποιῶν τὸ πάθος. Εἰ γὰρ τοσούτων γενομένων καὶ προλεχθέντων, ἐθορυβήθησαν, εἰ μηδὲν τούτων ἠκηκόεισαν, τί οὐκ ἂν ἔπαθον; Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον ἔκλασε. Τί δήποτε τότε κατὰ τὸν καιρὸν τοῦ πάσχα τὸ μυστήριον ἐπετέλει τοῦτο; Ἵνα μάθῃς πάντοθεν καὶ τῆς Παλαιᾶς αὐτὸν ὄντα νομοθέτην, καὶ τὰ ἐν ἐκείνῃ διὰ ταῦτα προσκιογραφηθέντα. ∆ιά τοι τοῦτο ἔνθα ὁ τύπος, τὴν ἀλήθειαν ἐπιτίθησιν. Ἡ δὲ ἑσπέρα τοῦ πληρώματος τῶν καιρῶν τεκμήριον ἦν, καὶ τοῦ πρὸς αὐτὸ λοιπὸν ἥκειν τὸ τέλος τὰ πράγματα. Καὶ εὐχαριστεῖ, διδάσκων ἡμᾶς ὅπως δεῖ τὸ μυστήριον τοῦτο ἐπιτελεῖν, καὶ δεικνὺς ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, καὶ παιδεύων ἡμᾶς, ὅπερ ἂν πάσχωμεν, εὐχαρίστως φέρειν, καὶ χρηστὰς κἀντεῦθεν ὑποτείνων τὰς ἐλπίδας. Εἰ γὰρ ὁ τύπος τοσαύτης δουλείας γέγονεν ἀπαλλαγὴ, πολλῷ μᾶλλον ἡ ἀλήθεια τὴν οἰκουμένην ἐλευθερώσει, καὶ ἐπὶ εὐεργεσίᾳ τῆς ἡμετέρας παραδοθήσεται φύσεως. ∆ιά τοι τοῦτο οὐδὲ πρὸ τούτου παρέδωκε τὸ μυστήριον, ἀλλ' ὅτε λοιπὸν παύσασθαι ἔδει τὰ νομικά. Καὶ τὸ κεφάλαιον δὲ τῶν ἑορτῶν αὐτῶν καταλύει, ἐφ' ἑτέραν αὐτοὺς μετατιθεὶς τράπεζαν φρικωδεστάτην, καί φησι· Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ πολλῶν κλώμενον. Καὶ πῶς οὐκ ἐθορυβήθησαν τοῦτο ἀκούσαντες; Ὅτι πολλὰ καὶ μεγάλα περὶ τούτου καὶ ἔμπροσθεν αὐτοῖς ἦν προδιαλεχθείς. ∆ιόπερ ἐκεῖνο μὲν οὐκέτι κατασκευάζει· καὶ γὰρ αὐτάρκως ἦσαν ἀκούσαντες· τὴν δὲ αἰτίαν λέγει τοῦ πάθους, τῶν ἁμαρτημάτων τὴν ἀναίρεσιν. Καὶ αἷμα Καινῆς ∆ιαθήκης καλεῖ, τουτέστι, τῆς ὑποσχέσεως, τῆς ἐπαγγελίας, τοῦ νόμου τοῦ καινοῦ. Τοῦτο γὰρ καὶ ὑπέσχετο πάλαι, καὶ τὴν ∆ιαθήκην τοῦτο συνέχει τὴν ἐν τῇ Καινῇ. Καὶ ὥσπερ ἡ Παλαιὰ πρόβατα καὶ μόσχους εἶχεν, οὕτως αὕτη τὸ αἷμα τὸ ∆εσποτικόν. Κἀντεῦθεν δείκνυσιν, ὅτι καὶ μέλλει τελευτᾷν· διὸ καὶ ∆ιαθήκης μέμνηται· καὶ ἀναμιμνήσκει δὲ τῆς προτέρας· καὶ γὰρ καὶ ἐκείνη δι' αἵματος ἐγκεκαίνιστο. Καὶ πάλιν λέγει τοῦ θανάτου τὴν αἰτίαν· Τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· καί φησι, Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Εἶδες πῶς ἐξάγει τῶν Ἰουδαϊκῶν ἐθῶν, καὶ ἀφίστησι; Καθάπερ γὰρ ἐκεῖνο ἐποιεῖτε, φησὶν, εἰς ἀνάμνησιν τῶν ἐν Αἰγύπτῳ θαυμάτων, οὕτω καὶ τοῦτο εἰς ἐμήν. Ἐκεῖνο ἐξεχύθη εἰς σωτηρίαν τῶν πρωτοτόκων; τοῦτο εἰς ἄφεσιν ἁμαρτιῶν τῆς οἰκουμένης ἁπάσης. Τοῦτο γάρ ἐστι τὸ αἷμά μου, φησὶ, τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο δὲ ἔλεγε, κἀντεῦθεν δεικνὺς ἅμα ὅτι μυστήριόν ἐστι τὸ πάθος καὶ ὁ σταυρὸς, καὶ διὰ τούτου πάλιν παρακαλῶν τοὺς μαθητάς. Καὶ καθάπερ Μωϋσῆς φησι, Τοῦτο μνημόσυνον ὑμῖν αἰώνιον· οὕτω καὶ αὐτὸς, Εἰς ἐμὴν ἀνάμνησιν, ἕως ἂν παραγένωμαι. ∆ιὰ τοῦτο καὶ, Ἐπιθυμίᾳ ἐπεθύμησα, φησὶ, τὸ πάσχα τοῦτο φαγεῖν· τουτέστι, παραδοῦναι ὑμῖν τὰ καινὰ πράγματα, καὶ πάσχα δοῦναι, καθ' ὃ μέλλω πνευματικοὺς ποιεῖν. Καὶ αὐτὸς ἔπιεν ἐξ αὐτοῦ. Ἵνα γὰρ μὴ ταῦτα ἀκούοντες εἴπωσι, Τί οὖν; αἷμα πίνομεν, καὶ σάρκα ἐσθίομεν; καὶ θορυβηθῶσι τότε· (καὶ γὰρ ὅτε τοὺς περὶ τούτων ἐκίνει λόγους, καὶ πρὸς τὰ ῥήματα αὐτὰ πολλοὶ ἐσκανδαλίζοντο·) ἵν' οὖν μὴ καὶ τότε ταραχθῶσι, πρῶτος αὐτὸς τοῦτο ἐποίησεν, ἐνάγων αὐτοὺς ἀταράχως εἰς τὴν κοινωνίαν τῶν μυστηρίων. ∆ιὰ τοῦτο τὸ ἑαυτοῦ αἷμα αὐτὸς ἔπιεν. Τί οὖν· κἀκεῖνο χρὴ ποιεῖν τὸ παλαιόν; φησίν. Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο εἶπε, Τοῦτο ποιεῖτε, ἵνα ἐκείνου ἀπαγάγῃ. Εἰ γὰρ τοῦτο ἄφεσιν ἁμαρτιῶν ἐργάζεται, ὥσπερ οὖν καὶ ἐργάζεται, περιττὸν ἐκεῖνο λοιπόν. Ὥσπερ οὖν ἐπὶ τῶν Ἰουδαίων, οὕτω καὶ ἐνταῦθα τῆς εὐεργεσίας ἐγκατέδησε τὸ μνημόσυνον τῷ μυστηρίῳ, κἀντεῦθεν ἐμφράττων τῶν αἱρετικῶν τὰ στόματα. Ὅταν γὰρ λέγωσι, Πόθεν δῆλον ὅτι ἐτύθη ὁ Χριστός; μετὰ τῶν ἄλλων καὶ ἀπὸ τῶν μυστηρίων αὐτοὺς ἐπιστομίζομεν. Εἰ γὰρ μὴ ἀπέθανεν ὁ Ἰησοῦς, τίνος σύμβολα τὰ τελούμενα; βʹ. Ὁρᾷς ὅση γέγονε σπουδὴ, ὥστε ἀεὶ ἀναμιμνήσκεσθαι, ὅτι ἀπέθανεν ὑπὲρ ἡμῶν; Ἐπειδὴ γὰρ ἔμελλον οἱ περὶ Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Μανιχαῖον φύεσθαι, ταύτην ἀρνούμενοι τὴν οἰκονομίαν, διηνεκῶς ἀναμιμνήσκει τοῦ πάθους καὶ διὰ τῶν μυστηρίων, ὥστε μηδένα παραλογισθῆναι· ὁμοῦ μὲν σώζων, ὁμοῦ δὲ παιδεύων διὰ τῆς ἱερᾶς τραπέζης ἐκείνης. Καὶ γὰρ τὸ κεφάλαιον τῶν ἀγαθῶν τοῦτο.
∆ιὸ καὶ ὁ Παῦλος τοῦτο ἄνω καὶ κάτω στρέφει. Εἶτα ἐπειδὴ παρέδωκε, φησίν· Οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Ἐπειδὴ γὰρ περὶ πάθους αὐτοῖς καὶ σταυροῦ διελέχθη, καὶ τὸν περὶ τῆς ἀναστάσεως πάλιν εἰσάγει λόγον, βασιλείας εἰς μέσον ἀναμνήσας, καὶ τὴν ἀνάστασιν οὕτω τὴν ἑαυτοῦ καλέσας. Καὶ τίνος ἕνεκεν ἀναστὰς ἔπιεν; Ἵνα μὴ νομίσωσιν οἱ παχύτεροι φαντασίαν εἶναι τὴν ἀνάστασιν. Τοῦ γὰρ ἀναστῆναι τοῦτο τεκμήριον ἐτίθεντο οἱ πολλοί. ∆ιὸ καὶ οἱ ἀπόστολοι πείθοντες αὐτοὺς περὶ ἀναστάσεως, τοῦτο ἔλεγον· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. ∆ηλῶν τοίνυν ὅτι αὐτὸν ὄψονται ἀναστάντα λαμπρῶς, καὶ μετ' αὐτῶν ἔσται πάλιν,καὶ αὐτοὶ μαρτυρήσουσι τοῖς γινομένοις, καὶ δι' ὄψεως καὶ διὰ πραγμάτων, φησίν· Ἕως ἂν αὐτὸ πίω καινὸν μεθ' ὑμῶν, ὑμῶν μαρτυρούντων. Ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι, Καινόν; Καινῶς, τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχων, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον, καὶ οὐ δεόμενον τροφῆς. Οὐ τοίνυν διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὐδὲ γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων· ἀλλὰ δι' ἀναστάσεως πληροφορίαν. Καὶ τίνος ἕνεκεν οὐχ ὕδωρ ἔπιεν ἀναστὰς, ἀλλ' οἶνον; Ἄλλην αἵρεσιν πονηρὰν πρόῤῥιζον ἀνασπῶν. Ἐπειδὴ γάρ εἰσί τινες ἐν τοῖς μυστηρίοις ὕδατι κεχρημένοι, δεικνὺς ὅτι καὶ ἡνίκα τὰ μυστήρια παρέδωκεν, οἶνον παρέδωκε, καὶ ἡνίκα ἀναστὰς χωρὶς μυστηρίων ψιλὴν τράπεζαν παρετίθετο, οἴνῳ ἐκέχρητο, Ἐκ τοῦ γεννήματος, φησὶ, τῆς ἀμπέλου. Ἄμπελος δὲ οἶνον, οὐχ ὕδωρ γεννᾷ. Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Ἀκουέτωσαν ὅσοι καθάπερ χοῖροι ἐσθίοντες ἁπλῶς λακτίζουσι τὴν τράπεζαν τὴν αἰσθητὴν, καὶ ἀνίστανται μετὰ μέθης, δέον εὐχαριστεῖν καὶ εἰς ὕμνον τελευτᾷν. Ἀκούσατε ὅσοι τὴν τελευταίαν πάλιν εὐχὴν οὐκ ἀναμένετε τῶν μυστηρίων· αὕτη γὰρ ἐκείνης σύμβολον. Εὐχαρίστησε πρὸ τοῦ δοῦναι τοῖς μαθηταῖς, ἵνα καὶ ἡμεῖς εὐχαριστῶμεν. Εὐχαρίστησε καὶ ὕμνησε μετὰ τὸ δοῦναι, ἵνα καὶ ἡμεῖς αὐτὸ τοῦτο ποιῶμεν. Τί δήποτε δὲ εἰς τὸ ὄρος ἐξέρχεται; ∆ῆλον ἑαυτὸν ποιῶν πρὸς τὸ ληφθῆναι, ἵνα μὴ δόξῃ κρύπτεσθαι. Ἔσπευδε γὰρ ἐπὶ τὸν τόπον ἐλθεῖν, τὸν καὶ Ἰούδᾳ γνώριμον. Τότε λέγει αὐτοῖς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοί. Εἶτα λέγει καὶ προφητείαν· Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα· ὁμοῦ μὲν πείθων αὐτοὺς ἀεὶ προσέχειν τοῖς γεγραμμένοις, ὁμοῦ δὲ δηλῶν ὅτι κατὰ Θεοῦ γνώμην ἐσταυροῦτο, καὶ πανταχόθεν δεικνὺς οὐκ ἀλλότριον ὄντα ἑαυτὸν τῆς Παλαιᾶς, οὐδὲ τοῦ ἐν αὐτῇ καταγγελλομένου Θεοῦ, καὶ ὅτι οἰκονομία τὸ γινόμενον ἦν, καὶ πάντα προανεκήρυξαν οἱ προφῆται ἄνωθεν τὰ ἐν τῷ πράγματι, ὥστε αὐτοὺς καὶ περὶ τῶν χρηστοτέρων σφόδρα θαῤῥεῖν. Καὶ διδάσκει εἰδέναι, τίνες μὲν πρὸ τοῦ σταυροῦ οἱ μαθηταὶ, τίνες δὲ μετὰ τὸν σταυρόν. Καὶ γὰρ οἱ σταυρουμένου μηδὲ στῆναι δυνάμενοι, οὗτοι μετὰ θάνατον σφοδροὶ καὶ ἀδάμαντος ἰσχυρότεροι. Καὶ τοῦτο δὲ αὐτὸ ἀπόδειξις τοῦ θανάτου, ἡ φυγὴ τῶν μαθητῶν καὶ ἡ δειλία. Εἰ γὰρ τοσαῦτα γέγονέ τε καὶ ἐλέχθη, καὶ ἀναισχυντοῦσί τινες, καί φασιν αὐτὸν μὴ ἐσταυρῶσθαι· εἰ μηδὲν τούτων συνέβη, ποῦ οὐκ ἂν ἐξέπεσον παρανομίας;∆ιά τοι τοῦτο οὐχὶ διὰ τῶν οἰκείων παθῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐν τοῖς μαθηταῖς βεβαιοῖ τὸν περὶ τοῦ θανάτου λόγον, καὶ διὰ τῶν μυστηρίων, πάντοθεν καταισχύνων τοὺς τὰ Μαρκίωνος νοσοῦντας. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφίησιν ἀρνήσασθαι. Εἰ δὲ μὴ ἐδέθη, μηδὲ ἐσταυρώθη, πόθεν καὶ ἐκείνῳ καὶ τοῖς λοιποῖς τοσοῦτος ἐγένετο φόβος; Οὐ μὴν ἀφῆκεν αὐτοὺς πάλιν μέχρι τῶν σκυθρωπῶν μεῖναι, ἀλλὰ τί φησι; Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Οὐδὲ γὰρ ἀπὸ οὐρανοῦ φαίνεται εὐθέως, οὐδὲ εἰς μακράν τινα χώραν ἄπεισιν, ἀλλ' ἐν αὐτῷ τῷ ἔθνει, ἐν ᾧ καὶ ἐσταυρώθη, ἐν αὐτοῖς σχεδὸν τοῖς χωρίοις, ὥστε καὶ ἐντεῦθεν αὐτοὺς πιστώσασθαι, ὅτι ὁ σταυρωθεὶς αὐτὸς ἦν καὶ ὁ ἀναστὰς, καὶ ταύτῃ σκυθρωπάζοντας μειζόνως παραμυθήσασθαι. ∆ιὰ τοῦτο καὶ, Ἐν τῇ Γαλιλαίᾳ, εἶπεν, ἵνα τοῦ φόβου τῶν Ἰουδαίων ἀπαλλαγέντες, πιστεύσωσι τῷ λεγομένῳ. ∆ιὸ καὶ ἐκεῖ ἐφάνη. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν· Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. γʹ. Τί φῂς, ὦ Πέτρε; ὁ προφήτης εἶπεν, ὅτι Σκορπισθήσεται τὰ πρόβατα· ὁ Χριστὸς ἐβεβαίωσε τὸ εἰρημένον· καὶ σὺ λέγεις, οὐχί; Οὐκ ἀρκεῖ τὰ πρότερα, ὅτε εἶπες, Ἵλεώς σοι, καὶ ἐπεστομίσθης; ∆ιὰ τοῦτο τοίνυν ἀφίησιν αὐτὸν πεσεῖν, παιδεύων αὐτὸν ἐντεῦθεν πάντα πείθεσθαι τῷ Χριστῷ, καὶ τῆς οἰκείας συνειδήσεως πιστοτέραν ἡγεῖσθαι τὴν ἀπόφασιν τὴν αὐτοῦ. Καὶ οἱ λοιποὶ δὲ οὐ μικρὸν ἐκαρπώσαντο ἀπὸ τῆς ἀρνήσεως τῆς αὐτοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν κατανοήσαντες, καὶ τὴν τοῦ Θεοῦ ἀλήθειαν. Ὅταν γὰρ αὐτός τι προείπῃ, οὐκέτι σοφίζεσθαι χρὴ, οὐδὲ τῶν πολλῶν κατεξανίστασθαι. Τὸ γὰρ καύχημα, φησὶν, εἰς ἑαυτὸν ἕξεις, καὶ οὐκ εἰς τὸν ἕτερον. ∆έον γὰρ δεηθῆναι καὶ εἰπεῖν, Βοήθησον ἡμῖν, ὥστε μὴ ἀποσχισθῆναι, ὁ δὲ ἑαυτῷ θαῤῥεῖ, καί φησι· Καὶ εἰ πάντες σκανδαλισθήσονται ἐν σοὶ, ἀλλ' ἐγὼ οὐδέποτε· κἂν πάντες τοῦτο πάθωσι, φησὶν, ἐγὼ οὐ πείσομαι· ὅπερ εἰς αὐθάδειαν αὐτὸν ἦγε κατὰ μικρόν. Τοῦτο τοίνυν καταστεῖλαι βουλόμενος ὁ Χριστὸς, συνεχώρησε τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ οὐδὲ αὐτοῦ ἠνέσχετο, οὔτε τοῦ προφήτου· (καίτοι διὰ τοῦτο καὶ τὸν προφήτην ἐπηγάγετο, ἵνα μὴ ἀντείπωσιν·) ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἠνέσχετο τῶν ῥημάτων, παιδεύεται διὰ τῶν ἔργων. Ὅτι γὰρ διὰ τοῦτο συνεχώρησεν, ἵνα τοῦτο ἐν αὐτῷ κατορθώσῃ, ἄκουσον τί φησιν· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Τοῦτο γὰρ σφόδρα αὐτοῦ καθαπτόμενος ἔλεγε, καὶ δηλῶν ὅτι τὸ πτῶμα αὐτοῦ τῶν ἄλλων χαλεπώτερον, καὶ πλείονος δεόμενον βοηθείας. Καὶ γὰρ δύο τὰ ἐγκλήματα ἦν, καὶ ὅτι ἀντεῖπε, καὶ ὅτι τῶν ἄλλων ἑαυτὸν προὔθηκε· μᾶλλον δὲ καὶ τρίτον, ὅτι τὸ πᾶν ἑαυτῷ ἀνέθηκε. Ταῦτα οὖν ἰώμενος, εἴασε γενέσθαι τὸ πτῶμα· καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἀφεὶς, πρὸς αὐτὸν ἀποτείνεται. Σίμων γὰρ, φησὶ, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο ὑμᾶς συνιάσαι ὡς τὸν σῖτον· τουτέστι, θορυβῆσαι, ταράξαι, πειράσαι· Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ σου ἡ πίστις. Καὶ διατί, εἰ πάντας ᾐτήσατο, οὐ περὶ πάντων εἶπεν, Ἐδεήθην; Οὐκ εὔδηλον, ὅτι τοῦτό ἐστιν, ὅπερ ἔμπροσθεν εἶπον, ὅτι καθαπτόμενος αὐτοῦ, καὶ δεικνὺς ὅτι χαλεπώτερον τῶν ἄλλων αὐτοῦ τὸ πτῶμα, πρὸς αὐτὸν τρέπει τὸν λόγον; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἐγὼ δὲ οὐκ εἴασα, ἀλλ', Ἐδεήθην; Ταπεινὰ λοιπὸν φθέγγεται, πρὸς τὸ πάθος ἰὼν, ἵνα τὸ ἀνθρώπινον δείξῃ. Ὁ γὰρ τὴν Ἐκκλησίαν ἐπὶ τῇ ὁμολογίᾳ αὐτοῦ οἰκοδομήσας, καὶ οὕτω τειχίσας αὐτὴν, ὡς μυρίους κινδύνους καὶ θανάτους αὐτῆς μὴ περιγενέσθαι, ὁ τῶν οὐρανῶν αὐτῷ τὰς κλεῖς δεδωκὼς, καὶ τοσαύτης ἐξουσίας ποιήσας κύριον, καὶ μηδαμοῦ εὐχῆς εἰς ταῦτα δεηθείς· (οὐδὲ γὰρ εἶπεν, Ἐδεήθην· ἀλλὰ μετὰ αὐθεντίας, Οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ δώσω σοι τὰς κλεῖς τῶν οὐρανῶν·) πῶς εὐχῆς ἐδεῖτο, ἵνα ἑνὸς ἀνθρώπου σαλευομένην περισφίγξῃ ψυχήν; Τίνος οὖν ἕνεκεν οὕτως εἶπε; ∆ιὰ τὴν αἰτίαν ἣν εἴρηκα, καὶ διὰ τὴν ἐκείνων δὲ ἀσθένειαν· οὐδέπω γὰρ ἦσαν τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν ἔχοντες. Πῶς οὖν ἠρνήσατο; Οὐκ εἶπεν, Ἵνα μὴ ἀρνήσῃ, ἀλλ', Ὥστε μὴ ἐκλιπεῖν τὴν πίστιν, ὥστε μὴ τέλεον ἀπολέσθαι. Τῆς γὰρ αὐτοῦ κηδεμονίας τοῦτο γέγονε. Καὶ γὰρ ὁ φόβος πάντα ἐξέβαλεν· ἄμετρος γὰρ ἦν· ἄμετρος δὲ ἐγένετο, ἐπειδὴ σφόδρα αὐτὸν ἐγύμνωσεν ὁ Θεὸς τῆς ἑαυτοῦ ῥοπῆς ἐγύμνωσε δὲ σφόδρα, ἐπειδὴ καὶ σφοδρὸν ἐν αὐτῷ τὸ πάθος ἦν τῆς αὐθαδείας καὶ τῆς ἀντιῤῥήσεως. Ἵν' οὖν πρόῤῥιζον ἀνέλῃ, διὰ τοῦτο εἴασεν οὕτω κατασχεῖν αὐτὸν τὴν ἀγωνίαν. Ὅτι γὰρ χαλεπὸν ἦν ἐν αὐτῷ τὸ πάθος τοῦτο, οὐκ ἠρκέσθη τοῖς προτέροις, καὶ προφήτῃ καὶ Χριστῷ ἀντειπὼν, ἀλλὰ καὶ μετὰ ταῦτα εἰπόντος αὐτῷ τοῦ Χριστοῦ, Ἀμὴν λέγω σοι, ὅτι ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με, λέγει· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁ δὲ Λουκᾶς ἐπισημαίνεται, ὅτι ὅσῳ ἀπηγόρευεν ὁ Χριστὸς, τοσούτῳ ἠναντιοῦτο ὁ Πέτρος ἐκ περισσοῦ. Τί ταῦτα, ὦ Πέτρε; Ὅτε μὲν ἔλεγεν, Εἷς ἐξ ὑμῶν παραδώσει με, ἐφοβοῦ μὴ σὺ ᾖς ὁ προδότης, καὶ ἠνάγκαζες τὸν μαθητὴν ἐρωτῆσαι, καίτοι οὐδὲν σαυτῷ συνειδὼς τοιοῦτον· νυνὶ δὲ διαῤῥήδην αὐτοῦ βοῶντος καὶ λέγοντος, ὅτι Πάντες σκανδαλισθήσεσθε, ἀντιλέγεις; καὶ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ πολλάκις; Τοῦτο γὰρ ὁ Λουκᾶς φησι. Πόθεν οὖν αὐτῷ τοῦτο συνέβη; Ἀπὸ πολλῆς ἀγάπης, ἀπὸ πολλῆς ἡδονῆς. Ἐπειδὴ γὰρ ἀπηλλάγη τῆς ἀγωνίας ἐκείνης τῆς κατὰ τὴν προδοσίαν, καὶ τὸν προδότην εἶδε, θαῤῥῶν ἔλεγε λοιπὸν, καὶ τῶν ἄλλων κατεξανίστατο λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι. Ἠρέμα δὲ καὶ φιλοτιμίας τὸ πρᾶγμα ἦν· καὶ γὰρ ἐν τῷ δείπνῳ, τίς αὐτῶν μείζων ἐστὶν, ἐλογίζοντο· οὕτως αὐτοῖς παρηνόχλει τὸ πάθος. ∆ιὰ τοῦτο αὐτὸν ἐκώλυεν, οὐκ ὠθῶν αὐτὸν ἐπὶ τὴν ἄρνησιν· μὴ γένοιτο· ἀλλ' ἔρημον τῆς αὐτοῦ βοηθείας ἀφεὶς, καὶ τὴν φύσιν ἐλέγχων τὴν ἀνθρωπίνην. Ὅρα γοῦν μετὰ ταῦτα πῶς κατεσταλμένος ἐστί. Καὶ γὰρ μετὰ τὴν ἀνάστασιν, ἐπειδὴ εἶπεν, Οὗτος δὲ τί; καὶ ἐπεστομίσθη, οὐδὲν ἀντειπεῖν λοιπὸν ὡς ἐνταῦθα ἐτόλμησεν, ἀλλ' ἐσίγησε. Πάλιν πρὸς τῇ ἀναλήψει ἀκούσας, Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, πάλιν σιγᾷ καὶ οὐκ ἀντιλέγει. Μετὰ ταῦτα ἐπὶ τοῦ δώματος καὶ τῆς σινδόνος, ἀκούσας φωνῆς λεγούσης αὐτῷ, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου, καὶ οὐδὲ σαφῶς εἰδὼς τέως τί ποτέ ἐστι τὸ λεγόμενον, ἡσυχάζει καὶ οὐ φιλονεικεῖ. δʹ. Ταῦτα δὲ πάντα τὸ πτῶμα ἐκεῖνο εἰργάσατο. Καὶ πρὸ μὲν τούτου τὸ πᾶν ἑαυτῷ ἀνατίθησι λέγων· Κἂν πάντες σκανδαλισθήσονται, ἀλλ' ἐγὼ οὐ σκανδαλισθήσομαι· κἂν δέῃ με ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· δέον εἰπεῖν, Ἂν ἀπολαύσω τῆς παρὰ σοῦ ῥοπῆς. Μετὰ δὲ ταῦτα τοὐναντίον ἅπαν· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ἐντεῦθεν μανθάνομεν δόγμα μέγα, ὡς οὐκ ἀρκεῖ προθυμία ἀνθρώπου, ἂν μὴ τῆς ἄνωθέν τις ἀπολαύσῃ ῥοπῆς· καὶ ὅτι πάλιν οὐδὲν κερδανοῦμεν ἀπὸ τῆς ἄνωθεν ῥοπῆς, προθυμίας οὐκ οὔσης. Καὶ ταῦτα ἀμφότερα δείκνυσιν Ἰούδας καὶ Πέτρος· ὁ μὲν γὰρ πολλῆς ἀπολαύσας βοηθείας, οὐδὲν ὠφελήθη, ἐπειδὴ μὴ ἠθέλησε, μηδὲ τὰ παρ' ἑαυτοῦ συνεισήνεγκεν· οὗτος δὲ καὶ προθυμηθεὶς, ἐπειδὴ μηδεμιᾶς ἀπήλαυσε βοηθείας, κατέπεσε. Καὶ γὰρ ἀπὸ δυοῖν τούτων ἡ ἀρετὴ ὑφαίνεται. ∆ιὸ παρακαλῶ, μήτε τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντας, αὐτοὺς καθεύδειν, μήτε σπουδάζοντας, νομίζειν οἰκείοις πόνοις τὸ πᾶν κατορθοῦν. Οὔτε γὰρ ὑπτίους ἡμᾶς αὐτοὺς εἶναι βούλεται ὁ Θεός· διὰ τοῦτο οὐ τὸ πᾶν αὐτὸς ἐργάζεται· οὔτε ἀλαζόνας· διὰ τοῦτο οὐ τὸ πᾶν ἡμῖν ἔδωκεν· ἀλλ' ἑκατέρου τὸ βλαβερὸν ἀνελὼν, τὸ χρήσιμον ἡμῖν εἴασε. ∆ιὰ τοῦτο καὶ τὸν κορυφαῖον ἀφῆκε πεσεῖν, συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλείονα λοιπὸν ἀγάπην ἀλείφων. Ὧ γὰρ πλέον, φησὶν, ἀφείθη, μειζόνως ἀγαπήσει. Πειθώμεθα τοίνυν πανταχοῦ τῷ Θεῷ, καὶ μηδὲν ἀντιλέγωμεν, κἂν ἐναντίον εἶναι δοκῇ τοῖς ἡμετέροις λογισμοῖς καὶ ταῖς ὄψεσι τὸ λεγόμενον· ἀλλ' ἔστω καὶ λογισμῶν καὶ ὄψεως κυριώτερος αὐτοῦ ὁ λόγος. Οὕτω καὶ ἐπὶ τῶν μυστηρίων ποιῶμεν, οὐ τοῖς κειμένοις μόνον ἐμβλέποντες. ἀλλὰ τὰ ῥήματα αὐτοῦ κατέχοντες. Ὁ μὲν γὰρ λόγος αὐτοῦ ἀπαραλόγιστος· ἡ δὲ αἴσθησις ἡμῶν εὐεξαπάτητος. Οὗτος οὐδέποτε διέπεσεν· αὕτη δὲ τὰ πλείονα σφάλλεται. Ἐπεὶ οὖν ὁ λόγος φησὶ, Τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πειθώμεθα καὶ πιστεύωμεν, καὶ νοητοῖς αὐτὸ βλέπωμεν ὀφθαλμοῖς. Οὐδὲν γὰρ αἰσθητὸν παρέδωκεν ἡμῖν ὁ Χριστός· ἀλλ' ἐν αἰσθητοῖς μὲν πράγμασι. πάντα δὲ νοητά. Οὕτω καὶ ἐν τῷ βαπτίσματι, δι' αἰσθητοῦ μὲν πράγματος γίνεται τοῦ ὕδατος τὸ δῶρον, νοητὸν δὲ τὸ ἀποτελούμενον, ἡ γέννησις καὶ ἡ ἀνακαίνισις. Εἰ μὲν γὰρ ἀσώματος ἦς, γυμνὰ ἂν αὐτά σοι τὰ ἀσώματα παρέδωκε δῶρα· ἐπειδὴ δὲ σώματι συμπέπλεκται ἡ ψυχὴ, ἐν αἰσθητοῖς τὰ νοητά σοι παραδίδωσι. Πόσοι νῦν λέγουσιν, Ἐβουλόμην αὐτοῦ τὴν μορφὴν ἰδεῖν, τὸν τύπον, τὰ ἱμάτια, τὰ ὑποδήματα! Ἰδοὺ αὐτὸν ὁρᾷς, αὐτοῦ ἅπτῃ, αὐτὸν ἐσθίεις. Καὶ σὺ μὲν ἱμάτια ἐπιθυμεῖς ἰδεῖν· αὐτὸς δὲ ἑαυτόν σοι δίδωσιν, οὐκ ἰδεῖν μόνον, ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ λαβεῖν ἔνδον. Μηδεὶς τοίνυν ναυτιῶν προσίτω, μηδεὶς ἐκλελυμένος· ἅπαντες πεπυρωμένοι, ἅπαντες ζέοντες καὶ διεγηγερμένοι. Εἰ γὰρ Ἰουδαῖοι ἑστῶτες, καὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶν, ἤσθιον μετὰ σπουδῆς, πολλῷ μᾶλλον σὲ νήφειν δεῖ. Ἐκεῖνοι μὲν γὰρ εἰς Παλαιστίνην ἔμελλον ἐξιέναι, διὸ καὶ ὁδοιπόρων σχῆμα εἶχον· σὺ δὲ εἰς τὸν οὐρανὸν μέλλεις ἀποδημεῖν. εʹ. ∆ιὸ χρὴ πάντοθεν ἐγρηγορέναι· καὶ γὰρ οὐ μικρὰ κεῖται κόλασις τοῖς ἀναξίως μετέχουσιν. Ἐννόησον πῶς ἀγανακτεῖς κατὰ τοῦ προδότου, κατὰ τῶν σταυρωσάντων. Σκόπει τοίνυν, μὴ καὶ αὐτὸς ἔνοχος γένῃ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ. Ἐκεῖνοι κατέσφαξαν τὸ πανάγιον σῶμα, σὺ δὲ ῥυπαρᾷ ὑποδέχῃ ψυχῇ μετὰ τοσαύτας εὐεργεσίας. Οὐδὲ γὰρ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι ἄνθρωπον, τὸ ῥαπισθῆναι καὶ σφαγῆναι, ἀλλὰ καὶ ἀναφύρει ἑαυτὸν ἡμῖν· καὶ οὐ τῇ πίστει μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ πράγματι σῶμα ἡμᾶς αὐτοῦ κατασκευάζει. Τίνος οὖν οὐκ ἔδει καθαρώτερον εἶναι τὸν ταύτης ἀπολαύοντα τῆς θυσίας; ποίας ἡλιακῆς ἀκτῖνος τὴν χεῖρα τὴν ταύτην διατέμνουσαν τὴν σάρκα, τὸ στόμα τὸ πληρούμενον πυρὸς πνευματικοῦ, τὴν γλῶσσαν τὴν φοινισσομένην αἵματι φρικωδεστάτῳ; Ἐννόησον ποίαν ἐτιμήθης τιμήν· ποίας ἀπολαύεις τραπέζης. Ὅπερ ἄγγελοι βλέποντες φρίττουσι, καὶ οὐδὲ ἀντιβλέψαι τολμῶσιν ἀδεῶς διὰ τὴν ἐκεῖθεν φερομένην ἀστραπὴν, τούτῳ ἡμεῖς τρεφόμεθα, τούτῳ ἀναφυρόμεθα, καὶ γεγόναμεν ἡμεῖς Χριστοῦ σῶμα ἓν καὶ σὰρξ μία. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τίς ποιμὴν τοῖς οἰκείοις μέλεσι τρέφει τὰ πρόβατα; Καὶ τί λέγω, ποιμήν; Μητέρες πολλάκις εἰσὶ, καὶ μετὰ τὰς ὠδῖνας ἑτέραις ἐκδιδόασι τροφοῖς τὰ παιδία; αὐτὸς δὲ τοῦτο οὐκ ἠνέσχετο, ἀλλ' αὐτὸς ἡμᾶς τρέφει οἰκείῳ αἵματι, καὶ διὰ πάντων ἡμᾶς ἑαυτῷ συμπλέκει. Σκόπει δέ· ἐγεννήθη ἐκ τῆς ἡμετέρας οὐσίας. Ἀλλ' οὐδὲν τοῦτο πρὸς πάντας, φησί· καίτοιγε πρὸς πάντας. Εἰ γὰρ πρὸς τὴν φύσιν ἦλθε τὴν ἡμετέραν, εὔδηλον ὅτι πρὸς πάντας. Εἰ δὲ πρὸς πάντας, καὶ πρὸς ἕνα ἕκαστον. Καὶ πῶς ἅπαντες οὐκ ἐκαρπώσαντο τὸ ἐντεῦθεν κέρδος; φησί. Τοῦτο οὐ παρ' ἐκεῖνον τὸν ὑπὲρ ἁπάντων τοῦτο ἑλόμενον, ἀλλὰ παρὰ τοὺς μὴ βουληθέντας. Ἑνὶ ἑκάστῳ τῶν πιστῶν ἀναμίγνυσιν ἑαυτὸν διὰ τῶν μυστηρίων· καὶ οὓς ἐγέννησεν, ἐκτρέφει δι' ἑαυτοῦ, καὶ οὐκ ἄλλῳ ἐκδίδωσι. καὶ τούτῳ σε πείθων πάλιν, ὅτι σάρκα ἔλαβε τὴν σήν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, τοσαύτης ἠξιωμένοι ἀγάπης τε καὶ τιμῆς. Οὐχ ὁρᾶτε τὰ παιδία μεθ' ὅσης προθυμίας δράσσεται τοῦ μαστοῦ; μεθ' ὅσης ὁρμῆς ἐμπήγνυσι τῇ θηλῇ τὰ χείλη; Μετὰ τοσαύτης προσίωμεν καὶ ἡμεῖς τῇ τραπέζῃ ταύτῃ, καὶ τῇ θηλῇ τοῦ ποτηρίου τοῦ πνευματικοῦ· μᾶλλον δὲ μετὰ πολλῷ πλείονος ἑλκύσωμεν, ὡς παιδία ὑπομάζια, τοῦ Πνεύματος τὴν χάριν· καὶ μία ἡμῖν ἔστω ὀδύνη, τὸ μὴ μετασχεῖν ταύτης τῆς τροφῆς. Οὐκ ἔστιν ἀνθρωπίνης δυνάμεως ἔργα τὰ προκείμενα. Ὁ τότε ταῦτα ποιήσας ἐν ἐκείνῳ τῷ δείπνῳ, οὗτος καὶ νῦν αὐτὰ ἐργάζεται. Ἡμεῖς ὑπηρετῶν τάξιν ἐπέχομεν· ὁ δὲ ἁγιάζων αὐτὰ καὶ μετασκευάζων. αὐτός. Μηδεὶς τοίνυν Ἰούδας παρέστω, μηδεὶς φιλάργυρος. Εἴ τις μὴ μαθητὴς, παραχωρείτω· οὐ δέχεται τοὺς τοιούτους ἡ τράπεζα. Μετὰ γὰρ τῶν μαθητῶν μου, φησὶ, ποιῶ τὸ πάσχα. Αὕτη ἐκείνη ἐστὶν ἡ τράπεζα, καὶ οὐδὲν ἔλαττον ἔχει. Οὐ γὰρ ἐκείνην μὲν ὁ Χριστὸς, ταύτην δὲ ἄνθρωπος δημιουργεῖ· ἀλλὰ καὶ ταύτην αὐτός. Τοῦτο ἐκεῖνο τὸ ἀνώγεων, ἔνθα τότε ἦσαν· ἐντεῦθεν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξῆλθον. Ἐξέλθωμεν καὶ ἡμεῖς ἐπὶ τὰς χεῖρας τῶν πενήτων· τοῦτο γὰρ ὄρος τῶν Ἐλαιῶν τὸ χωρίον. Ἐλαῖαι γάρ εἰσι καταπεφυτευμέναι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ τῶν πενήτων τὸ πλῆθος, ἀποστάζουσαι τὸ ἔλαιον τὸ ἐκεῖ χρησιμεῦον ἡμῖν, ὃ αἱ πέντε παρθένοι εἶχον· αἱ δὲ ἕτεραι μὴ λαβοῦσαι ἐντεῦθεν ἀπώλοντο. Τοῦτο λαβόντες εἰσίωμεν, ἵνα φαιδραῖς ἀπαντήσωμεν ταῖς λαμπάσι τῷ Νυμφίῳ· τοῦτο λαβόντες ἐξέλθωμεν ἐντεῦθεν. Μηδεὶς ἀπάνθρωπος προσίτω, μηδεὶς ὠμὸς καὶ ἀνελεὴς, μηδεὶς ὅλως ἀκάθαρτος. ʹ. Ταῦτα πρὸς ὑμᾶς τοὺς μεταλαμβάνοντας λέγω, καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους. Καὶ γὰρ ἀναγκαῖον καὶ πρὸς ὑμᾶς διαλεχθῆναι, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα. Οὐ μικρὰ κόλασις ὑμῖν ἐστιν, εἴ τινι συνειδότες τινὰ πονηρίαν, συγχωρήσετε μετασχεῖν ταύτης τῆς τραπέζης. Τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρατηγός τις ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις. Σὺ δὲ εἰ μὲν πηγὴν ὕδατος ἐνεχειρίσθης φυλάττειν ποιμνίῳ καθαρὰν, εἶτα εἶδες πρόβατον πολὺν ἐπὶ τοῦ στόματος φέρον τὸν βόρβορον, οὐκ ἂν εἴασας ἐπικύψαι κάτω, καὶ θολῶσαι τὸ ῥεῖθρον· νυνὶ δὲ οὐχ ὕδατος, ἀλλ' αἵματος καὶ πνεύματος πηγὴν ἐγκεχειρισμένος, καὶ ὁρῶν γῆς καὶ βορβόρου χαλεπωτέραν ἁμαρτίαν ἔχοντάς τινας καὶ προσιόντας, οὐκ ἀγανακτεῖς, οὐδὲ ἀπείργεις; καὶ τίνα ἂν σχοίης συγγνώμην; ∆ιὰ τοῦτο ὑμᾶς ὁ Θεὸς ἐτίμησε ταύτην τὴν τιμὴν, ἵνα τὰ τοιαῦτα διακρίνητε. Τοῦτο ὑμῶν ἡ ἀξία, τοῦτο ἡ ἀσφάλεια, τοῦτο ὁ στέφανος ἅπας, οὐχ ἵνα λευκὸν χιτωνίσκον καὶ ἀποστίλβοντα περιβαλλόμενοι περιίητε. Καὶ πόθεν οἶδα, φησὶ, τὸν δεῖνα καὶ τὸν δεῖνα; Οὐ περὶ τῶν ἀγνοουμένων, ἀλλὰ περὶ τῶν γνωρίμων λέγω. Εἴπω τι φρικωδέστερον; Οὐχ οὕτω χαλεπὸν τοὺς ἐνεργουμένους ἔνδον εἶναι, ὡς τούτους, οὕς φησιν ὁ Παῦλος τὸν Χριστὸν καταπατῆσαι, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσασθαι, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσαι. ∆αιμονῶντος γὰρ χείρων ὁ ἡμαρτηκὼς καὶ προσιών. Οἱ μὲν γὰρ ἐπειδὴ δαιμονῶσιν, οὐ κολάζονται· οὗτοι δὲ ὅταν ἀναξίως προσίωσιν, ἀθανάτῳ παραδίδονται τιμωρίᾳ. Μὴ τοίνυν τούτους ἐλαύνωμεν μόνον, ἀλλὰ πάντας ἁπλῶς, οὓς ἂν ἴδωμεν ἀναξίως προσιόντας. Μηδεὶς κοινωνείτω τῶν μὴ μαθητῶν. Μηδεὶς λαμβανέτω Ἰούδας, ἵνα μὴ τὰ Ἰούδα πάθῃ. Σῶμά ἐστι Χριστοῦ καὶ τουτὶ τὸ πλῆθος. Ὅρα τοίνυν, ὁ διακονούμενος τοῖς μυστηρίοις, μὴ παροξύνῃς τὸν ∆εσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τοῦτο· μὴ ξίφος δῷς ἀντὶ τροφῆς. Ἀλλὰ κἂν ὑπὸ ἀγνοίας ἐκεῖνος ἔρχηται μεθέξων, κώλυσον, μὴ φοβηθῇς. Φοβήθητι τὸν Θεὸν, μὴ ἄνθρωπον. Ἂν φοβηθῇς ἄνθρωπον, καὶ ὑπ' αὐτοῦ καταγελασθήσῃ· ἂν δὲ τὸν Θεὸν,καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε· οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι. Τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ ∆εσποτικοῦ παρ' ἀξίαν· καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Εἰ δὲ ἠγνόησέ τις τὸν φαῦλον πολλὰ περιεργασάμενος, οὐδὲν ἔγκλημα. Ταῦτα γάρ μοι περὶ τῶν δήλων εἴρηται. Ἂν γὰρ τούτους διορθώσωμεν, καὶ τοὺς ἀγνῶτας ταχέως ἡμῖν ὁ Θεὸς γνωριεῖ· ἂν δὲ τούτους ἐάσωμεν, τίνος ἕνεκεν ἡμῖν ἐκείνους ποιήσει φανεροὺς λοιπόν; Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀπείργωμεν, οὐδ' ἵνα ἐκτέμνωμεν μόνον, ἀλλ' ἵνα διορθώσαντες ἐπαναγάγωμεν, ἵνα ἐπιμελώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἵλεων ἕξομεν, καὶ πολλοὺς τοὺς κατ' ἀξίαν μεταλαμβάνοντας εὑρήσομεν, καὶ τῆς οἰκείας σπουδῆς καὶ τῆς περὶ τοὺς ἄλλους ἐπιμελείας πολὺν ἀποληψόμεθα τὸν μισθόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
39 ΟΜΙΛΙΑ ΠΓʹ. Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου. ἤρξατο λυπεῖσθαι καὶ ἀδημο νεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατεὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ.
αʹ. Ἐπειδὴ ἀδιασπάστως αὐτοῦ εἴχοντο, διὰ τοῦτό φησι· Μείνατε αὐτοῦ, ἕως ἀπελθὼν προσεύξωμαι. Ἔθος γὰρ αὐτῷ χωρὶς αὐτῶν προσεύχεσθαι. Τοῦτο δὲ ἐποίει, παιδεύων ἡμᾶς ἐν ταῖς εὐχαῖς ἡσυχίαν κατασκευάζειν ἑαυτοῖς καὶ ἠρεμίαν πολλήν. Καὶ παραλαμβάνει τοὺς τρεῖς, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Τίνος ἕνεκεν μὴ πάντας παραλαμβάνει; Ἵνα μὴ καταπέσωσιν· ἀλλὰ τούτους, τοὺς τῆς δόξης αὐτοῦ θεωροὺς γενομένους. Ἀλλ' ὅμως καὶ τούτους ἀφίησι, Καὶ μικρὸν προελθὼν, εὔχεται λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ ἔρχεται πρὸς αὐτοὺς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Οὐχ ἁπλῶς πρὸς Πέτρον μάλιστα ἀποτείνεται, καίτοι καὶ τῶν ἄλλων καθευδησάντων· ἀλλὰ καθικνούμενος αὐτοῦ κἀντεῦθεν διὰ τὴν αἰτίαν ἣν ἔμπροσθεν εἶπον. Εἶτα ἐπειδὴ καὶ οἱ ἄλλοι τὸ αὐτὸ εἶπον, (εἰπόντος γὰρ, φησὶ, Πέτρου, ὅτι Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· ὁμοίως δὲ, φησὶ, καὶ πάντες οἱ μαθηταὶ εἶπον) πρὸς ἅπαντας διαλέγεται, ἐλέγχων αὐτῶν τὴν ἀσθένειαν. Οἱ γὰρ συναποθανεῖν αἱρούμενοι, οὐδὲ λυπουμένῳ τότε συλλυπηθῆναι ἴσχυσαν ἐγρηγορότες, ἀλλ' ἐκράτησεν αὐτῶν ὁ ὕπνος. Ὁ δὲ ἐκτενῶς εὔχεται, ἵνα μὴ δόξῃ ὑπόκρισις εἶναι τὸ πρᾶγμα. Καὶ ἱδρῶτες ἐπιῤῥέουσι διὰ τὴν αἰτίαν πάλιν τὴν αὐτὴν, καὶ ἵνα μὴ τοῦτο εἴπωσιν αἱρετικοὶ, ὅτι ὑποκρίνεται τὴν ἀγωνίαν. ∆ιὰ τοῦτο καὶ ἱδρῶτες ὡς θρόμβοι αἵματος, καὶ ἄγγελος ἐνισχύων αὐτὸν ἐφάνη, καὶ μυρία φόβου τεκμήρια, ἵνα μή τις εἴπῃ τὰ ῥήματα πεπλασμένα εἶναι. ∆ιὰ τοῦτο καὶ ἡ εὐχή. Τῷ μὲν οὖν εἰπεῖν, Εἰ δυνατὸν, παρελθέτω, ἔδειξε τὸ ἀνθρώπινον· τῷ δὲ εἰπεῖν, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σὺ, ἔδειξε τὸ ἐνάρετον καὶ ἐμφιλόσοφον, παιδεύων καὶ τῆς φύσεως ἀνθελκούσης ἕπεσθαι τῷ Θεῷ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει τοῖς ἀνοήτοις τὸ πρόσωπον δεῖξαι μόνον, καὶ ῥήματα προστίθησι. Πάλιν ῥήματα οὐκ ἤρκει μόνον, ἀλλὰ καὶ πραγμάτων ἔδει; καὶ ταῦτα συνάπτει τοῖς ῥήμασιν, ἵνα πιστεύσωσι καὶ οἱ σφόδρα φιλονεικοῦντες, ὅτι καὶ ἄνθρωπος γέγονε καὶ ἀπέθανεν. Εἰ γὰρ καὶ τούτων ὄντων, ἀπιστεῖται παρά τινων ἔτι τοῦτο, πολλῷ μᾶλλον εἰ μὴ ταῦτα ἦν. Ὁρᾷς δι' ὅσων δείκνυσι τῆς οἰκονομίας τὴν ἀλήθειαν; ∆ι' ὧν φθέγγεται, δι' ὧν πάσχει. Εἶτα ἐλθὼν, Λέγει, φησὶ, τῷ Πέτρῳ· Οὕτως οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Ἅπαντες ἐκάθευδον, καὶ τῷ Πέτρῳ ἐπιτιμᾷ, αἰνιττόμενος αὐτὸν, ὑπὲρ ὧν ἐφθέγξατο. Καὶ τὸ, Μετ' ἐμοῦ δὲ οὐχ ἁπλῶς κεῖται, ὡσανεὶ ἔλεγε· Γρηγορῆσαι οὐκ ἴσχυσας μετ' ἐμοῦ, καὶ ὑπὲρ ἐμοῦ τὴν ψυχὴν θήσεις; Καὶ τὸ ἑξῆς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται. Γρηγορεῖτε γὰρ, φησὶ, καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ὁρᾷς πῶς πάλιν αὐτοὺς παιδεύει μὴ ἀπαυθαδιάζεσθαι, ἀλλὰ συντετρῖφθαι τὴν διάνοιαν, καὶ ταπεινοφρονεῖν, καὶ τῷ Θεῷ τὸ πᾶν ἀνατιθέναι; Καὶ νῦν μὲν πρὸς Πέτρον ἀποτείνεται, νῦν δὲ πρὸς πάντας κοινῇ. Κἀκείνῳ μέν φησι· Σίμων, Σίμων, ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς· κἀγὼ ἐδεήθην περὶ σοῦ· κοινῇ δὲ πᾶσιν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν, πανταχοῦ τὸ αὔθαδες αὐτῶν ἐκκόπτων καὶ ἐναγωνίους ποιῶν. Εἶτα ἵνα μὴ δόξῃ διόλου καταφορικὸν ποιεῖν τὸν λόγον, λέγει· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ γὰρ καὶ βούλει, φησὶν, ὑπεριδεῖν θανάτου, ἀλλ' οὐ δυνήσῃ, ἕως ἂν ὁ Θεὸς ὀρέξῃ χεῖρα· καθέλκει γὰρ τὸ φρόνημα τὸ σαρκικόν. Καὶ πάλιν ηὔξατο τὸ αὐτὸ, λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἀπ' ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· δεικνὺς ἐνταῦθα, ὅτι σφόδρα συνᾴδει τῷ θελήματι τοῦ Θεοῦ, καὶ ὅτι πανταχοῦ τούτῳ ἕπεσθαι δεῖ, καὶ τοῦτο ἐπιζητεῖν. Καὶ ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας. Μετὰ γὰρ τοῦ καὶ ἀωρὶ τῶν νυκτῶν εἶναι, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ὑπὸ τῆς ἀθυμίας ἦσαν βεβαρημένοι. Καὶ ἐκ τρίτου πάλιν τὸ αὐτὸ ἀπελθὼν ἐφθέγξατο, βεβαιῶν ὅτι ἄνθρωπος γέγονε. Τὸ γὰρ δεύτερον καὶ τρίτον ἀληθείας μάλιστά ἐστιν ἐν ταῖς Γραφαῖς ἐνδεικτικόν· ὥσπερ καὶ ὁ Ἰωσὴφ ἔλεγε τῷ Φαραώ· Ἐκ δευτέρου ἐφάνη σοι τὸ ἐνύπνιον; ὑπὲρ ἀληθείας, καὶ τοῦ πιστωθῆναί σε ὅτι τοῦτο ἔσται πάντως, τοῦτο γέγονε. ∆ιὰ τοῦτο καὶ αὐτὸς καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τὸ αὐτὸ ἐφθέγξατο, ὑπὲρ τοῦ πιστώσασθαι τὴν οἰκονομίαν. Καὶ τίνος ἕνεκεν ἦλθεν ἐκ δευτέρου; Ὥστε αὐτοὺς ἐλέγξαι, ὅτι οὕτως ἐβαπτίσθησαν ὑπὸ τῆς ἀθυμίας, ὡς μηδὲ τῆς παρουσίας αὐτοῦ αἰσθέσθαι. Οὐ μὴν ἤλεγξεν, ἀλλὰ διέστη μικρὸν, δηλῶν τὴν ἄφατον αὐτῶν ἀσθένειαν, ὅτι οὐδὲ ἐπιτιμηθέντες ἠδύναντο καρτερῆσαι. Οὐ διυπνίζει δὲ καὶ ἐπιτιμᾷ πάλιν, ὥστε μὴ πλῆξαι πεπληγότας, ἀλλ' ἀπελθὼν καὶ προσευξάμενος καὶ ἐπανελθών φησι· Καθεύδετε τὸ λοιπὸν, καὶ ἀναπαύεσθε. Καὶ μὴν τότε γρηγορῆσαι ἔδει· ἀλλὰ δεικνὺς, ὅτι οὐδὲ τὴν ὄψιν οἴσουσι τῶν δεινῶν, ἀλλὰ φυγαδευθήσονται καὶ ἀποστήσονται ὑπὸ τῆς ἀγωνίας, καὶ ὅτι οὐδὲν τῆς αὐτῶν δεῖται βοηθείας, καὶ ὅτι δεῖ πάντως αὐτὸν παραδοθῆναι, Καθεύδετε λοιπὸν, φησὶ, καὶ ἀναπαύεσθε. Ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. ∆είκνυσι πάλιν ὅτι οἰκονομίας ἦν τὸ γινόμενον. βʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Εἰς χεῖρας ἁμαρτωλῶν, ἀνίστησιν αὐτῶν τὰ φρονήματα, δηλῶν ὅτι τῆς ἐκείνων πονηρίας τὸ ἔργον ἦν, οὐ τοῦ αὐτὸν ὑπεύθυνον εἶναι πλημμελήματι. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. ∆ιὰ πάντων γὰρ αὐτοὺς ἐπαίδευσεν, ὅτι οὐκ ἀνάγκης τὸ πρᾶγμα ἦν, οὐδὲ ἀσθενείας, ἀλλ' οἰκονομίας τινὸς ἀποῤῥήτου. Καὶ γὰρ προῄδει ἥξοντα, καὶ οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ ὁμόσε ἐχώρει. Ἔτι γοῦν αὐτοῦ λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Καλά γε τῶν ἱερέων τὰ σκεύη· μετὰ μαχαιρῶν καὶ ξύλων ἐπέρχονται. Καὶ Ἰούδας, φησὶ, μετ' αὐτῶν, εἷς τῶν δώδεκα. Πάλιν αὐτὸν τῶν δώδεκα καλεῖ, καὶ οὐκ αἰσχύνεται. Ὁ δὲ παραδιδοὺς ἔδωκεν αὐτοῖς σημεῖον, λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι κρατήσατε αὐτόν. Βαβαί! πόσην ἐδέξατο πονηρίαν ἡ τοῦ προδότου ψυχή! Ποίοις γὰρ ὀφθαλμοῖς ἑώρα τότε εἰς τὸν ∆ιδάσκαλον; ποίῳ στόματι ἐφίλει; Ὢ τῆς μιαρᾶς γνώμης! τί ἐβουλεύσατο; τί ἐτόλμησε; ποῖον σύμβολον ἔδωκε τῆς προδοσίας; Ὃν ἂν φιλήσω, φησίν. Ἐθάῤῥει τῇ ἐπιεικείᾳ τοῦ ∆ιδασκάλου· ὃ μάλιστα πάντων ἱκανὸν ἦν αὐτὸν ἐντρέψαι, καὶ πάσης αὐτὸν ἀποστερῆσαι συγγνώμης, ὅτι τὸν οὕτως ἥμερον προεδίδου. Τίνος δὲ ἕνεκεν τοῦτό φησιν; Ἐπειδὴ πολλάκις κατασχεθεὶς ὑπ' αὐτῶν διεξῆλθεν, οὐκ εἰδότων αὐτῶν. Ἀλλ' ὅμως καὶ τότε ἂν τοῦτο ἐγένετο, εἰ μὴ αὐτὸς ἐβουλήθη. Τοῦτο γοῦν αὐτὸ παιδεῦσαι αὐτὸν βουλόμενος, καὶ τότε ἐπήρωσεν αὐτῶν τὰς ὄψεις, καὶ αὐτὸς ἠρώτα, Τίνα ζητεῖτε; Καὶ οὐκ ᾔδεσαν, καίτοι μετὰ φανῶν καὶ λαμπάδων ὄντες, καὶ τὸν Ἰούδαν μεθ' ἑαυτῶν ἔχοντες. Εἶτα ἐπειδὴ εἶπον, Ἰησοῦν, λέγει· Ἐγώ εἰμι ὃν ζητεῖτε· καὶ ἐνταῦθα πάλιν, Ἑταῖρε, ἐφ' ᾧ πάρει; Μετὰ γὰρ τὸ δεῖξαι τὴν ἰσχὺν τὴν ἑαυτοῦ, τότε λοιπὸν συνεχώρησεν. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι καὶ ἕως αὐτῆς αὐτὸν διώρθου τῆς ὥρας λέγων· Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Οὐδὲ τὸ σχῆμα τῆς προδοσίας αἰσχύνῃ; φησίν. Ἀλλ' ὅμως ἐπειδὴ μηδὲ τοῦτο αὐτὸν διεκώλυσε, καὶ φιληθῆναι κατεδέξατο, καὶ ἔδωκεν ἑαυτὸν ἑκὼν, καὶ ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας, καὶ ἐκράτησαν κατ' αὐτὴν τὴν νύκτα, καθ' ἣν τὸ πάσχα ἔφαγον· οὕτως ἔζεον καὶ ἐμαίνοντο. Ἀλλ' ὅμως οὐδὲν ἂν ἴσχυσαν, εἰ μὴ αὐτὸς συνεχώρησεν. Οὐ μὴν τοῦτο ἀπαλλάττει τὸν Ἰούδαν τῆς ἀφορήτου κολάσεως, ἀλλὰ καὶ μειζόνως αὐτὸν καταδικάζει, ὅτι καὶ τῆς δυνάμεως αὐτοῦ τοσαύτην λαβὼν ἀπόδειξιν, καὶ τῆς ἐπιεικείας, [καὶ τῆς πραότητος,] καὶ τῆς ἡμερότητος, θηρίου παντὸς χαλεπώτερος γέγονε. Ταῦτ' οὖν εἰδότες, φεύγωμεν πλεονεξίαν. Ἐκείνη γὰρ αὐτὸν, ἐκείνη τότε ἐξεβάκχευσεν· ἐκείνη πρὸς ἐσχάτην ὠμότητα καὶ ἀπανθρωπίαν γυμνάζει τοὺς ἁλόντας. Ὅταν γὰρ τῆς οἰκείας ἀπογνῶναι ποιῇ σωτηρίας, πολλῷ μᾶλλον τῆς τῶν ἄλλων ὑπερορᾷν παρασκευάζει. Καὶ οὕτω τυραννικόν ἐστι τὸ πάθος, ὡς καὶ τοῦ δριμυτάτου ἔρωτος τῶν σωμάτων περιγενέσθαι ποτέ. ∆ιὸ καὶ σφόδρα ἐγκαλύπτομαι, ὅτι χρημάτων μὲν φειδόμενοι πολλάκις ἐχαλίνωσαν ἀκολασίαν πολλοί· διὰ δὲ τὸν τοῦ Χριστοῦ φόβον οὐκ ἠθέλησαν σωφρόνως ζῇν καὶ μετὰ σεμνότητος. ∆ιὸ δὴ φεύγωμεν αὐτήν· οὐ γὰρ παύσομαι ἀεὶ τοῦτο λέγων. Τί γὰρ συνάγεις, ἄνθρωπε, χρυσίον; τί τὴν δουλείαν πικροτέραν ἐργάζῃ; τί τὴν φυλακὴν χαλεπωτέραν; τί τὴν φροντίδα δριμυτέραν ποιεῖς; Νόμισον εἶναι σὰ τὰ ἐν τοῖς μετάλλοις κατωρυγμένα ψήγματα, τὰ ἐν τοῖς βασιλείοις. Καὶ γὰρ εἴπερ εἶχες τὸν ὄγκον ἐκεῖνον, ἐφύλαξας ἂν μόνον, καὶ οὐκ ἂν ἐχρήσω. Εἰ γὰρ νῦν τοῖς οὖσιν οὐ κέχρησαι, ἀλλ' ὡς ἀλλοτρίων ἀπέχῃ, πολλῷ μᾶλλον εἰ τὰ πλείονα εἶχες, τοῦτο ἂν ἔπαθες. Καὶ γὰρ εἰώθασιν οἱ φιλάργυροι, ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αὐτῶν φείδεσθαι. Ἀλλ' οἶδα, φησὶν, ὅτι ἐμὰ ταῦτα. Οὐκοῦν ἐν ὑπολήψει μόνον, οὐκ ἐν ἀπολαύσει ἡ κτῆσις. Ἀλλ' ἔμελλον ἀνθρώποις εἶναι, φησὶ, φοβερός. Εὐχείρωτος μὲν οὖν μᾶλλον καὶ πλουσίοις καὶ πένησι, καὶ λῃσταῖς, καὶ συκοφάνταις, καὶ οἰκέταις, καὶ πᾶσιν ἁπλῶς τοῖς ἐπιβουλεύειν βουλομένοις, τούτοις ἂν ἐγένου. Εἰ γὰρ βούλει εἶναι φοβερὸς, ἔκκοπτε τὰς λαβὰς, δι' ὧν δύνανταί σε ἑλεῖν καὶ λυπῆσαι πάντες οἱ τοῦτο ἐσπουδακότες. Ἢ οὐκ ἀκούεις τῆς παροιμίας λεγούσης, ὅτι Τὸν πένητα καὶ γυμνὸν οὐδὲ ἑκατὸν ὁμοῦ συνελθόντες δύνανται ἀποδῦσαί ποτε; Μεγίστην γὰρ ἔχει προστάτιν τὴν πενίαν, ἢν οὐδὲ ὁ βασιλεύων αὐτὸς χειρώσασθαι δύναιτ' ἂν καὶ ἑλεῖν. γʹ. Τὸν μέντοι φιλάργυρον ἅπαντες ὁμοῦ λυποῦσι. Καὶ τί λέγω τοὺς ἀνθρώπους, ὅπου καὶ σῆτες καὶ σκώληκες ἐπιστρατεύουσι τῷ τοιούτῳ; Καὶ τί λέγω σῆτας; Ὁ χρόνος ὁ πολὺς ἀρκεῖ μόνος, καὶ μηδενὸς ἐνοχλοῦντος, τὰ μέγιστα ἀδικῆσαι τὸν τοιοῦτον. Τίς οὖν ἡ τοῦ πλούτου ἡδονή; Ἐγὼ μὲν γὰρ αὐτοῦ τὰς ἀηδίας βλέπω· σὺ δέ μοι τὴν ἡδονὴν εἰπέ. Καὶ τίνες αἱ ἀηδίαι; φησί. Φροντίδες, ἐπιβουλαὶ, ἀπέχθειαι, μῖσος, φόβος, τὸ ἀεὶ διψῇν καὶ ἐν ὀδύνῃ εἶναι. Καὶ γὰρ εἴ τις συμπλέκοιτο κόρῃ ἐρωμένῃ, τὴν δὲ ἐπιθυμίαν ἐμπλῆσαι μὴ δύναιτο, τὴν ἐσχάτην ὑπομένει βάσανον. Οὕτω καὶ ὁ πλουτῶν. Ἔχει μὲν γὰρ τὴν εὐπορίαν, καὶ συγγίνεται αὐτῇ· ἐμπλῆσαι δὲ οὐ δύναται τὴν ἐπιθυμίαν ἅπασαν, ἀλλὰ συμβαίνει ταὐτὸν, οἷόν τίς φησι σοφὸς ἀνήρ· Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν· καὶ, Ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον, καὶ στενάζων· οὕτως οἱ πλουτοῦντες ἅπαντες. Τί ἄν τις τἄλλα λέγοι; πῶς πᾶσίν ἐστιν ἀηδὴς ὁ τοιοῦτος, τοῖς οἰκέταις, τοῖς γεωργοῖς, τοῖς γείτοσι, τοῖς τὰ πολιτικὰ πράττουσι, τοῖς ἀδικουμένοις, τοῖς οὐκ ἀδικουμένοις, τῇ γυναικὶ μάλιστα ἁπάντων, τοῖς παιδίοις πλέον ἁπάντων; Οὐδὲ γὰρ ὡς ἐλευθέρους, ἀλλ' ἀνδραπόδων καὶ ἀργυρωνήτων ἀθλιώτερον αὐτοὺς ἐκτρέφει. Καὶ μυρίας ὀργῆς καὶ λύπης καὶ παροινίας καὶ γέλωτος ἀφορμὰς καθ' ἑαυτοῦ παρέξει, κοινὴ πᾶσι κωμῳδία προκείμενος. Καὶ αἱ μὲν ἀηδίαι αὗται, καὶ τούτων πλείους ἴσως· οὐ γὰρ ἄν τις αὐτὰς πάσας ἐπέλθοι τῷ λόγῳ ποτὲ, ἀλλ' ἡ πεῖρα παραστῆσαι δυνήσεται. Σὺ δέ μοι τὴν ἡδονὴν λέγε τὴν ἐντεῦθεν. ∆οκῶ πλουτεῖν, φησὶ, καὶ νομίζομαι πλουτεῖν. Καὶ ποία ἡδονὴ τὸ νομίζεσθαι; Φθόνου μὲν οὖν ὄνομα μέγιστον. Καὶ γὰρ ὄνομα μόνον ἐστὶν ὁ πλοῦτος, πράγματος ἔρημον. Ἀλλὰ καὶ ἐντρυφῶν εὐφραίνεται τῇ ὑπολήψει ταύτῃ, φησὶν, ὁ πλουτῶν. Εὐφραίνεται ὑπὲρ ὧν ἀλγεῖν ἔδει. Ἀλγεῖν; διατί; φησί. Ὅτι τοῦτο αὐτὸν πρὸς πάντα ἄχρηστον ἐργάζεται, καὶ δειλὸν καὶ ἄνανδρον, καὶ πρὸς ἀποδημίαν καὶ πρὸς θάνατον· καὶ γὰρ διπλοῦν ἡγεῖται τοῦτον, μᾶλλον τῶν χρημάτων, ἢ τοῦ φωτὸς ἐπιθυμῶν. Τὸν τοιοῦτον οὐδὲ ὁ οὐρανὸς τέρπει, ὅτι μὴ χρυσίον φέρει· οὐδὲ ὁ ἥλιος, ἐπειδὴ μὴ χρυσᾶς ἀκτῖνας ἀφίησιν. Ἀλλ' εἰσί τινες, οἳ καὶ ἀπολαύουσι τῶν ὄντων, φησὶ, τρυφῶντες γαστριζόμενοι, μεθύοντες, πολυτελῶς δαπανῶντες. Τοὺς χείρονάς μοι τούτων λέγεις. Ἐκεῖνοι γὰρ μάλιστά εἰσιν, οἳ οὐκ ἀπολαύουσιν. Οὗτος μὲν γὰρ κἂν ἑτέρων ἀπέχεται κακῶν, ἑνὶ προσδεδεμένος ἔρωτι· ἐκεῖνοι δὲ τούτων χείρους, πρὸς τοῖς εἰρημένοις ἑτέρων δεσποινῶν χαλεπῶν συρφετὸν ἐπεισάγοντες, καὶ καθάπερ τυράννοις τισὶ χαλεποῖς, τῇ γαστρὶ, τῇ τῶν σωμάτων ἡδονῇ, τῇ μέθῃ, καὶ ταῖς ἄλλαις ἀκολασίαις καθ' ἑκάστην λειτουργοῦντες τὴν ἡμέραν, πόρνας τρέφοντες, δεῖπνα πολυτελῆ κατασκευάζοντες, παρασίτους, κόλακας ὠνούμενοι, ἐπὶ τοὺς παρὰ φύσιν ἐκπίπτοντες ἔρωτας, μυρίοις νοσήμασιν ἐκ τούτων καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν περιβάλλοντες. Οὐδὲ γὰρ εἰς χρείαν ἀναλίσκουσι τὰ ὄντα, ἀλλ' εἰς τὸ φθεῖραι τὸ σῶμα, καὶ συνδιαφθεῖραι τούτῳ τὴν ψυχήν· καὶ ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις τὸ σῶμα κοσμῶν, δοκοίη εἰς τὴν ἑαυτοῦ χρείαν ἀναλίσκειν. Ὥστε ἐκεῖνος μόνος ἡδονῆς ἀπολαύει, καὶ κύριός ἐστι τῶν ὄντων, ὁ χρώμενος εἰς δέον τῷ πλούτῳ· οὗτοι δὲ δοῦλοι καὶ αἰχμάλωτοι· καὶ γὰρ τὰ πάθη τοῦ σώματος ἐπιτρίβουσι, καὶ τὰ νοσήματα τῆς ψυχῆς. Ποία οὖν αὕτη ἀπόλαυσις, ὅπου πολιορκία καὶ πόλεμος, καὶ χειμὼν θαλαττίας πάσης ζάλης χαλεπώτερος; Κἂν γὰρ ἀνοήτους ὁ πλοῦτος λάβῃ, ἀνοητοτέρους ἐργάζεται· κἂν ἀσελγεῖς, ἀσελγεστέρους. Καὶ τί τῷ πένητι, φησὶ, τῆς συνέσεως ὄφελος; Εἰκότως ἀγνοεῖς. Οὐδὲ γὰρ ὁ τυφλὸς οἶδε, τί τοῦ φωτὸς τὸ κέρδος. Ἄκουσον τοῦ Σολομῶνος λέγοντος, ὅτι Ὅσον τὸ μέσον σκότους καὶ φωτὸς, τοσαύτη ἡ περιουσία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα. Ἀλλὰ τὸν ἐν σκότῳ πῶς διδάξομεν; Σκότος γάρ ἐστιν ὁ τῶν χρημάτων ἔρως, οὐδὲν ἀφιεὶς τῶν ὄντων φαίνεσθαι ὡς ἔστιν, ἀλλ' ἑτέρως. Καθάπερ γὰρ ὁ ἐν σκότῳ, κἂν χρυσοῦν ἴδῃ σκεῦος, κἂν λίθον τίμιον, κἂν ἁλουργὰ ἱμάτια, οὐδὲν εἶναι νομίζει· οὐ γὰρ ὁρᾷ αὐτῶν τὸ κάλλος· οὕτω καὶ ὁ ἐν φιλαργυρίᾳ οὐκ οἶδε τῶν περισπουδάστων, ὡς χρὴ, τὸ κάλλος. ∆ιασκέδασόν μοι τὴν ἀχλὺν τὴν ἀπὸ τοῦ πάθους τούτου, καὶ τότε ὄψει τῶν πραγμάτων τὴν φύσιν. Οὐδαμοῦ δὲ ταῦτα οὕτω φαίνεται, ὡς ἐν πενίᾳ· οὐδαμοῦ οὕτως ἐλέγχεται τὰ δοκοῦντα μὲν εἶναι, οὐκ ὄντα δὲ, ὡς ἐν φιλοσοφίᾳ. δʹ. Ἀλλ' ὢ τῶν ἀνοήτων ἀνθρώπων, οἳ καὶ καταρῶνται τοῖς πένησι, καί φασι καταισχύνεσθαι καὶ οἰκίας καὶ βίον ὑπὸ πενίας· πάντα φύροντες! Τί γάρ ἐστιν αἰσχύνη οἰκίας; εἰπέ μοι. Οὐκ ἔχει κλίνην ἐξ ἐλέφαντος, οὐδὲ ἀργυρᾶ σκεύη, ἀλλ' ἐξ ὀστράκου πάντα καὶ ξύλων. Τοῦτο μὲν οὖν μεγίστη δόξα οἰκίας καὶ περιφάνεια. Τὸ γὰρ τῶν βιωτικῶν ἀμελεῖν εἰς τὴν ἐπιμέλειαν τῆς ψυχῆς πολλάκις ποιεῖ τὴν σχολὴν ἀναλίσκεσθαι πᾶσαν. Ὅταν οὖν πολλὴν ἐν τοῖς ἔξω τὴν ἐπιμέλειαν ἴδῃς, τότε αἰσχύνθητι ἐπὶ τῇ πολλῇ ἀσχημοσύνῃ. Σχῆμα γὰρ μάλιστα αἱ τῶν πλουτούντων οὐκ ἔχουσιν οἰκίαι. Ὅταν γὰρ ἴδῃς ξύλα περιβεβλημένα τάπησι, καὶ κλίνας ἀργύρῳ ἐνδεδεμένας, ὥσπερ ἐν τῷ θεάτρῳ, ὥσπερ ἐν τῇ πομπῇ τῆς σκηνῆς, τί ταύτης τῆς ἀσχημοσύνης ἴσον γένοιτ' ἄν; Ποία γὰρ μᾶλλον οἰκία ἔοικε τῇ ὀρχήστρᾳ καὶ τοῖς ἐπὶ τῆς ὀρχήστρας; ἡ τοῦ πλουσίου, ἢ ἡ τοῦ πένητος; Οὐκ εὔδηλον, ὅτι ἡ τοῦ πλουσίου; Οὐκοῦν αὕτη ἀσχημοσύνης γέμει. Ποία οἰκία ἔοικε τῇ τοῦ Παύλου, τῇ τοῦ Ἀβραάμ; Εὔδηλον ὅτι ἡ τοῦ πένητος. Οὐκοῦν αὕτη μάλιστα κεκαλλώπισται καὶ εὐδοκιμεῖ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο μάλιστα κόσμος οἰκίας. εἴσελθε εἰς τὴν οἰκίαν τοῦ Ζακχαίου, καὶ μάθε, ὅτε ἔμελλεν εἰς αὐτὴν εἰσιέναι ὁ Χριστὸς, πῶς αὐτὴν ἐκόσμησεν ἐκεῖνος. Οὐ γὰρ ἔδραμε πρὸς τοὺς γείτονας, ἀμφίθυρα αἰτῶν καὶ καθέδρας καὶ βάθρα ἐξ ἐλέφαντος πεποιημένα, οὐδὲ ἐξέβαλεν ἐκ τῶν ταμιείων τὰ ἐπιβλήματα τὰ Λακωνικά· ἀλλ' ἐκόσμησε κόσμῳ τῷ Χριστῷ πρέποντι. Τίς δὲ οὗτος ἦν; Τὰ ἡμίση τῶν ὑπαρχόντων μου δώσω, φησὶ, πτωχοῖς, καὶ οὗ ἂν ἥρπασα, τετραπλασίονα ἀποδώσω. Οὕτω καὶ ἡμεῖς κοσμῶμεν τὰς οἰκίας, ἵνα καὶ πρὸς ἡμᾶς εἰσέλθῃ ὁ Χριστός. Ταῦτα καλὰ τὰ ἀμφίθυρα, ταῦτα ἐν οὐρανοῖς κατασκευάζεται, ἐκεῖ ὑφαίνεται. Ἔνθα ἂν ταῦτα ᾖ, ἐκεῖ καὶ ὁ τῶν οὐρανῶν Βασιλεύς. Ἂν δὲ ἑτέρως κοσμῇς, τὸν διάβολον καλεῖς, καὶ τὸν ἐκείνου χορόν. Ἦλθε καὶ εἰς τὴν οἰκίαν τοῦ τελώνου Ματθαίου. Τί οὖν καὶ οὗτος ἐποίησε; Τῇ προθυμίᾳ πρότερον ἑαυτὸν ἐκόσμησε, καὶ τῷ πάντα ἀφεῖναι καὶ ἀκολουθῆσαι αὐτῷ. Οὕτω καὶ ὁ Κορνήλιος ἐκόσμει τὴν οἰκίαν εὐχαῖς καὶ ἐλεημοσύναις· διὸ καὶ μέχρι σήμερον ὑπὲρ αὐτὰ λάμπει τὰ βασίλεια. Καὶ γὰρ οἰκίας εὐτέλεια, οὐ σκεύη κείμενα ἁπλῶς, οὐδὲ κλίνη ἠμελημένη, οὐδὲ τοῖχοι καπνοῦ γέμοντες, ἀλλ' ἡ τῶν ἐνοικούντων κακία. Καὶ δείκνυσιν ὁ Χριστός· εἰς μὲν γὰρ τὴν τοιαύτην, ἂν ᾖ ἐνάρετος ὁ κατοικῶν, οὐκ ἐπαισχύνεται εἰσελθεῖν· εἰς δὲ ἐκείνην, κἂν χρυσοῦν ὄροφον ἔχῃ, οὐδέποτε εἰσελεύσεται. Ὥστε αὕτη μὲν τῶν βασιλείων λαμπροτέρα, τὸν πάντων ∆εσπότην δεχομένη· ἐκείνη δὲ, μετὰ τοῦ ὀρόφου τοῦ χρυσοῦ καὶ τῶν κιόνων, ἀμάραις καὶ ὀχετοῖς ἔοικεν ἀκαθάρτοις, σκεύη τοῦ διαβόλου ἔχουσα. Ταῦτα δὲ ἡμῖν οὐ περὶ τῶν πλουτούντων εἰς δέον, ἀλλὰ περὶ τῶν πλεονεκτούντων καὶ φιλαργύρων εἴρηται. Οὐδὲ γὰρ ἐκεῖ σπουδὴ, οὐδὲ φροντὶς ὑπὲρ τῶν ἀναγκαίων, ἀλλ' ὑπὲρ τοῦ γαστρίζεσθαι καὶ μεθύειν, καὶ ἕτερα τοιαῦτα ἀσχημονεῖν· ἐνταῦθα δὲ ὑπὲρ τοῦ φιλοσοφεῖν. ∆ιὰ ταῦτα οὐδαμοῦ εἰσῆλθεν εἰς οἰκίαν λαμπρὰν ὁ Χριστὸς, ἀλλ' εἰς τὴν τοῦ τελώνου καὶ ἀρχιτελώνου καὶ ἁλιέως, τὰ βασίλεια ἀφεὶς, καὶ τοὺς τὰ μαλακὰ ἐνδεδυμένους ἱμάτια. Εἰ τοίνυν αὐτὸν βούλει καλέσαι καὶ σὺ, κόσμησον τὴν οἰκίαν ἐλεημοσύναις, εὐχαῖς, ἱκετηρίαις, παννυχίσι. Ταῦτα τοῦ βασιλέως Χριστοῦ τὰ ἀναθήματα, ἐκεῖνα δὲ τοῦ μαμωνᾶ, τοῦ ἐχθροῦ τοῦ Χριστοῦ. Μηδεὶς τοίνυν ἐγκαλυπτέσθω οἰκίαν ἔχων εὐτελῆ, ἂν ταῦτα ἔχῃ τὰ ἐπιβλήματα· μηδεὶς πλούσιος φρονείτω μέγα, οἰκίαν ἔχων πολυτελῆ, ἀλλ' ἐγκαλυπτέσθω μᾶλλον, καὶ ταύτην ζηλούτω, ἐκείνην ἀφείς· ἵνα καὶ ἐνταῦθα τὸν Χριστὸν ὑποδέξηται, καὶ ἐκεῖ τῶν αἰωνίων ἀπολαύσῃ σκηνῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου