Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑ ΝΗʹ. Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτε νοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἐλυπήθησαν σφόδρα
αʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τίνος ἕνεκεν ἐνταῦθα διατρίβομεν διηνεκῶς; πάλιν περὶ τοῦ πάθους αὐτοῖς φησιν· ὅπερ ἀκούοντες οὐδὲ ἰδεῖν ἐβούλοντο τὰ Ἱεροσόλυμα. Ὅρα γοῦν πῶς καὶ τοῦ Πέτρου ἐπιτιμηθέντος, καὶ τῶν περὶ Μωϋσέα καὶ Ἠλίαν περὶ αὐτοῦ διαλεχθέντων, καὶ δόξαν τὸ πρᾶγμα καλεσάντων, καὶ τοῦ Πατρὸς ἄνωθεν φωνὴν ἀφέντος, καὶ σημείων τοσούτων γενομένων, καὶ τῆς ἀναστάσεως ἐπὶ θύραις οὔσης· (οὐδὲ γὰρ πολὺν ἔφησε χρόνον ἐν τῷ θανάτῳ μένειν, ἀλλὰ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι·) οὐδὲ οὕτως ἀνήνεγκαν, ἀλλ' Ἐλυπήθησαν· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ Σφόδρα. Ἐγένετο δὲ τοῦτο διὰ τὸ ἀγνοεῖν ἔτι τῶν λεγομένων τὴν δύναμιν. Ὅπερ ὁ Μάρκος καὶ ὁ Λουκᾶς αἰνιττόμενοι ἔλεγον· ὁ μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· ὁ δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος.
Καὶ μὴν εἰ ἠγνόουν, πῶς ἐλυπήθησαν; Ὅτι οὐ πάντα ἠγνόουν· ἀλλ' ὅτι μὲν ἀποθανεῖται ᾔδεσαν, συνεχῶς ἀκούοντες· ὅ τί ποτε δὲ ἦν οὗτος ὁ θάνατος, καὶ ὅτι ταχέως λυθήσεται, καὶ μυρία ἐργάσεται ἀγαθὰ, τοῦτο οὐδέπω ᾔδεσαν σαφῶς· οὐδὲ ὅ τί ποτέ ἐστιν αὕτη ἡ ἀνάστασις· ἀλλ' ἠγνόουν· διὸ ἤλγουν· καὶ γὰρ σφόδρα ἀντείχοντο τοῦ ∆ιδασκάλου. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον· Ὁ ∆ιδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Καὶ τίνα ἐστὶ ταῦτα τὰ δίδραχμα; Ὅτε τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἀπέκτεινεν ὁ Θεὸς, τότε τὴν Λευῒ φυλὴν ἀντ' αὐτῶν ἔλαβεν. Εἶτα ἐπειδὴ τῶν παρὰ Ἰουδαίοις πρωτοτόκων ἐλάττων ὁ τῆς φυλῆς ἀριθμὸς ἦν, ἀντὶ τῶν λειπόντων εἰς τὸν ἀριθμὸν σίκλον ἐκέλευσεν εἰσενεχθῆναι· καὶ ἄλλως δὲ ἐξ ἐκείνου ἔθος ἐκράτησε, τὰ πρωτότοκα τὸν φόρον τοῦτον εἰσφέρειν. Ἐπεὶ οὖν πρωτότοκος ἦν ὁ Χριστὸς, ἐδόκει δὲ τῶν μαθητῶν πρῶτος εἶναι ὁ Πέτρος, αὐτῷ προσέρχονται. Καὶ γὰρ, ὡς ἔμοιγε δοκεῖ, κατὰ πόλιν ἑκάστην ἀπῄτουν· διὸ καὶ ἐν τῇ πατρίδι προσῆλθον αὐτῷ, ἐπειδὴ πατρὶς αὐτοῦ ἐνομίζετο ἡ Καπερναούμ. Καὶ αὐτῷ μὲν οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ· καὶ οὐδὲ τούτῳ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀλλ' ἐπιεικέστερον. Οὐδὲ γὰρ ἐγκαλοῦντες, ἀλλ' ἐρωτῶντες ἔλεγον· Ὁ ∆ιδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Τὴν μὲν γὰρ προσήκουσαν περὶ αὐτοῦ δόξαν οὐδέπω εἶχον, ἀλλ' ὡς περὶ ἀνθρώπου οὕτω διέκειντο· πλὴν ἀπένεμόν τινα αἰδῶ καὶ τιμὴν, διὰ τὰ προλαβόντα σημεῖα. Τί οὖν ὁ Πέτρος; Ναὶ, φησί· καὶ τούτοις μὲν εἶπεν,ὅτι τελεῖ· αὐτῷ δὲ οὐκ εἶπεν, ἴσως ἐρυθριῶν ὑπὲρ τούτων αὐτῷ διαλεχθῆναι. ∆ιὸ ὁ ἥμερος καὶ πάντα σαφῶς εἰδὼς, προλαβὼν αὐτόν φησι· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ, Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη· Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα γὰρ μὴ νομίσῃ ὁ Πέτρος, ὅτι παρ' ἐκείνων ἀκηκοὼς λέγει, προλαμβάνει αὐτὸν, τοῦτό τε αὐτὸ δηλῶν, καὶ παῤῥησίαν αὐτῷ παρέχων ὀκνοῦντι προτέρῳ περὶ τούτων εἰπεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐλεύθερος μέν εἰμι τοῦ δοῦναι κῆνσον. Εἰ γὰρ οἱ τῆς γῆς βασιλεῖς παρὰ τῶν υἱῶν αὐτῶν οὐ λαμβάνουσιν, ἀλλὰ παρὰ τῶν ἀρχομένων· πολλῷ μᾶλλον ἐμὲ ἀπηλλάχθαι δεῖ τῆς ἀπαιτήσεως ταύτης, οὐκ ἐπιγείου βασιλέως, ἀλλὰ τοῦ τῶν οὐρανῶν ὄντα με Υἱὸν, καὶ βασιλέα. Ὁρᾷς πῶς διέστειλε τοὺς υἱοὺς, καὶ τοὺς οὐχ υἱούς; Εἰ δὲ οὐκ ἦν Υἱὸς, εἰκῆ καὶ τὸ ὑπόδειγμα παρήγαγε τῶν βασιλέων. Ναὶ, φησὶν, Υἱὸς, ἀλλ' οὐ γνήσιος. Οὐκοῦν οὐχ Υἱός· εἰ δὲ οὐχ Υἱὸς, οὐδὲ γνήσιος, οὐδὲ αὐτοῦ, ἀλλ' ἀλλότριος. Εἰ δὲ ἀλλότριος, οὐδὲ τὸ παράδειγμα ἔχει τὴν οἰκείαν ἰσχύν. Αὐτὸς γὰρ οὐ περὶ τῶν υἱῶν ἁπλῶς, ἀλλὰ περὶ τῶν γνησίων διαλέγεται, καὶ ἰδίων, καὶ τῶν κοινωνούντων τοῖς γεγεννηκόσι τῆς βασιλείας. ∆ιὸ καὶ πρὸς ἀντιδιαστολὴν ἔθηκε τοὺς ἀλλοτρίους, ἀλλοτρίους καλῶν τοὺς οὐκ ἐξ αὐτῶν γεννηθέντας· τοὺς δὲ αὐτῶν, οὓς ἐξ ἑαυτῶν γεγεννήκασι. Σὺ δέ μοι σκόπει κἀκεῖνο, πῶς τὴν ἀποκαλυφθεῖσαν τῷ Πέτρῳ γνῶσιν καὶ ἐντεῦθεν βεβαιοῖ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ διὰ τῆς συγκαταβάσεως τὸ αὐτὸ τοῦτο δηλοῖ, ὅπερ πολλῆς ἦν σοφίας. Καὶ γὰρ ταῦτα εἰπὼν, φησίν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν αὐτῷ στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅρα πῶς οὔτε παραιτεῖται τὸν φόρον, οὔτε ἁπλῶς κελεύει δοῦναι, ἀλλὰ πρότερον δείξας οὐκ ὄντα ὑπεύθυνον, τότε δίδωσι· τὸ μὲν, ἵνα μὴ ἐκεῖνοι σκανδαλισθῶσι· τὸ δὲ, ἵνα μὴ οὗτοι. Οὐδὲ γὰρ ὡς ὀφείλων δίδωσιν, ἀλλ' ὡς τὴν ἐκείνων ἀσθένειαν διορθούμενος. βʹ. Ἀλλαχοῦ μέντοι καταφρονεῖ τοῦ σκανδάλου, ὅτε περὶ βρωμάτων διελέγετο· διδάσκων ἡμᾶς εἰδέναι καιροὺς καθ' οὓς δεῖ φροντίζειν τῶν σκανδαλιζομένων, καὶ καθ' οὓς δεῖ καταφρονεῖν. Καὶ αὐτῷ δὲ τῷ τῆς δόσεως τρόπῳ δείκνυσιν ἑαυτὸν πάλιν. Τίνος γὰρ ἕνεκεν οὐκ ἐξ ἀποκειμένων κελεύει δοῦναι; Ἵν', ὅπερ ἔφην, καὶ ἐν τούτῳ δείξῃ Θεὸν ἑαυτὸν ὄντα τῶν ὅλων, καὶ ὅτι καὶ τῆς θαλάττης κρατεῖ. Ἔδειξε μὲν γὰρ καὶ ἤδη ἐπιτιμήσας, καὶ τὸν Πέτρον τοῦτον αὐτὸν κελεύσας ἐπιβῆναι τῶν κυμάτων· δείκνυσι δὲ καὶ νῦν τὸ αὐτὸ τοῦτο, ἑτέρῳ μὲν τρόπῳ, πολλὴν δὲ καὶ ἐν τούτῳ παρέχων τὴν ἔκπληξιν. Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι καὶ πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τελῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα· ἀλλὰ θείας δυνάμεως καὶ ἀποῤῥήτου τὸ καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι, καὶ ἡνίκα μαινομένη ἐσίγα, καὶ ὅτε τὸν σύνδουλον ἐδέχετο ἀγριαίνουσα, καὶ νῦν πάλιν, ὅτε πρὸς τοὺς ἀπαιτοῦντας ὑπὲρ αὐτοῦ διαλύεται. Καὶ δὸς αὐτοῖς, φησὶν, ἀντὶ ἐμοῦ καὶ σοῦ. Εἶδες τὸ ὑπερβάλλον τῆς τιμῆς; Ἴδε καὶ τὸ φιλόσοφον τῆς Πέτρου γνώμης. Τοῦτο γὰρ οὐ φαίνεται Μάρκος, ὁ τούτου φοιτητὴς, γεγραφηκὼς τὸ κεφάλαιον, ἐπειδὴ πολλὴν ἐδείκνυ τὴν εἰς αὐτὸν τιμήν· ἀλλὰ τὴν μὲν ἄρνησιν καὶ αὐτὸς ἔγραψε, τὰ δὲ ποιοῦντα αὐτὸν λαμπρὸν ἀπεσίγησεν, ἴσως τοῦ ∆ιδασκάλου παραιτουμένου τὸ μεγάλα περὶ αὐτοῦ λέγειν. Ἀντὶ ἐμοῦ δὲ καὶ σοῦ, εἶπεν, ἐπειδὴ καὶ αὐτὸς πρωτότοκος ἦν. Ὥσπερ δὲ ἐξεπλάγης τοῦ Χριστοῦ τὴν δύναμιν, οὕτω θαύμασον καὶ τοῦ μαθητοῦ τὴν πίστιν, ὅτι πράγματι ἀπόρῳ οὕτως ὑπήκουσε. Καὶ γὰρ σφόδρα ἄπορον ἦν κατὰ τὴν φύσιν. ∆ιὸ καὶ τῆς πίστεως αὐτὸν ἀμειβόμενος, συνῆψεν ἑαυτῷ κατὰ τὴν τοῦ φόρου δόσιν. Ἐν ἐκείνῃ τῇ ὥρᾳ, προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἔπαθόν τι ἀνθρώπινον οἱ μαθηταί· διὸ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται λέγων, ὅτι Ἐν ἐκείνῃ τῇ ὥρᾳ· ὅτε πάντων αὐτὸν προετίμησε. Καὶ γὰρ καὶ Ἰακώβου καὶ Ἰωάννου θάτερος πρωτότοκος ἦν, ἀλλ' οὐδὲν τοιοῦτον ὑπὲρ τούτων ἐποίησεν. Εἶτα αἰσχυνόμενοι τὸ πάθος ὁμολογῆσαι, ὅπερ ἔπαθον, φανερῶς μὲν οὐ λέγουσι, Τίνος ἕνεκεν τὸν Πέτρον ἡμῶν προετίμησας; καὶ, Εἰ μείζων ἡμῶν οὗτός ἐστιν; ᾐσχύνοντο γάρ· ἀδιορίστως δὲ ἐρωτῶσι· Τίς ἄρα μείζων ἐστίν; Ὅτε μὲν γὰρ τοὺς τρεῖς εἶδον προτιμωμένους, οὐδὲν τοιοῦτον ἔπαθον· ἐπειδὴ δὲ εἰς τὸν ἕνα περιέστη τὸ τῆς τιμῆς, τότε ἤλγησαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερα πολλὰ συναγαγόντες, τὸ πάθος ἀνῆψαν. Καὶ γὰρ εἶπεν αὐτῷ· Σοὶ δώσω τὰς κλεῖς· καὶ, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ· καὶ ἐνταῦθα, ∆ὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τὴν ἄλλην δὲ παῤῥησίαν αὐτοῦ τὴν πολλὴν ὁρῶντες, παρεκνίζοντο. Εἰ δὲ ὁ Μάρκος φησὶν, ὅτι οὐκ ἠρώτησαν, ἀλλ' ἐν ἑαυτοῖς διελογίζοντο, οὐδὲν τοῦτο ἐναντίον ἐστὶν ἐκείνῳ. Εἰκὸς γὰρ αὐτοὺς κἀκεῖνο καὶ τοῦτο ποιῆσαι, καὶ πρότερον μὲν ἐν ἑτέρῳ καιρῷ τοῦτο παθεῖν, καὶ ἅπαξ καὶ δεύτερον, τότε δὲ καὶ ἐξειπεῖν, καὶ ἐν ἑαυτοῖς διαλογίσασθαι. Σὺ δέ μοι μὴ τὸ ἔγκλημα μόνον ἴδῃς, ἀλλὰ κἀκεῖνο λογίζου· πρῶτον μὲν, ὅτι οὐδὲν τῶν ἐνταῦθα ζητοῦσιν· ἔπειτα, ὅτι καὶ τοῦτο ὕστερον τὸ πάθος ἀπέθεντο, καὶ τῶν πρωτείων ἀλλήλοις παραχωροῦσιν. Ἡμεῖς δὲ οὐδὲ εἰς τὰ ἐλαττώματα αὐτῶν φθάσαι δυνάμεθα, οὐδὲ ζητοῦμεν τίς μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλὰ τίς μείζων ἐν τῇ βασιλείᾳ τῆς γῆς, τίς εὐπορώτερος, τίς δυνατώτερος. Τί οὖν ὁ Χριστός; Ἀνακαλύπτει αὐτῶν τὸ συνειδὸς, καὶ πρὸς τὸ πάθος ἀποκρίνεται, οὐχ ἁπλῶς πρὸς τὰ ῥήματα. Προσκαλεσάμενος γὰρ παιδίον, φησὶν, εἶπεν· Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὸ παιδίον τοῦτο, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὑμεῖς μὲν γὰρ, φησὶν, ἐξετάζετε τίς μείζων, καὶ περὶ πρωτείων φιλονεικεῖτε· ἐγὼ δὲ τὸν μὴ πάντων ταπεινότερον γενόμενον οὐδὲ τῆς εἰσόδου τῆς ἐκεῖ ἄξιον εἶναί φημι. Καὶ καλῶς καὶ τὸ ὑπόδειγμα παράγει· καὶ οὐ παράγει μόνον, ἀλλὰ καὶ τὸ παιδίον εἰς μέσον ἵστησι, καὶ ἀπὸ τῆς ὄψεως αὐτοὺς ἐντρέπων, καὶ πείθων εἶναι ταπεινοὺς οὕτω καὶ ἀπλάστους. Καὶ γὰρ φθόνου καθαρὸν τὸ παιδίον, καὶ κενοδοξίας, καὶ τοῦ τῶν πρωτείων ἐρᾷν· καὶ τὴν μεγίστην κέκτηται ἀρετὴν, τὴν ἀφέλειαν καὶ τὸ ἄπλαστον καὶ τάπεινον. Οὐκ ἄρα ἀνδρείας δεῖ μόνον, οὐδὲ φρονήσεως, ἀλλὰ καὶ ταύτης τῆς ἀρετῆς, τῆς ταπεινοφροσύνης λέγω καὶ τῆς ἀφελείας. Καὶ γὰρ καὶ ἐν τοῖς μεγίστοις χωλεύει τὰ τῆς σωτηρίας ἡμῶν, τούτων ἡμῖν οὐ παρουσῶν. Τὸ παιδίον κἂν ὑβρίζηται, κἂν τύπτηται, κἂν τιμᾶται, κἂν δοξάζηται, οὔτε ἐκεῖθεν δυσχεραίνει καὶ βασκαίνει, οὔτε ἐντεῦθεν ἐπαίρεται. γʹ. Εἶδες πῶς πάλιν ἡμᾶς πρὸς τὰ φυσικὰ κατορθώματα ἐκκαλεῖται, δεικνὺς ὅτι ἐκ προαιρέσεως ταῦτα κατορθοῦν δυνατὸν, καὶ τὴν πονηρὰν Μανιχαίων ἐπιστομίζει λύτταν; Εἰ γὰρ πονηρὸν ἡ φύσις, τίνος ἕνεκεν ἐκεῖθεν τῆς φιλοσοφίας τὰ παραδείγματα ἕλκει; Παιδίον δέ μοι δοκεῖ σφόδρα παιδίον ἐν τῷ μέσῳ στῆσαι, τῶν παθῶν ἁπάντων τούτων ἀπηλλαγμένον. Τὸ γὰρ τοιοῦτον παιδίον καὶ ἀπονοίας, καὶ δοξομανίας, καὶ βασκανίας, καὶ φιλονεικίας, καὶ πάντων τῶν τοιούτων ἀπήλλακται παθῶν, καὶ πολλὰς ἔχον τὰς ἀρετὰς, ἀφέλειαν, ταπεινοφροσύνην, ἀπραγμοσύνην, ἐπ' οὐδενὶ τούτων ἐπαίρεται· ὅπερ διπλῆς ἐστι φιλοσοφίας, τὸ κεκτῆσθαι ταῦτα, καὶ μὴ φυσᾶσθαι ἐπ' αὐτοῖς. ∆ιόπερ αὐτὸ παρήγαγε, καὶ ἔστησεν ἐν τῷ μέσῳ· καὶ οὐ μέχρι τούτου μόνον τὸν λόγον κατέκλεισεν, ἀλλὰ καὶ περαιτέρω προάγει τὴν παραίνεσιν ταύτην, λέγων· Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἐν τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἐὰν αὐτοὶ τοιοῦτοι γένησθε, μισθὸν λήψεσθε μέγαν· ἀλλὰ κἂν ἑτέρους τοιούτους τιμήσητε δι' ἐμὲ, καὶ τῆς εἰς ἐκείνους τιμῆς βασιλείαν ὑμῖν ὁρίζω τὴν ἀμοιβήν. Μᾶλλον δὲ τὸ πολλῷ μεῖζον τίθησιν, Ἐμὲ δέχεται, λέγων. Οὕτω μοι σφόδρα ποθεινὸν τὸ ταπεινὸν καὶ ἄπλαστον. Παιδίον γὰρ ἐνταῦθα τοὺς ἀνθρώπους τοὺς οὕτως ἀφελεῖς φησι καὶ ταπεινοὺς, καὶ ἀπεῤῥιμμένους παρὰ τοῖς πολλοῖς, καὶ εὐκαταφρονήτους. Εἶτα εὐπαράδεκτον μειζόνως ποιῶν τὸν λόγον, οὐκ ἀπὸ τῆς τιμῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς κολάσεως αὐτὸν συνίστησιν, ἐπάγων καὶ λέγων· Καὶ ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. Ὥσπερ γὰρ οἱ τούτους τιμῶντες, φησὶ, δι' ἐμὲ, τὸν οὐρανὸν ἔχουσι, μᾶλλον δὲ τῆς βασιλείας αὐτῆς μείζω τιμήν· οὕτω δὴ καὶ οἱ ἀτιμάζοντες (τοῦτο γάρ ἐστι τὸ σκανδαλίσαι) τὴν ἐσχάτην δώσουσι δίκην. Εἰ δὲ σκάνδαλον τὴν ὕβριν καλεῖ, μὴ θαυμάσῃς· πολλοὶ γὰρ τῶν μικροψύχων οὐχ ὡς ἔτυχεν ἐκ τοῦ παροφθῆναι καὶ καθυβρισθῆναι ἐσκανδαλίσθησαν. Ἐπαίρων τοίνυν καὶ αὔξων τὸ ἔγκλημα, τὴν ἐξ αὐτοῦ τίθησι βλάβην. Καὶ οὐκέτι ἀπὸ τῶν αὐτῶν τὴν τιμωρίαν ἐμφαίνει, ἀλλ' ἀπὸ τῶν παρ' ἡμῖν γνωρίμων τὸ ἀφόρητον αὐτῆς ἐνδείκνυται. Ὅταν γὰρ μάλιστα καθάψασθαι βούληται τῶν παχυτέρων, αἰσθητὰ ἄγει παραδείγματα. ∆ιὸ καὶ ἐνταῦθα βουλόμενος δεῖξαι, ὅτι πολλὴν ὑποστήσονται τὴν τιμωρίαν, καὶ καθικέσθαι τῆς τῶν διαπτυόντων αὐτοὺς ἀπονοίας, αἰσθητήν τινα κόλασιν εἰς μέσον ἤγαγε, τὴν τοῦ μύλου καὶ τοῦ καταποντισμοῦ. Καίτοιγε ἀκόλουθον τῷ προτέρῳ ἦν εἰπεῖν· Ὁ μὴ δεχόμενος ἕνα τῶν μικρῶν τούτων, ἐμὲ οὐ δέχεται· ὃ πάσης κολάσεως πικρότερον ἦν· ἀλλ' ἐπειδὴ τῶν σφόδρα ἀναισθήτων καὶ παχυτάτων, καίτοι φοβερὸν ὂν τοῦτο οὐχ οὕτω καθικνεῖτο, τίθησι μύλον καὶ καταποντισμόν. Καὶ οὐκ εἶπεν, ὅτι μύλος κρεμασθήσεται εἰς τὸν τράχηλον αὐτοῦ· ἀλλὰ, Συμφέρει αὐτῷ τοῦτο ὑπομεῖναι, δεικνὺς ὅτι ἕτερον τούτου χαλεπώτερον αὐτὸν ἀναμένει κακόν· εἰ δὲ τοῦτο ἀφόρητον, πολλῶ μᾶλλον ἐκεῖνο. Εἶδες πῶς ἑκατέρωθεν φοβερὰν ἐποίησε τὴν ἀπειλὴν, τῇ μὲν τοῦ γνωρίμου παραδείγματος συγκρίσει σαφεστέραν αὐτὴν ποιῶν, τῇ δὲ ἐντεῦθεν ὑπεροχῇ πολλῷ μείζονα τῆς ὁρωμένης φαντάζεσθαι παρασκευάσας; Εἶδες πῶς πρόῤῥιζον ἀνέσπασε τῆς ἀπονοίας τὸ φρόνημα; πῶς ἰάσατο τῆς κενοδοξίας τὸ ἕλκος; πῶς ἐπαίδευσε μηδαμοῦ τῶν πρωτείων ἐρᾷν; πῶς ἔπεισε τοὺς ἐπιθυμοῦντας τῶν πρωτείων τὴν ἐσχάτην πανταχοῦ διώκειν τάξιν; Οὐδὲν γὰρ ἀπονοίας χεῖρον. Αὕτη καὶ τῶν κατὰ φύσιν ἐξίστησι φρενῶν, καὶ μωρῶν ἐπιτίθησι δόξαν· μᾶλλον δὲ καὶ σφόδρα ἀνοήτους εἶναι ποιεῖ. Ὥσπερ γὰρ εἴ τις, τρίπηχυς ὢν, βιάζοιτο εἶναι τῶν ὀρῶν ὑψηλότερος, ἢ καὶ νομίζοι τοῦτο, καὶ ἀνατείνοι ἑαυτὸν ὡς ὑπερβαλλόμενος αὐτῶν τὰς κορυφὰς, οὐδὲν ἕτερον ζητήσομεν δεῖγμα ἀνοίας· οὕτω καὶ ὅταν ἄνθρωπον ἀπονενοημένον ἴδῃς, καὶ ἁπάντων βελτίονα ἑαυτὸν ἡγούμενον εἶναι, καὶ ὕβριν νομίζοντα τὸ μετὰ τῶν πολλῶν ζῇν, μὴ ζήτει λοιπὸν ἕτερον ἔλεγχον ἰδεῖν τῆς ἐκείνου παρανοίας. Τῶν γὰρ φύσει μωρῶν πολὺ καταγελαστότερος οὗτος, ὅσον καὶ ἑκὼν ταύτην δημιουργεῖ τὴν νόσον. Οὐ ταύτῃ δὲ μόνον ἄθλιος, ἀλλ' ὅτι καὶ ἀναλγήτως εἰς αὐτὸ τῆς κακίας ἐμπίπτει τὸ βάραθρον. Πότε γὰρ ὁ τοιοῦτος ἐπιγνώσεται ἁμαρτίαν ὡς χρή; πότε αἰσθήσεται πλημμελῶν; Καὶ γὰρ ὡς ἀνδράποδον κακὸν καὶ αἰχμάλωτον λαβὼν αὐτὸν ὁ διάβολος ἄπεισι, καὶ ἄγει καὶ φέρει, ῥαπίζων πάντοθεν καὶ μυρίαις περιβάλλων ὕβρεσιν. Εἰς τοσαύτην γὰρ αὐτοὺς ἄγει μωρίαν λοιπὸν, ὡς πείθειν καὶ κατὰ παίδων καὶ γυναικῶν μέγα φρονεῖν, καὶ κατὰ τῶν προγόνων τῶν οἰκείων. Ἑτέρους δὲ τοὐναντίον ἀπὸ τῆς τῶν προγόνων περιφανείας φυσᾶσθαι παρασκευάζει· οὗ τί γένοιτ' ἂν ἀνοητότερον, ὅταν ἀπὸ τῶν ἐναντίων ὁμοίως φλεγμαίνωσιν, οἱ μὲν ἐπειδὴ εὐτελεῖς ἔσχον πατέρας καὶ πάππους καὶ ἐπιπάππους, οἱ δὲ ἐπειδὴ λαμπροὺς καὶ περιφανεῖς; Πῶς οὖν ἄν τις ἑκατέρων ταπεινώσειε τὴν φλεγμονήν; Πρὸς μὲν ἐκείνους λέγων· Ἀνάβηθι περαιτέρω τῶν πάππων καὶ τῶν προπάππων, καὶ πολλοὺς ἴσως εὑρήσεις μαγείρους, καὶ ὀνηλάτας, καὶ καπήλους· πρὸς δὲ τούτους, τοὺς ἀπὸ τῆς εὐτελείας τῶν προγόνων φυσωμένους, τὸ ἐναντίον πάλιν, ὅτι Καὶ σὺ πάλιν ἀνωτέρω προελθὼν τῶν προγόνων, ὄψει πολλῷ σου λαμπροτέρους πολλούς. δʹ. Ὅτι γὰρ τοῦτον ἔχει τὸν δρόμον ἡ φύσις, φέρε καὶ ἀπὸ τῶν Γραφῶν ὑμῖν ἀποδείξω· Ὁ Σολομῶν υἱὸς βασιλέως ἦν, καὶ βασιλέως λαμπροῦ· ἀλλ' ὁ τούτου πατὴρ τῶν εὐτελῶν καὶ ἀσήμων, καὶ ὁ πρὸς μητρὸς δὲ πάππος ὁμοίως· οὐδὲ γὰρ ἂν ψιλῷ στρατιώτῃ τὴν θυγατέρα ἐξέδωκεν. Εἰ δὲ ἀναβαίης ἀνωτέρω πάλιν ἀπὸ τῶν εὐτελῶν τούτων, λαμπρότερον ὄψει τὸ γένος καὶ βασιλικώτερον. Οὕτω καὶ ἐπὶ τοῦ Σαοὺλ, οὕτω καὶ ἐπὶ πολλῶν ἑτέρων εὕροι τις ἂν τοῦτο συμβαῖνον. Μὴ δὴ μέγα φρονῶμεν ἐντεῦθεν. Τί γάρ ἐστι γένος; εἰπέ μοι. Οὐδὲν, ἀλλ' ἢ ὄνομα μόνον πράγματος ἔρημον· καὶ τοῦτο εἴσεσθε κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐπεὶ δὲ οὔπω πάρεστιν ἐκείνη, φέρε καὶ ἀπὸ τῶν παρόντων ὑμᾶς πείσωμεν, ὅτι οὐδεμία ἐντεῦθεν ὑπεροχή. Καὶ γὰρ κἂν πόλεμος καταλάβῃ, κἂν λιμὸς, κἂν ἕτερον ὁτιοῦν, πάντα ἐλέγχεται ταῦτα τὰ τῆς εὐγενείας φυσήματα· κἂν νόσος ἐπέλθῃ, κἂν λοιμὸς, οὐκ οἶδε διαγνῶναι τὸν πλούσιον καὶ τὸν πένητα, τὸν ἔνδοξον καὶ τὸν ἄδοξον, τὸν εὐγενῆ καὶ τὸν οὐ τοιοῦτον· οὔτε ὁ θάνατος, οὔτε αἱ λοιπαὶ τῶν πραγμάτων μεταβολαὶ, ἀλλ' ὁμοίως πᾶσι πάντα ἐπανίσταται· καὶ εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, τοῖς πλουτοῦσι μᾶλλον. Ὅσῳ γὰρ ἀμελέτητοι τούτων εἰσὶ, τοσούτῳ μᾶλλον ἁλόντες ἀπόλλυνται. Καὶ ὁ φόβος δὲ παρὰ τοῖς πλουτοῦσι μείζων. Καὶ γὰρ ἄρχοντας οὗτοι μάλιστα τρέμουσι, καὶ τοὺς δήμους τῶν ἀρχόντων οὐκ ἔλαττον, ἀλλὰ καὶ πολλῷ πλέον· πολλὰς γοῦν οἰκίας τοιαύτας ὁμοίως καὶ δήμων θυμὸς καὶ ἀρχόντων ἀνέτρεψεν ἀπειλή. Ὁ δὲ πένης ἑκατέρων τούτων τῶν κυμάτων ἀπήλλακται. Ὥστε ταύτην ἀφεὶς τὴν εὐγένειαν, εἰ βούλει μοι δεῖξαι ὅτι εὐγενὴς εἶ, δεῖξον τῆς ψυχῆς τὴν ἐλευθερίαν, οἵαν εἶχεν ὁ μακάριος ἐκεῖνος, καὶ ταῦτα πένης ὢν, ὁ λέγων τῷ Ἡρώδῃ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· οἵαν ἐκέκτητο ὁ πρὸ ἐκείνου τοιοῦτος καὶ μετ' ἐκεῖνον τοιοῦτος, ὁ λέγων τῷ Ἀχαάβ· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραὴλ, ἀλλ' ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου· οἵαν εἶχον οἱ προφῆται, οἵαν οἱ ἀπόστολοι πάντες. Ἀλλ' οὐχ αἱ τῶν πλούτῳ δουλευόντων ψυχαὶ τοιαῦται, ἀλλ' ὥσπερ οἱ ὑπὸ μυρίους ὄντες παιδαγωγοὺς καὶ δημίους, οὕτως οὐδὲ ἐπᾶραι τὸ ὄμμα τολμῶσι, καὶ ὑπὲρ ἀρετῆς παῤῥησιάσασθαι. Ὁ γὰρ τῶν χρημάτων ἔρως, καὶ ὁ τῆς δόξης, καὶ ὁ τῶν ἄλλων πραγμάτων, φοβερὸν εἰς αὐτοὺς βλέποντες, δουλοπρεπεῖς ποιοῦσι καὶ κόλακας. Οὐδὲν γὰρ οὕτως ἐλευθερίαν ἀναιρεῖ, ὡς τὸ βιωτικοῖς ἐμπεπλέχθαι πράγμασι, καὶ τὰ δοκοῦντα εἶναι λαμπρὰ περιβεβλῆσθαι. Οὐδὲ γὰρ ἕνα δεσπότην καὶ δύο καὶ τρεῖς, ἀλλὰ μυρίους ὁ τοιοῦτος ἔχει. Καὶ εἰ βούλεσθε καὶ ἀριθμῆσαι τούτους, παραγάγωμεν ἕνα τινὰ τῶν εὐδοκιμούντων ἐν βασιλείοις, καὶ ἔστω αὐτῷ καὶ χρήματα πάμπολλα, καὶ δυναστεία μεγάλη, καὶ πατρὶς ὑπερέχουσα, καὶ προγόνων περιφάνεια, καὶ ἀποβλεπέσθω παρὰ πάντων. Ἴδωμεν τοίνυν εἰ μὴ οὗτός ἐστιν ὁ πάντων δουλικώτερος· καὶ ἀντιστήσωμεν αὐτῷ, μὴ δοῦλον ἁπλῶς, ἀλλὰ δοῦλον δούλου· πολλοὶ γὰρ καὶ οἰκέται δούλους ἔχουσιν. Οὗτος μὲν οὖν ὁ δοῦλος τοῦ δούλου ἕνα ἔχει δεσπότην. Τί γὰρ, εἰ καὶ μὴ ἐλεύθερον; ἀλλ' ἕνα, καὶ πρὸς τὸ ἐκείνῳ δοκοῦν μόνον ὁρᾷ. Κἂν γὰρ ὁ τούτου δεσπότης αὐτοῦ δοκῇ κρατεῖν, ἀλλὰ τέως ἑνὶ μόνῳ πείθεται· κἂν τὰ πρὸς ἐκεῖνον αὐτῷ καλῶς ἔχῃ, ἐν ἀδείᾳ τὸν ἅπαντα καθεδεῖται βίον. Οὗτος δὲ οὐχ ἕνα καὶ δύο μόνον, ἀλλὰ πολλοὺς καὶ χαλεπωτέρους ἔχει δεσπότας. Καὶ πρῶτον αὐτὸν τὸν βασιλεύοντα μεριμνᾷ. Οὐκ ἔστι δὲ ἴσον εὐτελῆ δεσπότην ἔχειν, καὶ βασιλέα ὑπὸ πολλῶν τὰ ὦτα διαθρυλλούμενον, καὶ νῦν μὲν τούτων, νῦν δὲ ἐκείνων γινόμενον. Οὗτος κἂν μηδὲν ἑαυτῷ συνειδὼς ᾖ, πάντας ὑποπτεύει, καὶ τοὺς μετ' αὐτοῦ στρατευομένους, καὶ τοὺς ὑπ' αὐτῷ ταττομένους, καὶ τοὺς φίλους, καὶ τοὺς ἐχθρούς. Ἀλλὰ καὶ οὗτος, φησὶ, τὸν δεσπότην. Καὶ ποῦ ἴσον ἕνα καὶ πολλοὺς ἔχειν τοὺς δεδιττομένους αὐτόν; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδὲ ἕνα εὑρήσει. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος μὲν οὐδένα ἔχει τὸν ἐπιθυμοῦντα αὐτὸν ἐκβαλεῖν τῆς δουλείας ταύτης, καὶ εἰσαγαγεῖν ἑαυτὸν, ὅθεν οὐδὲ τὸν ἐπιβουλεύοντα ἐν τούτοις ἔχει· οὗτοι δὲ οὐδὲ ἑτέραν σπουδὴν ἔχουσιν, ἀλλ' ἢ τὸ διασαλεῦσαι τὸν εὐδοκιμώτερον καὶ μᾶλλον ἀγαπώμενον παρὰ τῷ κρατοῦντι. ∆ιὸ καὶ πάντας ἀνάγκη κολακεύειν, τοὺς μείζους, τοὺς ὁμοτίμους, τοὺς φίλους. Ἔνθα γὰρ βασκανία καὶ δόξης ἔρως, οὐδὲ φιλίας εἰλικρινοῦς ἐστιν ἰσχύς. Ὥσπερ γὰρ οἱ ὁμότεχνοι φιλεῖν ἀλλήλους οὐκ ἂν δύναιντο ἀκριβῶς καὶ γνησίως, οὕτω καὶ οἱ ὁμότιμοι καὶ τῶν αὐτῶν ἐρῶντες ἐν τοῖς βιωτικοῖς. Ὅθεν καὶ ὁ πόλεμος ἔνδον πολύς. Εἶδες δεσποτῶν ἐσμὸν, καὶ δεσποτῶν χαλεπῶν; Βούλει καὶ ἕτερον ἐπιδείξω τούτου χαλεπώτερον; Οἱ μετ' αὐτὸν ἅπαντες πρὸ αὐτοῦ γενέσθαι σπεύδουσιν, οἱ πρὸ αὐτοῦ κωλῦσαι γενέσθαι πλησίον καὶ παραδραμεῖν. εʹ. Ἀλλ' ὢ τοῦ θαύματος! ἐγὼ μὲν ὑπεσχόμην δεσπότας δεῖξαι, ὁ δὲ λόγος ἡμῖν προϊὼν καὶ ἀγωνιζόμενος πλέον τῆς ὑποσχέσεως ἐποίησε, πολεμίους ἀντὶ δεσποτῶν δείξας, μᾶλλον δὲ καὶ πολεμίους καὶ δεσπότας τοὺς αὐτούς. Θεραπεύονται μὲν γὰρ ὡς δεσπόται, φοβεροὶ δέ εἰσιν ὡς πολέμιοι, καὶ ἐπιβουλεύουσιν ὡς ἐχθροί. Ὅταν οὖν τις τοὺς αὐτοὺς καὶ κυρίους ἔχῃ καὶ ἐχθροὺς, τί ταύτης τῆς συμφορᾶς χεῖρον γένοιτ' ἄν; Ὁ μὲν δοῦλος, κἂν ἐπιτάττηται, ἀλλ' ὅμως ἐπιμελείας ἀπολαύει παρὰ τῶν κελευόντων καὶ εὐνοίας· οὗτοι δὲ καὶ ἐπιτάττονται, καὶ πολεμοῦνται, καὶ κατ' ἀλλήλων ἑστήκασι· καὶ τοσούτῳ τῶν ἐν ταῖς μάχαις χαλεπώτερον, ὅσῳ καὶ λάθρα κεντοῦσι, καὶ ἐν προσωπείῳ φίλων τὰ τῶν ἐχθρῶν διατιθέασι, καὶ ἐκ τῆς ἑτέρων πολλάκις εὐδοκιμοῦσι συμφορᾶς. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα· ἀλλὰ κἂν πράξῃ κακῶς ἕτερος, πολλοὶ οἱ συναλγοῦντες· κἂν εὐδοκιμῇ, πολλοὶ οἱ συνηδόμενοι. Ἀλλ' οὐχ ὁ Ἀπόστολος· Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ νῦν μὲν ἔλεγεν ὁ ταῦτα παραινῶν· Τίς μού ἐστιν ἡ ἐλπὶς ἢ χαρὰ, ἢ οὐχὶ καὶ ὑμεῖς; νῦν δὲ, Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ· νῦν δὲ, Ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν· καὶ, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Τίνος οὖν ἕνεκεν ἔτι τῆς ζάλης ἀνεχόμεθα, καὶ τῶν κυμάτων τῶν ἔξωθεν, καὶ οὐ τρέχομεν ἐπὶ τὸν εὔδιον λιμένα τοῦτον, καὶ τὰ ὀνόματα ἀφέντες τῶν ἀγαθῶν, ἐπὶ τὰ πράγματα βαδίζομεν αὐτά; ∆όξα γὰρ καὶ δυναστεία καὶ πλοῦτος καὶ εὐδοκίμησις καὶ πάντα τὰ τοιαῦτα, ὀνόματα παρ' ἐκείνοις, παρὰ δὲ ἡμῖν πράγματα· ὥσπερ οὖν τὰ λυπηρὰ, θάνατος καὶ ἀτιμία καὶ πενία καὶ ὅσα τοιαῦτα, ὀνόματα μὲν παρ' ἡμῖν, πράγματα δὲ παρ' ἐκείνοις. Καὶ εἰ βούλει, τὴν δόξαν πρῶτον εἰς μέσον ἀγάγωμεν, τὴν παρ' ἐκείνοις πᾶσιν ἐπέραστον καὶ ποθεινήν. Καὶ οὐ λέγω, ὅτι ὀλιγοχρόνιος, οὐδ' ὅτι ταχέως σβέννυται· ἀλλ' ὅτε ἀνθεῖ, τότε μοι δεῖξον αὐτήν. Μὴ περιέλῃς τῆς πόρνης τὰ ἐπιτρίμματα καὶ τὰς ὑπογραφὰς, ἀλλὰ κεκαλλωπισμένην εἰς μέσον ἄγε καὶ ἐπίδειξον ἡμῖν, ἵνα τότε αὐτῆς ἐλέγξω τὸ δυσειδές. Οὐκοῦν τὸ σχῆμα πάντως ἐρεῖς καὶ τὸ πλῆθος τῶν ῥαβδούχων, καὶ τοῦ κήρυκος τὴν φωνὴν, καὶ τῶν δήμων τὴν ὑπακοὴν, καὶ τὴν παρὰ τῶν πολλῶν σιγὴν, καὶ τὸ τύπτεσθαι τοὺς ἀπαντῶντας ἅπαντας, καὶ τὸ ὑπὸ πάντων περιβλέπεσθαι. Οὐχὶ ταῦτά ἐστι τὰ λαμπρά; Φέρε οὖν, ἐξετάσωμεν εἰ μὴ περιττὰ ταῦτα, καὶ ὑπόληψις μόνον ἀνόνητος. Τί γὰρ ἐκεῖνος ἀπὸ τούτων βελτίων γίνεται, ἢ τὸ σώμα, ἢ τὴν ψυχήν; Τοῦτο γὰρ ἄνθρωπος. Ἆρα ὑψηλότερος ἔσται ἐντεῦθεν, ἢ ἰσχυρότερος, ἢ ὑγιεινότερος, ἢ ταχύτερος, ἢ τὰς αἰσθήσεις ὀξυτέρας κτήσεται καὶ τρανοτέρας; Ἀλλ' οὐδεὶς ἂν ἔχοι τοῦτο εἰπεῖν. Ἴωμεν τοίνυν ἐπὶ τὴν ψυχὴν, μήποτε ἐκεῖ τι κέρδος προσγινόμενον ἐντεῦθεν εὑρήσομεν. Τί οὖν; σωφρονέστερος, ἐπιεικέστερος, συνετώτερος ἀπὸ ταύτης ἔσται τῆς θεραπείας ὁ τοιοῦτος; Οὐδαμῶς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. Οὐ γὰρ ὅπερ ἐπὶ τοῦ σώματος, τοῦτο καὶ ἐνταῦθα συμβαίνει. Ἐκεῖ μὲν γὰρ οὐδὲν πρὸς τὴν οἰκείαν προσλαμβάνει ἀρετὴν τὸ σῶμα· ἐνταῦθα δὲ οὐ μόνον τοῦτό ἐστι τὸ δεινὸν, ὅτι οὐδὲν καρποῦται χρηστὸν, ἀλλ' ὅτι καὶ κακίαν δέχεται πολλὴν ἐντεῦθεν ἡ ψυχή. Καὶ γὰρ εἰς ἀπόνοιαν, καὶ κενοδοξίαν, καὶ ἄνοιαν, καὶ εἰς θυμὸν, καὶ εἰς μυρία ἐλαττώματα τοιαῦτα ἐντεῦθεν ἐκφέρεται. Ἀλλὰ χαίρει, φησὶ, καὶ γάννυται τούτοις, καὶ φαιδρύνεται. Τὸν κολοφῶνά μοι τῶν κακῶν εἶπες, καὶ τοῦ νοσήματος τὸ ἀνίατον. Ὁ γὰρ χαίρων ἐπὶ τούτοις, οὐδὲ ἀπαλλαγῆναι ῥᾳδίως ἂν θελήσειε τῆς ὑποθέσεως τῶν κακῶν, ἀλλ' ἀπετείχισεν ἑαυτῷ τῆς θεραπείας τὴν ὁδὸν διὰ τῆς ἡδονῆς. Ὥστε τοῦτο μάλιστά ἐστι τὸ δεινὸν, ὅτι οὐδὲ ἀλγεῖ, ἀλλὰ καὶ χαίρει, τῶν νοσημάτων αὐξανομένων αὐτῷ. Οὐδὲ γὰρ πανταχοῦ τὸ χαίρειν καλόν· ἐπεὶ καὶ κλέπται χαίρουσι κλέπτοντες, καὶ μοιχὸς διαφθείρων τὸν τοῦ πλησίον γάμον, καὶ ὁ πλεονέκτης ἁρπάζων, καὶ ὁ ἀνδροφόνος φονεύων. Μὴ τοίνυν εἰ χαίρει ἴδωμεν, ἀλλ' εἰ ἐπὶ χρησίμῳ· καὶ διασκεψώμεθα, μήποτε τοιαύτην εὑρήσομεν τὴν χαρὰν, οἵαν τὴν τοῦ μοιχοῦ καὶ τοῦ κλέπτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, χαίρει; διὰ τὴν παρὰ τῶν πολλῶν δόξαν, καὶ τὸ δύνασθαι φυσᾶσθαι καὶ περιβλέπεσθαι; Καὶ τί τῆς ἐπιθυμίας ταύτης πονηρότερον γένοιτ' ἂν καὶ τοῦ ἀτόπου τούτου ἔρωτος; Εἰ δὲ μὴ πονηρὸν, παύσασθε τοὺς κενοδόξους σκώπτοντες, καὶ μυρίοις πλύνοντες σκώμμασι· παύσασθε τοῖς ἀπονενοημένοις καὶ ὑπερόπταις ἐπαρώμενοι. Ἀλλ' οὐκ ἂν ἀνάσχοισθε. Οὐκοῦν μυρίας ἄξιοι καὶ αὐτοὶ κατηγορίας, κἂν μυρίους ἔχωσι ῥαβδούχους. Καὶ ταῦτά μοι περὶ τῶν ἀνεκτοτέρων ἀρχόντων εἴρηται, ὡς τούς γε πλείονας καὶ λῃστῶν, καὶ ἀνδροφόνων, καὶ μοιχῶν, καὶ τυμβωρύχων μείζονα ἁμαρτάνοντας εὑρήσομεν, ἀπὸ τοῦ μὴ καλῶς κεχρῆσθαι τῇ ἀρχῇ. Καὶ γὰρ καὶ κλέπτουσιν ἐκείνων ἀναισχυντότερον, καὶ σφάττουσιν ἰταμώτερον, καὶ ἀσελγαίνουσι πολλῷ παρανομώτερον, καὶ διορύττουσιν, οὐ τοῖχον ἕνα, ἀλλὰ οὐσίας καὶ οἰκίας ἀπείρους, ἀπὸ τῆς ἐξουσίας πολλὴν τὴν εὐκολίαν ἔχοντες. Καὶ δουλεύουσι δουλείαν χαλεπωτάτην, καὶ τοῖς πάθεσιν ὑποκύπτοντες ἀγεννῶς, [καὶ τοὺς συνδούλους τύπτοντες ἀφειδῶς,] καὶ τοὺς συνειδότας αὐτοῖς ἅπαντας τρέμοντες. Μόνος γάρ ἐστιν ἐλεύθερος, καὶ μόνος ἄρχων, καὶ τῶν βασιλέων βασιλικώτερος, ὁ τῶν παθῶν ἀπηλλαγμένος. Ταῦτ' οὖν εἰδότες, διώξωμεν τὴν ἀληθῆ ἐλευθερίαν, καὶ τῆς πονηρᾶς δουλείας ἀπαλλάξωμεν ἑαυτούς· καὶ μήτε ἀρχῆς ὄγκον, μήτε πλούτου τυραννίδα, μήτε ἄλλο τι τοιοῦτον μακαριστὸν νομίζωμεν, ἀλλὰ ἀρετὴν μόνην. Οὕτω γὰρ καὶ τῆς ἐνταῦθα ἀπολαυσόμεθα ἀδείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
15.ΟΜΙΛΙΑ ΝΘʹ. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώ πῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται!
αʹ. Καὶ εἰ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, εἴποι τις ἂν ἴσως τῶν ἐναντίων, τί ταλανίζει τὸν κόσμον, δέον ἀμῦναι καὶ χεῖρα ὀρέξαι; Τοῦτο γὰρ ἰατροῦ καὶ προστάτου ἐκεῖνο δὲ καὶ τοῦ τυχόντος. Τί οὖν ἂν εἴποιμεν πρὸς τὴν οὕτως ἀναίσχυντον γλῶτταν; Καὶ τί τῆς θεραπείας ταύτης ἴσον ἐπιζητεῖς; Καὶ γὰρ Θεὸς ὢν, ἄνθρωπος ἐγένετο διὰ σὲ, καὶ δούλου μορφὴν ἔλαβε, καὶ τὰ ἔσχατα πάντα ὑπέστη, καὶ οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Ἀλλ' ἐπειδὴ πλέον οὐδὲν γέγονε τοῖς ἀγνώμοσι, διὰ τοῦτο αὐτοὺς ταλανίζει, ὅτι μετὰ τὴν τοσαύτην θεραπείαν ἔμειναν ἐπὶ τῆς ἀῤῥωστίας. Ὥσπερ ἂν εἴ τις καὶ τὸν κάμνοντα πολλῆς ἀπολαύσαντα ἐπιμελείας, καὶ οὐκ ἐθελήσαντα νόμοις πεισθῆναι ἰατρικοῖς, θρηνῶν λέγοι Οὐαὶ τῷ δεῖνι ἀνθρώπῳ ἀπὸ τῆς ἀῤῥωστίας, ἣν διὰ τῆς οἰκείας ηὔξησε ῥᾳθυμίας! Ἀλλ' ἐκεῖ μὲν οὐδὲν ὄφελος ἀπὸ τοῦ θρήνου· ἐνταῦθα δὲ καὶ τοῦτο εἶδος θεραπείας ἐστὶ, τὸ προειπεῖν τὸ ἐσόμενον, καὶ ταλανίσαι.Πολλοὶ γὰρ πολλάκις συμβουλευθέντες μὲν οὐδὲν ὠφελήθησαν, θρηνηθέντες δὲ ἀνήνεγκαν. ∆ιὸ καὶ μάλιστα τὸ Οὐαὶ τέθεικε, διεγείρων αὐτοὺς, καὶ ἐναγωνίους ποιῶν, καὶ ἐγρηγορέναι παρασκευάζων. Μετὰ δὲ τούτων καὶ τὴν εὔνοιαν ἐπιδείκνυται τὴν περὶ αὐτοὺς ἐκείνους, καὶ τὴν ἡμερότητα τὴν αὐτοῦ, ὅτι καὶ ἀντειπόντας θρηνεῖ, οὐ δυσχεραίνων μόνον, ἀλλὰ καὶ διορθούμενος καὶ τῷ θρήνῳ καὶ τῇ προῤῥήσει, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ πῶς ἔνι τοῦτο; φησίν. Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα, πῶς δυνατὸν ταῦτα διαφυγεῖν; Ὅτι ἐλθεῖν μὲν τὰ σκάνδαλα ἀνάγκη· ἀπολέσθαι δὲ οὐ πάντως ἀνάγκη. Ὥσπερ κἂν ἰατρὸς εἴποι (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι χρήσασθαι πάλιν), ἀνάγκη τὴν νόσον τήνδε ἐπιστῆναι, ἀλλ' οὐκ ἀνάγκη διαφθαρῆναι πάντως ὑπὸ τῆς νόσου τὸν προσέχοντα. Τοῦτο δὲ ἔλεγεν, ὅπερ ἔφην, μετὰ τῶν ἄλλων καὶ τοὺς μαθητὰς ἀφυπνίζων. Ἵνα γὰρ μὴ νυστάζωσιν, ὡς ἐπὶ εἰρήνην καὶ ἀτάραχον βίον πεμπόμενοι, πολλοὺς ἐφεστῶτας αὐτοῖς δείκνυσι πολέμους, ἔξωθεν, ἔσωθεν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κινδύνοις ἐν ψευδαδέλφοις· καὶ Μιλησίοις δὲ διαλεγόμενος ἔφη· Καὶ ἀναστήσονταί τινες ἐξ ὑμῶν λαλοῦντες διεστραμμένα. Καὶ αὐτὸς δὲ ἔλεγεν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. Ὅταν δὲ ἀνάγκην εἴπῃ, οὐ τὸ αὐθαίρετον τῆς ἐξουσίας ἀναιρῶν, οὐδὲ τὴν ἐλευθερίαν τῆς προαιρέσεως, οὐδὲ ἀνάγκῃ τινὶ πραγμάτων ὑποβάλλων τὸν βίον, φησὶ ταῦτα· ἀλλὰ τὸ πάντως ἐσόμενον προλέγει· ὅπερ ὁ Λουκᾶς ἑτέρᾳ λέξει παρέστησεν, εἰπὼν οὕτως· Ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα. Τί δέ ἐστι, Τὰ σκάνδαλα; Τὰ κωλύματα τῆς ὀρθῆς ὁδοῦ. Οὕτω καὶ οἱ ἐπὶ τῆς σκηνῆς τοὺς περὶ ταῦτα δεινοὺς καλοῦσι, τοὺς τὰ σώματα διαστρέφοντας. Οὐ τοίνυν ἡ πρόῤῥησις αὐτοῦ τὰ σκάνδαλα ἄγει· ἄπαγε· οὐδὲ ἐπειδὴ προεῖπε, διὰ τοῦτο γίνεται· ἀλλ' ἐπειδὴ πάντως ἔμελλεν ἔσεσθαι, διὰ τοῦτο προεῖπεν· ὡς εἴγε μὴ ἐβούλοντο οἱ φέροντες αὐτὰ πονηρεύεσθαι, οὐδ' ἂν ἦλθον· εἰ δὲ μὴ ἔμελλον ἔρχεσθαι, οὐδ' ἂν προεῤῥήθη. Ἐπειδὴ δὲ ἐκακούργησαν ἐκεῖνοι, καὶ ἀνίατα ἐνόσησαν, ἦλθον· καὶ προλέγει τὸ μέλλον ἔσεσθαι. Καὶ εἰ διωρθώθησαν ἐκεῖνοι, φησὶ, καὶ μηδεὶς ἦν ὁ τὰ σκάνδαλα κομίζων, οὐκ ἔμελλεν ὁ λόγος οὗτος ψεύδους ἁλίσκεσθαι; Οὐδαμῶς· οὐδὲ γὰρ ἂν ἐλέχθη. Εἰ γὰρ ἔμελλον διορθοῦσθαι πάντες, οὐκ ἂν εἶπεν, ὅτι Ἀνάγκη ἐλθεῖν· ἀλλ' ἐπειδὴ προῄδει ἀδιορθώτους ἐσομένους οἴκοθεν, διὰ τοῦτο εἶπεν, ὅτι πάντως ἥξουσι. Καὶ τίνος ἕνεκεν αὐτοὺς οὐκ ἀνεῖλε; φησί. Τίνος γὰρ ἕνεκεν ἀναιρεθῆναι ἔδει; διὰ τοὺς βλαπτομένους; Ἀλλ' οὐκ ἐκεῖθεν οἱ βλαπτόμενοι ἀπόλλυνται, ἀλλ' ἐκ τῆς ἑαυτῶν ῥᾳθυμίας. Καὶ δηλοῦσιν οἱ ἐνάρετοι, οὐ μόνον οὐδὲν ἀδικούμενοι ἐντεῦθεν, ἀλλὰ καὶ τὰ μέγιστα κερδαίνοντες· οἷος ἦν ὁ Ἰὼβ, οἷος ὁ Ἰωσὴφ, οἷοι πάντες οἱ δίκαιοι καὶ οἱ ἀπόστολοι. Εἰ δὲ ἀπόλλυνται πολλοὶ, παρὰ τὸν ἑαυτῶν ὕπνον. Εἰ δὲ μὴ οὕτως εἶχεν, ἀλλὰ παρὰ τὰ σκάνδαλα ἡ ἀπώλεια, πάντας ἀπολέσθαι ἔδει Εἰ δὲ εἰσὶν οἱ διαφεύγοντες, ὁ μὴ διαφεύγων ἑαυτῷ λογιζέσθω. Τὰ γὰρ σκάνδαλα, ὅπερ ἔφην, καὶ διεγείρει, καὶ ὀξυτέρους ποιεῖ, καὶ ἀκονᾷ, οὐ μόνον τὸν φυλαττόμενον, ἀλλὰ καὶ τὸν περιπεσόντα ταχέως ἀναστάντα· ἀσφαλέστερον γὰρ αὐτὸν ἐργάζεται, καὶ δυσάλωτον μᾶλλον ποιεῖ. Ὥστε ἂν νήφωμεν, οὐ μικρὸν ἐντεῦθεν καρπούμεθα κέρδος, τὸ διηνεκῶς ἐγρηγορέναι. Εἰ γὰρ πολεμίων ὄντων καὶ τοσούτων πειρασμῶν ἐπικειμένων καθεύδομεν, τίνες ἂν εἴημεν ἐν ἀδείᾳ ζῶντες; Καὶ εἰ βούλει, τὸν πρῶτον ἄνθρωπον σκόπει. Εἰ γὰρ ὀλίγον χρόνον, τάχα δὲ οὐδὲ ἡμέραν ὅλην ἐν τῷ παραδείσῳ ζήσας, καὶ τρυφῆς ἀπολαύσας, εἰς τοσοῦτον ἤλασε κακίας, ὡς καὶ ἰσοθεΐαν φαντασθῆναι, καὶ τὸν ἀπατεῶνα εὐεργέτην νομίσαι, καὶ μιᾶς μὴ κατασχεῖν ἐντολῆς· εἰ καὶ τὸν ἐφεξῆς βίον ἀταλαίπωρον ἔζη, τί οὐκ ἂν εἰργάσατο; βʹ. Ἀλλ' ὅταν ταῦτα εἴπωμεν, πάλιν ἕτερα ἀντιλέγουσιν, ἐρωτῶντες· Καὶ διατί αὐτὸν τοιοῦτον ἐποίησεν ὁ Θεός; Οὐχὶ ὁ Θεὸς τοιοῦτον αὐτὸν ἐποίησεν· ἄπαγε· ἐπεὶ οὐδ' ἂν ἐκόλασεν. Εἰ γὰρ ἡμεῖς, ἐν οἷς ἂν ὦμεν αἴτιοι, οὐκ ἐγκαλοῦμεν τοῖς οἰκέταις, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ἀλλὰ πόθεν τοῦτο ἐγένετο; φησί. Παρ' ἑαυτοῦ καὶ τῆς ἑαυτοῦ ῥᾳθυμίας. Τί ἐστι, παρ' ἑαυτοῦ; Ἐρώτησον σεαυτόν. Εἰ γὰρ μὴ παρ' ἑαυτῶν εἰσι κακοὶ οἱ κακοὶ, μὴ κόλαζε τὸν οἰκέτην, μηδὲ ἐπιτίμα τῇ γυναικὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, μηδὲ τύπτε τὸν υἱὸν, μηδὲ ἐγκάλει τῷ φίλῳ, μηδὲ μίσει τὸν ἐπηρεάζοντά σε ἐχθρόν· πάντες γὰρ οὗτοι ἐλεεῖσθαι, οὐ κολάζεσθαι ἄξιοι, εἰ μὴ οἴκοθεν πλημμελοῦσιν. Ἀλλ' οὐ δύναμαι φιλοσοφεῖν, φησί. Καίτοιγε ὅταν συνίδῃς οὐκ ἐκείνων τὴν αἰτίαν οὖσαν, ἀλλ' ἀνάγκης ἑτέρας, δύνασαι φιλοσοφεῖν. Ὅταν γοῦν ὑπὸ νόσου κατεχόμενος οἰκέτης μὴ ποιήσῃ τὰ ἐπιταχθέντα, οὐ μόνον οὐκ ἐγκαλεῖς, ἀλλὰ καὶ συγγινώσκεις. Οὕτω σὺ μάρτυς, ὅτι τὸ μὲν αὐτοῦ, τὸ δὲ οὐκ αὐτοῦ. Ὥστε κἀνταῦθα, εἰ ᾔδεις ὅτι παρὰ τὸ γενέσθαι τοιοῦτος πονηρὸς ἦν, οὐ μόνον οὐκ ἂν ἐνεκάλεσας, ἀλλὰ καὶ συγγνώμην ἔδωκας ἄν. Οὐ γὰρ δήπου διὰ μὲν τὴν νόσον συγγινώσκεις, διὰ Θεοῦ δὲ δημιουργίαν οὐκ ἂν συνέγνως, εἴγε τοιοῦτος ἐξ ἀρχῆς γέγονε. Καὶ ἑτέρωθεν δὲ τοὺς τοιούτους ἐπιστομίσαι ῥᾴδιον· πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. ∆ιατί γὰρ μηδέποτε ἐνεκάλεσας οἰκέτῃ, ὅτι οὐκ ἔστι καλὸς τὴν ὄψιν, ὅτι οὐκ ἔστιν εὐμήκης τὸ σῶμα, ὅτι οὐκ ἔστι πτηνός; Ὅτι τῆς φύσεως ταῦτα. Οὐκοῦν τῶν τῆς φύσεως ἐγκλημάτων ἀπήλλακται, καὶ οὐδεὶς ἀντερεῖ. Ὅταν οὖν ἐγκαλῇς, δεικνύεις ὅτι οὐ τῆς φύσεως τὸ ἁμάρτημα, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ ἐν οἷς οὐκ ἐγκαλοῦμεν, μαρτυροῦμεν τῆς φύσεως εἶναι τὸ πᾶν, δῆλον ὅτι ἐν οἷς ἐπιτιμῶμεν, δηλοῦμεν ὅτι προαιρέσεώς ἐστι τὸ πλημμέλημα. Μὴ τοίνυν μοι λογισμοὺς εἰς μέσον ἄγε διεστραμμένους, μηδὲ σοφίσματα καὶ πλοκὰς ἀραχνῶν εὐτελεστέρας, ἀλλ' ἐκεῖνο πάλιν ἀπόκριναί μοι· Πάντας ἀνθρώπους ὁ Θεὸς εἰργάσατο; Παντί που δῆλον. Πῶς οὖν οὐ πάντες ἴσοι κατὰ τὸν τῆς ἀρετῆς λόγον καὶ τὸν τῆς κακίας; πόθεν οἱ ἀγαθοὶ καὶ χρηστοὶ καὶ ἐπιεικεῖς; πόθεν οἱ φαῦλοι καὶ πονηροί; Εἰ γὰρ μὴ γνώμης ταῦτα δεῖται, ἀλλὰ φύσεώς ἐστι, πῶς οἱ μὲν τοῦτό εἰσιν, οἱ δὲ ἐκεῖνο; Εἰ μὲν γὰρ φύσει πάντες κακοὶ, οὐδένα οἷόν τε ἦν ἀγαθὸν εἶναι· εἰ δὲ ἀγαθοὶ φύσει, οὐδένα κακόν. Εἰ γὰρ μία φύσις ἀνθρώπων ἁπάντων, ἔδει κατὰ τοῦτο πάντας ἓν εἶναι, εἴτε τοῦτο, εἴτε ἐκεῖνο ἔμελλον εἶναι. Εἰ δὲ λέγοιμεν, ὅτι φύσει οἱ μὲν ἀγαθοὶ, οἱ δὲ κακοὶ, ὅπερ οὐκ ἂν ἔχοι λόγον, ὥσπερ ἀπεδείξαμεν, ἐχρῆν ἀκίνητα ταῦτα εἶναι· τὰ γὰρ τῆς φύσεως, ἀκίνητα. Σκόπει δέ· Θνητοὶ πάντες καὶ παθητοὶ, καὶ οὐδεὶς ἀπαθὴς, κἂν μυρία φιλονεικῇ. Νῦν δὲ ὁρῶμεν ἀπὸ χρηστῶν φαύλους πολλοὺς, καὶ ἀπὸ φαύλων χρηστοὺς γινομένους, τοὺς μὲν ῥᾳθυμίᾳ, τοὺς δὲ σπουδῇ· ὅπερ μάλιστα δείκνυσιν οὐκ ὄντα φύσεως ταῦτα. Οὔτε γὰρ μεταβάλλεται, οὔτε ἵνα προσγένηται σπουδῆς δεῖται τὰ φυσικά. Ὥσπερ γὰρ εἰς τὸ βλέπειν καὶ ἀκούειν οὐ δεόμεθα πόνου, οὕτως οὐδὲ ἐν τῇ ἀρετῇ ἱδρώτων ἡμῖν ἔδει, εἰ τῇ φύσει αὐτῇ ἦν συγκεκληρωμένη. Τίνος δὲ ἕνεκεν καὶ φαύλους ἐποίει, δυνάμενος ἀγαθοὺς ποιῆσαι πάντας; Πόθεν οὖν τὰ κακά; φησίν. Ἐρώτησον σεαυτόν· ἐμὸν γὰρ δεῖξαι, ὅτι οὐχὶ φύσεως, οὐδὲ ἀπὸ Θεοῦ. Οὐκοῦν αὐτόματα; φησίν. Οὐδαμῶς. Ἀλλὰ ἀγέννητα; Εὐφήμει, ἄνθρωπε, καὶ ἀποπήδησον τῆς μανίας ταύτης, μιᾷ τιμῇ τὸν Θεὸν τιμῶν καὶ τὰ κακὰ, καὶ τιμῇ τῇ ἀνωτάτω. Εἰ γὰρ ἀγέννητα, καὶ ἰσχυρὰ ἔσται, καὶ οὐδὲ ἀνασπασθῆναι δυνήσεται, οὐδὲ εἰς τὸ μὴ εἶναι χωρῆσαι. Ὅτι γὰρ τὸ ἀγέννητον ἀνώλεθρον, παντί που δῆλον. γʹ. Πόθεν δὲ καὶ ἀγαθοὶ τοσοῦτοι, τοσαύτην τοῦ κακοῦ τὴν δύναμιν ἔχοντος; πῶς οἱ γεννητοὶ τοῦ ἀγεννήτου ἰσχυρότεροι; Ἀλλ' ὁ Θεὸς αὐτὰ ἀναιρεῖ, φησί. Πότε; Πῶς δὲ καὶ ἀναιρήσει τὰ ὁμότιμα καὶ ὁμοσθενῆ καὶ ὁμήλικα, ὡς ἄν τις εἴποι; Ὢ τῆς τοῦ διαβόλου κακίας! πόσον ἐξεῦρε κακόν! οἵᾳ τὸν Θεὸν περιβαλεῖν ἔπεισε βλασφημίᾳ! οἵῳ προσχήματι εὐσεβείας ἕτερον δύσφημον ἐπενόησε λόγον! Βουλόμενοι γὰρ δεῖξαι, ὅτι οὐκ ἐξ αὐτοῦ τὸ κακὸν, πονηρὸν ἄλλο δόγμα εἰσήγαγον, ἀγέννητα αὐτὰ φήσαντες εἶναι. Πόθεν οὖν τὰ κακά; φησίν. Ἐκ τοῦ θέλειν καὶ μὴ θέλειν. Αὐτὸ δὲ τὸ θέλειν καὶ μὴ θέλειν πόθεν; Παρ' ἡμῶν αὐτῶν. Σὺ δὲ ταὐτὸν ποιεῖς ἐρωτῶν, ὡς ἂν εἰ ἐρομένου σου, Πόθεν τὸ βλέπειν καὶ μὴ βλέπειν; εἶτα εἰπόντος μου, Ἐκ τοῦ μύειν καὶ μὴ μύειν· πάλιν ἔροιο, Αὐτὸ δὲ τὸ μύειν καὶ μὴ μύειν πόθεν; εἶτα ἀκούσας ὅτι ἐξ ἡμῶν αὐτῶν καὶ τοῦ θέλειν, αἰτίαν πάλιν ἑτέραν ζητοίης. Τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τὸ παρακοῦσαι Θεοῦ. Πόθεν οὖν τοῦτο, φησὶν, εὗρεν ὁ ἄνθρωπος; Ἔργον γὰρ ἦν τοῦτο εὑρεῖν; εἰπέ μοι. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι δύσκολον τοῦτο· ἀλλὰ πόθεν ἠθέλησε παρακοῦσαι; Ἀπὸ ῥᾳθυμίας. Κύριος γὰρ ὢν ἑκατέρων, πρὸς τοῦτο μᾶλλον ἀπέκλινεν. Εἰ δὲ ἀπορεῖς ἔτι καὶ ἰλιγγιᾷς ταῦτα ἀκούων, ἐγώ σε ἐρήσομαι οὐδὲν δυσχερὲς, οὐδὲ ποικίλον, ἀλλὰ ἁπλοῦν τινα καὶ σαφῆ λόγον. Γέγονάς ποτε κακὸς, γέγονας δέ ποτε καὶ ἀγαθός; Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἐκράτησάς ποτε πάθους, καὶ ἑάλως πάλιν ὑπὸ πάθους; περιέπεσες μέθῃ, καὶ ἐκράτησας μέθης; ὠργίσθης ποτὲ, καὶ οὐκ ὠργίσθης; παρεῖδες πένητα, καὶ οὐ παρεῖδες; ἐπόρνευσάς ποτε, καὶ ἐσωφρόνησας πάλιν; Πόθεν οὖν ταῦτα πάντα; εἰπέ μοι· πόθεν; Κἂν γὰρ αὐτὸς μὴ λέγῃς. ἐγὼ ἐρῶ. Ὅτι τὸ μὲν ἐσπούδασας συντείνας σαυτόν· μετὰ δὲ ταῦτα ἐξελύθης καὶ ἐῤῥᾳθύμησας. Τοῖς μὲν γὰρ ἀπεγνωσμένοις καὶ διόλου οὖσιν ἐν κακίᾳ, καὶ ἀναισθήτως ἔχουσι καὶ μαινομένοις. καὶ οὐκ ἐθέλουσιν οὐδὲ ἀκούειν τὰ διορθοῦντα αὐτοὺς, οὐδὲ διαλέξομαι περὶ φιλοσοφίας· τοῖς δὲ ποτὲ μὲν ἐν τούτῳ, ποτὲ δὲ ἐν ἐκείνῳ γενομένοις ἡδέως ἐρῶ· Ἤρπασάς ποτε μὲν τὰ μὴ προσήκοντα· μετὰ δὲ ταῦτα κατακλασθεὶς ὑπὸ ἐλέου, καὶ τῶν σαυτοῦ μετέδωκας τῷ δεομένῳ; Πόθεν οὖν αὕτη ἡ μεταβολή; οὐκ εὔδηλον ὅτι ἀπὸ γνώμης καὶ προαιρέσεως; Εὔδηλον· καὶ οὐκ ἔστιν ὅστις οὐκ ἂν εἴποι τοῦτο. ∆ιὸ παρακαλῶ σπουδάζειν καὶ ἀρετῆς ἔχεσθαι, καὶ οὐδὲν δεήσεσθε τῶν ζητημάτων τούτων. Τὰ γὰρ κακὰ, ὀνόματά ἐστι μόνον, ἐὰν θέλωμεν. Μὴ τοίνυν ζήτει, πόθεν τὰ κακὰ, μηδὲ διαπόρει· ἀλλ' εὑρὼν ὅτι ἀπὸ ῥᾳθυμίας μόνης, φεῦγε τὰ κακά. Κἂν εἴπῃ τις ὅτι οὐ παρ' ἡμῶν ταῦτα, ὅταν ἴδῃς ὀργιζόμενον οἰκέτῃ, καὶ παροξυνόμενον γυναικὶ, καὶ ἐγκαλοῦντα παιδὶ, καὶ καταγινώσκοντα τῶν ἀδικούντων, εἰπὲ πρὸς αὐτόν· Πῶς οὖν ἔλεγες, ὅτι οὐ παρ' ἡμῶν τὰ κακά; Εἰ γὰρ οὐ παρ' ἡμῶν, τίνος ἕνεκεν ἐγκαλεῖς; Εἰπὲ πάλιν· Ἀπὸ σαυτοῦ λοιδορεῖς καὶ ὑβρίζεις; Εἰ μὲν γὰρ οὐκ ἀπὸ σαυτοῦ, μηδείς σοι ὀργιζέσθω· εἰ δὲ ἀπὸ σαυτοῦ, ἀπὸ σοῦ καὶ ἀπὸ τῆς σῆς ῥᾳθυμίας τὰ κακά. Τί δέ; νομίζεις εἶναί τινας ἀγαθούς; Εἰ μὲν γὰρ μηδεὶς ἀγαθὸς, πόθεν σοι τὸ ὄνομα τοῦτο; πόθεν οἱ ἔπαινοι; Εἰ δὲ εἰσὶν ἀγαθοὶ, εὔδηλον ὅτι καὶ τοῖς πονηροῖς ἐπιτιμήσουσιν. Ἀλλ' εἰ μή τίς ἐστιν ἑκὼν πονηρὸς, μηδὲ παρ' ἑαυτοῦ, ἀδίκως εὑρεθήσονται ἐπιτιμῶντες οἱ ἀγαθοὶ τοῖς κακοῖς, καὶ ἔσονται καὶ αὐτοὶ ταύτῃ κακοὶ πάλιν. Τί γὰρ ἂν κάκιον γένοιτ' ἂν τοῦ τὸν ἀνεύθυνον ὑποβάλλειν ἐγκλήμασιν; Εἰ δὲ μένουσιν ἡμῖν ἀγαθοὶ καὶ ἐπιτιμῶντες καὶ τοῦτο μάλιστα τῆς ἀγαθότητος αὐτῶν δεῖγμα, καὶ τοῖς σφόδρα ἀνοήτοις κἀντεῦθεν δῆλον, ὅτι οὐδεὶς οὐδέποτε ἀνάγκῃ κακός. Εἰ δὲ καὶ μετὰ ταῦτα πάντα ζητοίης, πόθεν τὰ κακά; ἀπὸ ῥᾳθυμίας εἴποιμ' ἂν, ἀπὸ ἀργίας, ἀπὸ τοῦ πονηροῖς συγγίνεσθαι, ἀπὸ τοῦ καταφρονεῖν ἀρετῆς· ἐντεῦθεν καὶ τὰ κακὰ, καὶ τὸ ζητεῖν τινας, πόθεν τὰ κακά. Ὡς τῶν γε κατορθούντων οὐδεὶς ταῦτα ἐπιζητεῖ, τῶν ἐπιεικῶς καὶ σωφρόνως ζῇν προαιρουμένων· ἀλλ' οἱ πονηρὰ τολμῶντες, καὶ παραμυθίαν τινὰ ἀνόητον διὰ τούτων βουλόμενοι τῶν λόγων ἐπινοεῖν, ἀραχνῶν ὑφάσματα πλέκουσιν. Ἀλλ' ἡμεῖς ταῦτα μὴ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων διαῤῥήξωμεν. Οὐδὲ γὰρ ἀνάγκης ἐστὶ ταῦτα. Εἰ γὰρ ἀνάγκης ἦν, οὐκ ἂν εἶπεν· Οὐαὶ τῷ ἀνθρώπῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται! Ἐκείνους γὰρ μόνους ταλανίζει τοὺς ἐκ προαιρέσεως πονηρούς. Εἰ δὲ, ∆ι' οὗ, λέγει, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς ἑτέρου δι' αὐτοῦ εἰσάγοντος τοῦτό φησιν, ἀλλ' ὡς αὐτοῦ τὸ πᾶν κατασκευάζοντος. Οἶδε γὰρ τὸ δι' οὗ, τὸ ὑφ' οὗ λέγειν ἡ Γραφή· ὡς ὅταν λέγῃ· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· οὐ τὸ δεύτερον αἴτιον, ἀλλὰ τὸ πρῶτον τιθεῖσα. Καὶ πάλιν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; καὶ, Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἔστιν ἀνάγκης, ἄκουσον καὶ τῶν ἑξῆς. Μετὰ γὰρ τὸ ταλανίσαι, φησίν· Εἰ ἡ χείρ σου ἢ ὁ ποῦς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ. Καλὸν γάρ σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλὸν, ἢ δύο χεῖρας καὶ πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ. Καὶ εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτόν. Καλόν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν κάμινον τοῦ πυρός· οὐ περὶ μελῶν ταῦτα λέγων· ἄπαγε· ἀλλὰ περὶ φίλων, περὶ τῶν προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων. Τοῦτο καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει. Οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνουσία πονηρά. Ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύναται φιλία πολλάκις καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. ∆ιὸ μετὰ πολλῆς τῆς σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει, τούτους αἰνιττόμενος τοὺς τὰ σκάνδαλα φέροντας. Εἶδες πῶς τὴν ἐσομένην ἐκ τῶν σκανδάλων ἀνεκρούσατο βλάβην; Τῷ προειπεῖν, ὅτι πάντως ἔσται, ὥστε μηδένα ἐν ῥᾳθυμίᾳ εὑρεῖν, ἀλλὰ προσδοκῶντας αὐτὰ νήφειν· τῷ δεῖξαι μεγάλα ὄντα κακὰ (οὐ γὰρ ἂν ἁπλῶς εἶπεν, Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! ἀλλὰ δεικνὺς μεγάλην τὴν ἐξ αὐτῶν λύμην)· τῷ ταλανίσαι πάλιν τὸν εἰσάγοντα αὐτὰ μειζόνως. Τὸ γὰρ εἰπεῖν, Πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, πολλὴν δεικνύντος ἦν τὴν τιμωρίαν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τῇ τοῦ παραδείγματος προσθήκῃ ηὔξησε τὸν φόβον. Εἶτα οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ δείκνυσι τὴν ὁδὸν, δι' ἧς ἄν τις διαφύγοι τὰ σκάνδαλα. Τίς δέ ἐστιν αὕτη; Τοὺς πονηροὺς, φησὶ, κἂν σφόδρα σοι φίλοι ὦσιν, ἀπότεμνε τῆς φιλίας. Καὶ λέγει λογισμὸν ἀναντίῤῥητον. Ἂν μὲν γὰρ μένωσι φίλοι, οὔτε αὐτοὺς κερδανεῖς, καὶ σαυτὸν προσαπολεῖς· ἂν δὲ ἀποτέμνῃς, τὴν γοῦν σαυτοῦ σωτηρίαν καρπώσῃ. Ὥστε εἴ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ. Εἰ γὰρ τῶν ἡμετέρων μελῶν πολλὰ πολλάκις ἀποτέμνομεν, ὅταν αὐτά τε ἀνιάτως ἔχῃ, καὶ τοῖς λοιποῖς λυμαίνηται, πολλῷ μᾶλλον ἐπὶ φίλων τοῦτο ποιεῖν χρή. Εἰ δὲ φύσει ἦν τὰ κακὰ, περιττὴ πᾶσα αὕτη ἡ παραίνεσις καὶ ἡ συμβουλὴ, περιττὴ ἡ διὰ τῶν εἰρημένων φυλακή. Εἰ δὲ οὐ περιττὴ, ὥσπερ οὖν οὐδὲ περιττὴ, εὔδηλον ὅτι γνώμης ἡ πονηρία. Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μικροὺς οὐ τοὺς ἀληθῶς μικροὺς καλεῖ, ἀλλὰ τοὺς νομιζομένους παρὰ τοῖς πολλοῖς, τοὺς πτωχοὺς, τοὺς εὐκαταφρονήτους, τοὺς ἀγνῶτας· (πῶς γὰρ ἂν εἴη μικρὸς ὁ τοῦ κόσμου παντὸς ἀντάξιος; πῶς ἂν εἴη μικρὸς ὁ τῷ Θεῷ φίλος;) ἀλλὰ τοὺς παρὰ τῇ τῶν πολλῶν ὑπονοίᾳ τοιούτους νομιζομένους. Καὶ οὐ λέγει περὶ πολλῶν μόνον, ἀλλὰ καὶ περὶ ἑνὸς, κἀντεῦθεν πάλιν ἀποτειχίζων τὴν τῶν πολλῶν σκανδάλων βλάβην. Ὥσπερ γὰρ τὸ φεύγειν τοὺς πονηροὺς, οὕτω τὸ τιμᾷν τοὺς χρηστοὺς κέρδος ἔχει μέγιστον, καὶ διπλῆ γένοιτ' ἂν ἀσφάλεια τῷ προσέχοντι· μία μὲν ἐκ τοῦ τῶν σκανδαλιζόντων τὰς φιλίας ἐκτεμεῖν· ἑτέρα δὲ ἐκ τοῦ τοὺς ἁγίους τούτους ἔχειν ἐν θεραπείᾳ καὶ τιμῇ. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς αἰδεσίμους ποιεῖ, λέγων, ὅτι Οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐντεῦθεν δῆλον, ὅτι ἀγγέλους ἔχουσιν οἱ ἅγιοι, ἢ καὶ πάντες. Καὶ γὰρ ὁ Ἀπόστολός φησι περὶ τῆς γυναικὸς, ὅτι Ὀφείλει ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους· καὶ ὁ Μωϋσῆς· Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ἐνταῦθα δὲ οὐ περὶ ἀγγέλων διαλέγεται μόνον, ἀλλὰ καὶ περὶ ἀγγέλων ὑπερεχόντων. Ὅταν δὲ εἴπῃ, Τὸ πρόσωπον τοῦ Πατρός μου, οὐδὲν ἕτερον ἢ τὴν πλείονα παῤῥησίαν λέγει, καὶ τὴν πολλὴν τιμήν. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Πάλιν ἕτερον λογισμὸν τίθησι τοῦ προτέρου μείζονα, καὶ παραβολὴν συνάπτει, δι' ἧς καὶ τὸν Πατέρα εἰσάγει ταῦτα βουλόμενον. Τί γὰρ ὑμῖν δοκεῖ; φησίν· ἐὰν γένηταί τινι ἀνθρώπῳ πρόβατα ἑκατὸν, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενηκονταεννέα, πορευθεὶς ἐπὶ τὰ ὄρη, ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτὸ, χαίρει ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Ὁρᾷς δι' ὅσων ἡμᾶς ἐνάγει εἰς τὴν τῶν εὐτελῶν ἀδελφῶν ἐπιμέλειαν; Μὴ τοίνυν εἴπῃς, Χαλκοτύπος ἐστὶν ὁ δεῖνα, ὑποδηματοῤῥάφος, γεωργός ἐστιν, ἀνόητός ἐστι, καὶ καταφρονήσῃς. Ἵνα γὰρ μὴ τοῦτο πάθῃς, ὅρα διὰ πόσων σε πείθει μετριάζειν, καὶ εἰς τὴν τούτων ἐπιμέλειαν ἐμβάλλει. Ἔστησε παιδίον, καί φησι· Γίνεσθε ὡς τὰ παιδία· καὶ, Ὃς ἂν δέξηται παιδίον τοιοῦτον, ἐμὲ δέχεται· καὶ, Ὃς ἐὰν σκανδαλίσῃ, τὰ ἔσχατα πείσεται. Καὶ οὐδὲ ἠρκέσθη τῷ παραδείγματι τοῦ μύλου, ἀλλὰ καὶ τὸ οὐαὶ προσέθηκε, καὶ τοὺς τοιούτους ἐκτέμνειν ἐκέλευσε, κἂν ἐν τάξει χειρῶν ὦσι καὶ ὀφθαλμῶν ἡμῖν. Καὶ ἀπὸ τῶν ἀγγέλων πάλιν τῶν ἐγκεχειρισμένων αὐτοὺς τούτους τοὺς εὐτελεῖς ἀδελφοὺς, αἰδεσίμους ποιεῖ· καὶ ἀπὸ τοῦ οἰκείου θελήματος καὶ πάθους (ὅταν γὰρ εἴπῃ, Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλὸς, καὶ τὸν σταυρὸν δηλοῖ, καθάπερ καὶ Παῦλος φησι, περὶ ἀδελφοῦ λέγων· ∆ι' ὃν Χριστὸς ἀπέθανε)· καὶ ἀπὸ τοῦ Πατρὸς, ὅτι οὐδὲ αὐτῷ δοκεῖ ἀπολέσθαι· καὶ ἀπὸ τῆς κοινῆς συνηθείας, ὅτι καταλιπὼν τὰ σεσωσμένα ὁ ποιμὴν ζητεῖ τὸ ἀπολόμενον· καὶ ὅταν εὕρῃ τὸ πεπλανημένον, σφόδρα ἥδεται τῇ εὑρέσει καὶ τῇ σωτηρίᾳ τούτου. εʹ. Εἰ τοίνυν ὁ Θεὸς οὕτω χαίρει ἐπὶ τῷ μικρῷ τῷ εὑρεθέντι, πῶς σὺ καταφρονεῖς τῶν τῷ Θεῷ περισπουδάστων, δέον καὶ τὴν ψυχὴν αὐτὴν προέσθαι ὑπὲρ ἑνὸς τῶν μικρῶν τούτων; Ἀλλ' ἀσθενής ἐστι καὶ εὐτελής; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πάντα δεῖ ποιεῖν, ὥστε αὐτὸν διασώζειν. Καὶ γὰρ καὶ αὐτὸς τὰ ἐνενηκονταεννέα ἀφεὶς πρόβατα, ἐπ' ἐκεῖνο ἦλθε, καὶ οὐκ ἴσχυσε τῶν τοσούτων ἡ σωτηρία συσκιάσαι τοῦ ἑνὸς τὴν ἀπώλειαν. Ὁ δὲ Λουκᾶς, ὅτι καὶ ἐπὶ τῶν ὤμων ἤνεγκε, φησί· Καὶ Μείζων ἐγένετο χαρὰ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις. Καὶ ἀπὸ τοῦ ἐγκαταλιπεῖν τὰ σεσωσμένα δι' αὐτὸ, καὶ ἀπὸ τοῦ μᾶλλον ἐπὶ τούτῳ ἡσθῆναι, πολλὴν ἔδειξε τὴν περὶ αὐτοῦ σπουδήν. Μὴ δὴ ἀμελῶμεν τῶν ψυχῶν τῶν τοιούτων. Καὶ γὰρ πάντα ταῦτα διὰ ταῦτα εἴρηται. Τῷ μὲν γὰρ ἀπειλῆσαι μηδ' ὅλως ἐπιβήσεσθαι τῶν οὐρανῶν τὸν μὴ γενόμενον παιδίον, καὶ τοῦ μύλου μνησθῆναι, τὸν τῦφον κατήνεγκε τῶν ἀλαζόνων· οὐδὲν γὰρ οὕτως ἀγάπῃ πολέμιον, ὡς ἀπόνοια· τῷ δὲ εἰπεῖν, Ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἐγρηγορέναι ἐποίησε· τῷ δὲ προσθεῖναι, Οὐαὶ δι' οὗ τὸ σκάνδαλον ἔρχεται, ἕκαστον σπουδάζειν μὴ δι' αὐτοῦ γενέσθαι παρεσκεύασε. Καὶ τῷ μὲν κελεῦσαι ἐκκόψαι τοὺς σκανδαλίζοντας, εὔκολον τὴν σωτηρίαν ἐποίησε· τῷ δὲ ἐπιτάξαι μὴ καταφρονεῖν αὐτῶν, καὶ μηδὲ ἁπλῶς ἐπιτάξαι, ἀλλὰ σφοδρῶς (Ὁρᾶτε γὰρ, φησὶ, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων)· καὶ τῷ εἰπεῖν, ὅτι Οἱ ἄγγελοι αὐτῶν βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου· καὶ, ∆ιὰ τοῦτο ἦλθον ἐγώ· καὶ, Ὁ Πατήρ μου τοῦτο βούλεται· τοὺς ὀφείλοντας αὐτῶν ἐπιμελεῖσθαι σπουδαιοτέρους ἐποίησεν. Ὁρᾷς ὅσον τεῖχος αὐτοῖς περιήλασε, καὶ πόσην τῶν εὐκαταφρονήτων καὶ τῶν ἀπολλυμένων ποιεῖται σπουδὴν, ἀπειλῶν τε ἀνήκεστα κακὰ τοῖς ὑποσκελίζουσιν αὐτοὺς, καὶ μεγάλα ἐπαγγελλόμενος ἀγαθὰ τοῖς θεραπεύουσι καὶ ἐπιμελουμένοις, καὶ παρ' ἑαυτοῦ πάλιν τὸ ὑπόδειγμα φέρων καὶ παρὰ τοῦ Πατρός; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, μηδὲν παραιτούμενοι τῶν δοκούντων εἶναι ταπεινῶν τε καὶ μοχθηρῶν ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ κἂν διακονεῖσθαι δέῃ, κἂν μικρὸς ᾗ, κἂν εὐτελὴς ὑπὲρ οὗ τοῦτο γίνεται, κἂν ἐπίπονον τὸ πρᾶγμα ᾖ, κἂν ὄρη καὶ κρημνοὺς διαβαίνειν χρῇ, πάντα ἔστω φορητὰ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ. Οὕτω γὰρ περισπούδαστον ψυχὴ Θεῷ, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι. ∆ιὸ παρακαλῶ, τοῦ ὄρθρου φανέντος. εὐθέως ἐξιόντες ἀπὸ τῆς οἰκίας, τοῦτον ἕνα σκοπὸν ἔχωμεν, καὶ ταύτην πρὸ πάντων σπουδὴν, ὥστε τὸν κινδυνεύοντα ἐξαρπάσαι· οὐ λέγω τοῦτον μόνον τὸν κίνδυνον τὸν αἰσθητόν· τοῦτο γὰρ οὐδὲ κίνδυνος· ἀλλὰ τὸν τῆς ψυχῆς, τὸν παρὰ τοῦ διαβόλου τοῖς ἀνθρώποις ἐπιφερόμενον. Καὶ γὰρ ὁ ἔμπορος, ὥστε αὐξῆσαι τὴν περιουσίαν, πέλαγος διαβαίνει· καὶ ὁ χειροτέχνης, ὥστε προσθεῖναι τοῖς ὑπάρχουσι, πάντα ποιεῖ. Καὶ ἡμεῖς τοίνυν μὴ τῇ σωτηρίᾳ μόνον ἀρκώμεθα τῇ ἡμετέρᾳ, ἐπεὶ καὶ ταύτην λυμαινόμεθα. Καὶ γὰρ ἐν πολέμῳ καὶ παρατάξει ὁ πρὸς τοῦτο μόνον ὁρῶν στρατιώτης, ὅπως ἑαυτὸν διασώσειε φεύγων, καὶ τοὺς ἄλλους μεθ' ἑαυτοῦ προσαπόλλυσιν· ὥσπερ οὖν ὁ γενναῖος καὶ ὑπὲρ τῶν ἄλλων τὰ ὅπλα τιθέμενος, μετὰ τῶν ἄλλων καὶ ἑαυτὸν διασώζει. Ἐπεὶ οὖν καὶ τὰ ἡμέτερα πόλεμος, καὶ πολέμων ἁπάντων ὁ πικρότατος, καὶ παράταξις καὶ μάχη, ὡς ὁ βασιλεὺς ἡμῶν ἐκέλευσεν, οὕτω ταττώμεθα ἐπὶ τῆς παρατάξεως, πρὸς σφαγὰς καὶ αἵματα καὶ φόνους παρεσκευασμένοι, πρὸς τὴν ὑπὲρ ἁπάντων σωτηρίαν βλέποντες, καὶ τοὺς ἑστηκότας ἀλείφοντες, καὶ τοὺς κειμένους ἐγείροντες. Καὶ γὰρ πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐν ταύτῃ κεῖνται τῇ παρατάξει, τραύματα ἔχοντες, αἵματι περιῤῥεόμενοι, καὶ ὁ θεραπεύων οὐδεὶς, οὐ τοῦ λαοῦ τις, οὐχ ἱερεὺς, οὐκ ἄλλος οὐδεὶς, οὐ παραστάτης, οὐ φίλος, οὐκ ἀδελφός· ἀλλὰ τὰ ἑαυτῶν σκοποῦμεν ἕκαστος.∆ιὰ τοῦτο καὶ τὰ ἑαυτῶν κολοβοῦμεν. Ἡ γὰρ μεγίστη παῤῥησία καὶ εὐδοκίμησις, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν. ∆ιά τοι τοῦτο ἀσθενεῖς καὶ εὐκαταγώνιστοι καὶ ἀνθρώποις καὶ διαβόλῳ, ὅτι τὸ ἐναντίον τούτου ζητοῦμεν, καὶ οὐ συνασπίζομεν ἀλλήλοις, οὐδὲ πεφράγμεθα τῇ κατὰ Θεὸν ἀγάπῃ, ἀλλ' ἑτέρας ἑαυτοῖς ἐπιζητοῦμεν φιλίας προφάσεις, οἱ μὲν ἀπὸ συγγενείας, οἱ δὲ ἀπὸ συνηθείας, οἱ δὲ ἀπὸ κοινωνίας, οἱ δὲ ἀπὸ γειτνιάσεως· καὶ πάντοθεν μᾶλλόν ἐσμεν φίλοι, ἢ ἀπὸ εὐσεβείας, δέον ἐκ ταύτης μόνης συνάπτεσθαι τὰς φιλίας. Νῦν δὲ τοὐναντίον γίνεται· Ἰουδαίοις καὶ Ἕλλησιν ἔστινὅπου γινόμεθα φίλοι, ἢ τοῖς τῆς Ἐκκλησίας τέκνοις. ʹ. Ναὶ, φησίν· ὁ μὲν γάρ ἐστι μοχθηρὸς, ὁ δὲ χρηστὸς καὶ ἐπιεικής. Τί λέγεις; μοχθηρὸν τὸν ἀδελφὸν καλεῖς, ὁ μηδὲ ῥακὰ καλεῖν κελευόμενος; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐκπομπεύων τὸν ἀδελφὸν, τὸ μέλος τὸ σὸν, τὸν τῶν αὐτῶν σοὶ κοινωνήσαντα ὠδίνων, τὸν τῆς αὐτῆς μετασχόντα τραπέζης; Ἀλλ' εἰ μέν τινα κατὰ σάρκα ἀδελφὸν ἔχεις, κἂν μυρία ἐργάζηται κακὰ, σπουδάζεις αὐτὸν περιστέλλειν, καὶ νομίζεις καὶ αὐτὸς τῆς αἰσχύνης κοινωνεῖν, ἐκείνου καταισχυνομένου· τὸν δὲ πνευματικὸν ἀδελφὸν, δέον ἐλευθερῶσαι διαβολῆς, σὺ δὲ καὶ μυρίαις περιβάλλεις κατηγορίαις; Μοχθηρὸς γάρ ἐστι καὶ δυσανάσχετος, φησίν. Οὐκοῦν διὰ τοῦτο γενοῦ φίλος, ἵνα παύσῃς ὄντα τοιοῦτον, ἵνα μεταβάλῃς, ἵνα ἐπαναγάγῃς ἐπὶ τὴν ἀρετήν. Ἀλλ' οὐ πείθεται, φησὶν, οὐδὲ ἀνέχεται συμβουλῆς. Πόθεν οἶσθα; παρῄνεσας γὰρ, καὶ διορθῶσαι ἐπεχείρησας; Παρῄνεσα πολλάκις, φησί. Ποσάκις; Πολλάκις· καὶ ἅπαξ καὶ δεύτερον. Βαβαί! τοῦτο πολλάκις; Εἰ γὰρ διὰ παντὸς τοῦτο ἐποίεις τοῦ χρόνου, καμεῖν ἐχρῆν καὶ ἀπαγορεῦσαι; Οὐχ ὁρᾷς πῶς διαπαντὸς ὁ Θεὸς ἡμῖν παραινεῖ, διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, διὰ τῶν εὐαγγελιστῶν; Τί οὖν; πάντα κατωρθώσαμεν, καὶ πάντα ἐπείσθημεν; Οὐδαμῶς. Ἆρ' οὖν ἐπαύσατο παραινῶν; ἆρα ἐσίγησεν; Οὐ καθ' ἑκάστην λέγει τὴν ἡμέραν, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ αὔξεται πολλοῖς τῶν χρημάτων ἡ περιουσία καὶ ἡ τυραννίς; Οὐ καθ' ἑκάστην βοᾷ, Ἄφετε καὶ ἀφεθήσεται ὑμῖν, καὶ ἡμεῖς ἐκθηριούμεθα μᾶλλον; Οὐ διαπαντὸς παραινεῖ κρατεῖν ἐπιθυμίας, καὶ εἶναι κρείττους ἡδονῆς πονηρᾶς, πολλοὶ δὲ χοίρων μᾶλλον ἐγκαλινδοῦνται τῇ ἁμαρτίᾳ ταύτῃ; Ἀλλ' ὅμως οὐ παύεται λέγων. Τίνος οὖν ἕνεκα μὴ ταῦτα πρὸς ἑαυτοὺς λογιζόμεθα, καὶ λέγομεν, ὅτι Καὶ ἡμῖν ὁ Θεὸς διαλέγεται, καὶ οὐκ ἀφίσταται τοῦτο ποιῶν, καίτοι πολλὰ παρακουόντων ἡμῶν; ∆ιὰ ταῦτα ἔλεγεν, ὅτι Ὀλίγοι οἱ σωζόμενοι. Εἰ γὰρ οὐκ ἀρκεῖ εἰς σωτηρίαν ἡμῖν ἡ καθ' ἡμᾶς αὐτοὺς ἀρετὴ, ἀλλὰ δεῖ καὶ ἑτέρους ἔχοντας ἀπελθεῖν· ὅταν μήτε ἑαυτοὺς, μήτε ἑτέρους διασώσωμεν, τί πεισόμεθα; πόθεν ἐλπίδα λοιπὸν σωτηρίας ἕξομεν, Ἀλλὰ τί ταῦτα ἐγκαλῶ, ὅταν μηδὲ τῶν συνοικούν των λόγον τινὰ ποιώμεθα, γυναικὸς καὶ παίδων καὶ οἰκετῶν, ἀλλ' ἕτερα ἀνθ' ἑτέρων μεριμνῶμεν, καθάπερ οἱ μεθύοντες, ὅπως οἱ μὲν οἰκέται πλείους γένοιντο, καὶ μετὰ πολλῆς τῆς σπουδῆς ἡμῖν διακονήσαιεν, οἱ δὲ παῖδες πολὺν παρ' ἡμῶν δέξαιντο κλῆρον, ἡ δὲ γυνὴ χρυσία σχοίη καὶ ἱμάτια πολυτελῆ καὶ κτήματα· καὶ μηδαμοῦ ἑαυτῶν φροντίζωμεν, ἀλλὰ τῶν ἑαυτῶν; Οὔτε γὰρ τῆς γυναικὸς φροντίζομεν ἢ προνοοῦμεν, ἀλλὰ τῶν τῆς γυναικός· οὔτε τοῦ παιδίου, ἀλλὰ τῶν τοῦ παιδίου. Καὶ ταὐτὸν ποιοῦμεν, οἷον ἂν εἴ τις οἰκίαν ὁρῶν κακῶς διακειμένην, καὶ τοὺς τοίχους κλινομένους, ἀφεὶς ἀναστῆσαι τούτους, περιβόλους αὐτῇ μεγάλους ἔξωθεν κατασκευάζοι· ἢ σώματος ἠσθενηκότος, τούτου μὲν μὴ ἐπιμελοῖτο, ἱμάτια δὲ αὐτῷ χρυσᾶ ὑφαίνοι· ἢ τῆς δεσποίνης κακῶς διακειμένης, θεραπαινίδων, καὶ ἱστῶν, καὶ τῶν κατὰ τὴν οἰκίαν σκευῶν, καὶ τῶν ἄλλων ἐπιμελοῖτο, ἐκείνην ἀφεὶς ἐῤῥῖφθαι καὶ οἰμώζειν. Τοῦτο γὰρ καὶ νῦν γίνεται· καὶ τῆς ψυχῆς ἡμῖν κακῶς διακειμένης καὶ ἀθλίως, καὶ θυμουμένης, καὶ λοιδορουμένης, καὶ ἐπιθυμούσης ἀτόπως, καὶ κενοδοξούσης, καὶ στασιαζούσης, καὶ πρὸς τὴν γῆν συρομένης, καὶ ὑπὸ θηρίων τοσούτων σπαραττομένης, ἀφέντες αὐτῆς ἀπελάσαι τὰ πάθη, οἰκίας καὶ οἰκετῶν φροντίζομεν. Καὶ εἰ μὲν ἄρκτος λαθοῦσα ἀποφύγοι, τὰς οἰκίας ἀποκλείομεν, καὶ κατὰ τοὺς στενωποὺς τρέχομεν, ὥστε μὴ περιπεσεῖν τῷ θηρίῳ· νυνὶ δὲ οὐχ ἑνὸς θηρίου, ἀλλὰ πολλῶν ἡμῖν λογισμῶν τοιούτων τὴν ψυχὴν σπαραττόντων, οὐδὲ αἴσθησιν λαμβάνομεν. Καὶ ἐν μὲν τῇ πόλει τοσαύτην ποιούμεθα σπουδὴν, ὡς ἐν ἐρήμῳ τόπῳ καὶ ἐν γαλεάγραις καθείργειν τὰ θηρία· καὶ οὔτε πρὸς τῷ βουλευτηρίῳ τῆς πόλεως, οὔτε πρὸς τοῖς δικαστηρίοις, οὔτε πρὸς τοῖς βασιλείοις, ἀλλὰ πόῤῥω που καὶ μακρὰν δεδεμένα κατέχομεν· ἐπὶ δὲ τῆς ψυχῆς, ἔνθα τὸ βουλευτήριον, ἔνθα τὰ βασίλεια, ἔνθα τὸ δικαστήριον, ἀνεῖται τὰ θηρία, περὶ τὸν νοῦν αὐτὸν καὶ τὸν θρόνον τὸν βασιλικὸν κράζοντα καὶ θορυβοῦντα. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται, καὶ πάντα μεστὰ ταραχῆς, τὰ ἔνδον, τὰ ἔξω, καὶ οὐδὲν διεστήκαμεν ἕκαστος ἡμῶν πόλεως ὑπὸ καταδρομῆς βαρβάρων θορυβουμένης· καὶ ταὐτὸν γίνεται, οἷον ἂν εἰ δράκοντος νεοττίᾳ στρουθῶν ἐπιτιθεμένου, πανταχοῦ τρίζοντες οἱ στρουθοὶ πέτοιντο φοβούμενοι καὶ ταραχῆς γέμοντες, οὐκ ἔχοντες δὲ ὅποι καταλύσωσι τὴν ἀγωνίαν. ζʹ. ∆ιὸ παρακαλῶ, τὸν δράκοντα ἀνέλωμεν, συγκλείσωμεν τὰ θηρία, ἀποπνίξωμεν, κατασφάξωμεν· καὶ τοὺς πονηροὺς τούτους λογισμοὺς τῇ μαχαίρᾳ τοῦ Πνεύματος παραδῶμεν, ἵνα μὴ καὶ ἡμῖν ἀπειλῇ τοιαῦτα ὁ προφήτης, οἷα καὶ τῇ Ἰουδαίᾳ, ὅτι Ὀνοκένταυροι ἐκεῖ ὀρχήσονται, καὶ ἐχῖνοι, καὶ δράκοντες. Εἰσὶ γὰρ, εἰσὶ καὶ ἄνθρωποι ὀνοκενταύρων χείρους, καθάπερ ἐν ἐρημίᾳ ζῶντες, καὶ λακτίζοντες· καὶ τὸ πλέον τῆς νεότητος παρ' ἡμῖν τοιοῦτον. Καὶ γὰρ ἀγρίας ἔχοντες ἐπιθυμίας, οὕτω πηδῶσιν, οὕτω λακτίζουσιν, ἀχαλίνωτοι περιιόντες, καὶ τῇ σπουδῇ πρὸς οὐδὲν τῶν δεόντων χρώμενοι. Αἴτιοι δὲ οἱ πατέρες, οἳ τοὺς μὲν πωλοδάμνας ἀναγκάζουσι τοὺς ἵππους τοὺς ἑαυτῶν μετὰ πολλῆς ῥυθμίζειν τῆς ἐπιμελείας, καὶ οὐκ ἀφιᾶσιν ἐπὶ πολὺ τοῦ πώλου τὴν ἡλικίαν ἀδάμαστον προελθεῖν, ἀλλὰ καὶ χαλινὸν καὶ τὰ ἄλλα πάντα ἐπιτιθέασιν ἐκ προοιμίων· τοὺς δὲ αὐτῶν νέους ἐπὶ πολὺ περιορῶσιν ἀχαλινώτους περιιόντας καὶ σωφροσύνης ἐρήμους, πορνείαις καὶ κύβοις καὶ ταῖς ἐν τοῖς παρανόμοις θεάτροις διατριβαῖς καταισχυνομένους, δέον πρὸ τῆς πορνείας γυναικὶ παραδοῦναι, γυναικὶ σώφρονι καὶ σοφωτάτῃ· αὕτη γὰρ καὶ τῆς ἀτοπωτάτης ἀπάξει διατριβῆς τὸν ἄνδρα, καὶ ἀντὶ χαλινοῦ τῷ πώλῳ γενήσεται. Οὐδὲ γὰρ ἑτέρωθεν αἱ πορνεῖαι καὶ αἱ μοιχεῖαι, ἀλλ' ἐκ τοῦ ἀφέτους εἶναι τοὺς νέους. Ἂν γὰρ γυναῖκα ἔχῃ συνετὴν, καὶ οἰκίας ἐπιμελήσεται, καὶ δόξης, καὶ ὑπολήψεως. Ἀλλὰ νέος ἐστὶ, φησίν. Οἶδα κἀγώ. Εἰ γὰρ ὁ Ἰσαὰκ τεσσαράκοντα ἐτῶν ὢν τὴν νύμφην ἠγάγετο, ἐν παρθενίᾳ τὴν ἡλικίαν πᾶσαν ἐκείνην διάγων, πολλῷ μᾶλλον τοὺς ἐν τῇ χάριτι νέους τὴν φιλοσοφίαν ταύτην ἀσκεῖν ἔδει. Ἀλλὰ τί πάθω; Οὐκ ἀνέχεσθε τῆς σωφροσύνης αὐτῶν ἐπιμελεῖσθαι, ἀλλὰ περιορᾶτε καταισχυνομένους, μολυνομένους, ἐναγεῖς γινομένους, οὐκ εἰδότες ὅτι γάμου κέρδος τὸ καθαρὸν διατηρῆσαι τὸ σῶμα· κἂν τοῦτο μὴ ᾖ, οὐδὲν ὄφελος γάμου. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε· ὅταν μυρίων ἐμπλησθῶσι κηλίδων, τότε αὐτοὺς ἐπὶ γάμον ἄγετε, εἰκῆ καὶ μάτην. ∆εῖ γὰρ ἀναμεῖναι, φησὶν, ἵνα εὐδόκιμος γένηται, ἵνα ἐν τοῖς πολιτικοῖς λάμψῃ πράγμασι· τῆς δὲ ψυχῆς ὑμῖν οὐδεὶς λόγος, ἀλλὰ περιορᾶτε αὐτὴν ἐῤῥιμμένην. ∆ιὰ τοῦτο πάντα συγχύσεως γέμει, καὶ ἀταξίας καὶ ταραχῆς, ὅτι πάρεργον αὕτη, ὅτι τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ εὐτελῆ πολλῆς τυγχάνει προνοίας. Οὐκ οἶσθα, ὅτι οὐδὲν τοιοῦτον χαριῇ τῷ παιδὶ, ὡς τὸ φυλάξαι πορνικῆς ἀκαθαρσίας καθαρόν; Ψυχῆς γὰρ ἴσον οὐδέν. Ὅτι Τί ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ, Ἀλλὰ γὰρ πάντα ὁ τῶν χρημάτων ἔρως ἀνέτρεψε καὶ κατέβαλε, καὶ τοῦ Θεοῦ τὸν ἀκριβῆ φόβον παρώθησεν, ὥσπερ τις τύραννος ἀκρόπολιν, οὕτω τὰς τῶν ἀνθρώπων ψυχὰς καταλαβών. ∆ιὸ καὶ τῆς τῶν παίδων καὶ τῆς ἡμετέρας ἀμελοῦμεν σωτηρίας, ἓν μόνον σκοποῦντες, ὅπως εὐπορώτεροι γενόμενοι, πλοῦτον ἑτέροις ἀφῶμεν, κἀκεῖνοι πάλιν ἄλλοις, καὶ οἱ μετ' ἐκείνους τοῖς μετ' αὐτοὺς, παράπομποί τινες τῶν ἡμετέρων γινόμενοι κτημάτων τε καὶ χρημάτων, ἀλλ' οὐ δεσπόται. Ἐντεῦθεν πολλὴ ἡ ἄνοια· ἐντεῦθεν τῶν δούλων οἱ ἐλεύθεροι ἀτιμότεροι. Τοῖς μὲν γὰρ δούλοις, εἰ καὶ μὴ δι' αὐτοὺς, ἀλλὰ δι' ἡμᾶς αὐτοὺς ἐπιτιμῶμεν· οἱ δὲ ἐλεύθεροι οὐδὲ ταύτης ἀπολαύουσι τῆς προνοίας, ἀλλὰ καὶ τούτων ἡμῖν εἰσιν εὐτελέστεροι. Καὶ τί λέγω τῶν δούλων; Καὶ γὰρ βοσκημάτων οἱ παῖδες ἀτιμότεροι, καὶ ὄνων καὶ ἵππων μᾶλλον ἐπιμελούμεθα, ἢ παίδων. Κἂν μὲν ἡμίονόν τις ἔχῃ, πολλὴ ἡ φροντὶς ὥστε ὀνηλάτην εὑρεῖν ἄριστον, καὶ μήτε ἀγνώμονα, μὴ κλέπτην, μὴ μέθυσον, μὴ τῆς τέχνης ἄπειρον· ἂν δὲ ψυχῇ παιδὸς ἐπιστῆσαι δέῃ παιδαγωγὸν, ἁπλῶς καὶ ὡς ἔτυχε τὸν ἐπελθόντα αἱρούμεθα. Καίτοιγε τῆς τέχνης ταύτης οὐκ ἔστιν ἄλλη μείζων. Τί γὰρ ἴσον τοῦ ῥυθμίσαι ψυχὴν, καὶ διαπλάσαι νέου διάνοιαν; Καὶ γὰρ παντὸς ζωγράφου καὶ παντὸς ἀνδριαντοποιοῦ τὸν ταύτην ἔχοντα τὴν ἐπιστήμην ἀκριβέστερον διακεῖσθαι χρή. Ἀλλ' ἡμεῖς οὐδένα τούτου ποιούμεθα λόγον, ἀλλ' ἓν ὁρῶμεν μόνον, ὅπως παιδευθῇ τὴν γλῶτταν. Καὶ τοῦτο δὲ διὰ χρήματα πάλιν ἐσπουδάκαμεν. Οὐ γὰρ ἵνα δύνηται λέγειν, ἀλλ' ἵνα χρηματίζηται, μανθάνει τὸ λέγειν· ὡς εἰ ἐξῆν καὶ χωρὶς τούτου πλουτεῖν, οὐδεὶς ἡμῖν ἦν οὐδὲ τούτου λόγος. Εἶδες πόση τῶν χρημάτων ἡ τυραννίς; πῶς πάντα κατέσχε, καὶ καθάπερ ἀνδράποδά τινα καὶ θρέμματα δήσασα ἕλκει ὅπουπερ ἂν θέλῃ; Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῶν τοσούτων ἐγκλημάτων ἡμῖν; Ἡμεῖς μὲν γὰρ τοῖς λόγοις αὐτὴν βάλλομεν· ἐκείνη δὲ τοῖς ἔργοις ἡμῶν κρατεῖ. Πλὴν ἀλλ' οὐδὲ οὕτω παυσόμεθα τοῖς ἀπὸ τῆς γλώττης αὐτὴν βάλλοντες ῥήμασιν. Ἂν μὲν γὰρ γένηταί τι πλέον, ἐκερδάναμεν καὶ ἡμεῖς καὶ ὑμεῖς· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμένητε, τό γε ἡμέτερον ἅπαν ἀπήρτισται. Ὁ δὲ Θεὸς καὶ ὑμᾶς ταύτης ἀπαλλάξειε τῆς νόσου, καὶ ἡμᾶς ἐφ' ὑμῖν καυχᾶσθαι παρασκευάσειεν· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου