Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑ Ν∆ʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι,τὸν Υἱὸν τοῦ ἀνθρώπου;
αʹ. Τίνος ἕνεκεν τὸν οἰκιστὴν τῆς πόλεως εἴρηκεν; Ἐπειδὴ ἔστι καὶ ἑτέρα, ἡ Στράτωνος. Καὶ οὐκ ἐν ἐκείνῃ, ἀλλ' ἐν ταύτῃ αὐτοὺς ἐρωτᾷ, πόῤῥω τῶν Ἰουδαίων ἀπάγων, ὡς πάσης ἀπαλλαγέντας ἀγωνίας μετὰ παῤῥησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τὴν γνώμην αὐτῶν ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; Ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς μείζονα ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς περιπέσωσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται· ἀλλ' ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας πολλὰς παρέσχε τὰς ἀποδείξεις, τότε τὴν πεῦσιν αὐτοῖς προσάγει ταύτην.
Καὶ οὐκ εἶπε, Τίνα με λέγουσιν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἶναι; καίτοιγε οὗτοι αὐτῷ πολλάκις προσῄεσαν καὶ διελέγοντο· ἀλλὰ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; τὴν τοῦ δήμου γνώμην τὴν ἀδέκαστον ἐξετάζων. Εἰ γὰρ καὶ πολλῷ ταπεινοτέρα τοῦ δέοντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο· ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας. Καὶ δεικνὺς πῶς σφόδρα βούλεται τὴν οἰκονομίαν ὁμολογεῖσθαι, φησὶ Τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὴν θεότητα ἐντεῦθεν καλῶν, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ. Φησὶ γὰρ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ πάλιν, Ὅταν δὲ ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Εἶτα, ἐπειδὴ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, οἱ δὲ Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἔνα τῶν προφητῶν· καὶ τὴν πεπλανημένην αὐτῶν δόξαν εἰς μέσον ἤγαγον· τότε ἐπήγαγεν· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἐκκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐρωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆναι περὶ αὐτοῦ, καὶ ἐνδεικνύμενος αὐτοῖς, ὅτι ἡ προτέρα ψῆφος σφόδρα ἐστὶν ἀποδέουσα αὐτοῦ τῆς ἀξίας. ∆ιὸ παρ' αὐτῶν ἑτέραν ἐπιζητεῖ, καὶ δευτέραν ἐπάγει πεῦσιν, ὑπὲρ τοῦ μὴ συμπεσεῖν τοῖς πολλοῖς, οἳ ἐπειδὴ μείζονα εἶδον τὰ σημεῖα ἢ κατὰ ἄνθρωπον, ἄνθρωπον μὲν ἐνόμιζον εἶναι, ἐξ ἀναστάσεως δὲ φανέντα, καθάπερ καὶ Ἡρώδης ἔλεγεν. Ἀλλ' αὐτὸς ταύτης αὐτοὺς ἀπάγων τῆς ὑπονοίας, φησίν· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; τουτέστιν, Οἱ συνόντες ἀεὶ καὶ θαυματουργοῦντα βλέποντες, καὶ πολλὰς δυνάμεις δι' ἐμοῦ πεποιηκότες αὐτοί. Τί οὖν τὸ στόμα τῶν ἀποστόλων ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος; Πάντων ἐρωτηθέντων, αὐτὸς ἀποκρίνεται. Καὶ ὅτε μὲν τὴν τοῦ δήμου γνώμην ἠρώτα, πάντες εἶπον τὸ ἐρωτηθέν· ὅτε δὲ τὴν αὐτῶν, Πέτρος προπηδᾷ καὶ προλαμβάνει, καί φησι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Τί οὖν ὁ Χριστός; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Καὶ μὴν εἰ μὴ γνησίως αὐτὸν ὡμολόγησε, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς γεγεννημένον, οὐκ ἦν ἀποκαλύψεως τοῦτο ἔργον· εἰ τῶν πολλῶν αὐτὸν εἶναι ἕνα ἐνόμιζεν, οὐ μακαρισμοῦ ἄξιον ἦν τὸ λεχθέν. Ἐπεὶ καὶ πρὸ τούτου εἶπον, Ἀληθῶς Θεοῦ Υἱός ἐστιν, οἱ ἐν τῷ πλοίῳ μετὰ τὸν σάλον ὃν εἶδον, καὶ οὐκ ἐμακαρίσθησαν, καίτοιγε ἀληθῶς εἰπόντες. Οὐ γὰρ τοιαύτην ὡμολόγησαν υἱότητα, οἵαν ὁ Πέτρος· ἀλλ' ἕνα τῶν πολλῶν ἀληθῶς υἱὸν ἐνόμιζον εἶναι, ἐξαίρετον μὲν παρὰ τοὺς πολλοὺς, οὐ μὴν ἐκ τῆς οὐσίας αὐτῆς. βʹ. Καὶ ὁ Ναθαναὴλ δὲ ἔλεγε, Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ· καὶ οὐ μόνον οὐ μακαρίζεται, ἀλλὰ καὶ ὡς ἐνδεέστερον πολλῷ τῆς ἀληθείας εἰρηκὼς ἐλέγχεται παρ' αὐτοῦ. Ἐπήγαγε γοῦν· Ὅτι εἶπόν σοι, ὅτι Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. Τίνος οὖν ἕνεκεν οὗτος μακαρίζεται; Ὅτι γνήσιον αὐτὸν ὡμολόγησεν Υἱόν. ∆ιὰ δὴ τοῦτο ἐπ' ἐκείνων μὲν οὐδὲν τοιοῦτον εἴρηκεν· ἐπὶ δὲ τούτου καὶ τὸν ἀποκαλύψαντα δείκνυσιν. Ἵνα γὰρ μὴ δόξῃ τοῖς πολλοῖς, ἐπειδὴ σφοδρὸς ἦν ἐραστὴς τοῦ Χριστοῦ, φιλίας καὶ κολακείας εἶναι τὰ ῥήματα, καὶ διαθέσεως αὐτῷ χαριζομένης, ἄγει εἰς μέσον τὸν ἐνηχήσαντα αὐτοῦ τῇ ψυχῇ· ἵνα μάθῃς, ὅτι Πέτρος μὲν ἐφθέγξατο, ὁ Πατὴρ δὲ ὑπηγόρευσε· καὶ μηκέτι δόξαν ἀνθρωπίνην, ἀλλὰ δόγμα εἶναι θεῖον τὰ εἰρημένα πιστεύσῃς. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει· Ἐγώ εἰμι ὁ Χριστός· ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, αὐτοὺς εἰσάγων ὁμολογοῦντας; Ὅτι οὕτω καὶ αὐτῷ τότε πρεπωδέστερον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων. Εἶδες πῶς Υἱὸν ἀποκαλύπτει Πατήρ; πῶς Πατέρα Υἱός; Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Οὐκ ἄρα ἔνι παρ' ἑτέρου μαθεῖν τὸν Υἱὸν, ἢ παρὰ τοῦ Πατρός· οὐδὲ παρ' ἑτέρου μαθεῖν τὸν Πατέρα, ἢ παρὰ τοῦ Υἱοῦ. Ὥστε καὶ ἐντεῦθεν τὸ ὁμότιμόν τε καὶ ὁμοούσιον δῆλον. Τί οὖν ὁ Χριστός; Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς. Ἐπειδὴ γὰρ ἐκήρυξάς μου τὸν Πατέρα, φησὶ, καὶ ἐγὼ τὸν γεγεννηκότα σε ὀνομάζω· μόνον οὐχὶ λέγων, ὅτι Ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτω κἀγὼ τοῦ Πατρὸς τοῦ ἐμοῦ. Ἐπεὶ καὶ παρέλκον ἦν εἰπεῖν· Σὺ εἶ ὁ υἱὸς Ἰωνᾶ· ἀλλ' ἐπειδὴ εἶπεν Υἱὸν Θεοῦ, ἵνα δείξῃ ὅτι οὕτως ἐστὶν Υἱὸς τοῦ Θεοῦ, ὥσπερ ἐκεῖνος υἱὸς Ἰωνᾶ, τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι, διὰ τοῦτο τοῦτο προσέθηκε. Καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· τουτέστι, τῇ πίστει τῆς ὁμολογίας. Ἐντεῦθεν δείκνυσι πολλοὺς μέλλοντας ἤδη πιστεύειν, καὶ ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα ποιεῖ. Καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς. Εἰ δὲ ἐκείνης οὐ κατισχύσουσι, πολλῷ μᾶλλον ἐμοῦ. Ὥστε μὴ θορυβηθῇς, ἐπειδὰν μέλλῃς ἀκούειν, ὅτι Παραδοθήσομαι καὶ σταυρωθήσομαι. Εἶτα καὶ ἑτέραν λέγει τιμήν· Καὶ ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Τί δέ ἐστι, Καὶ ἐγὼ δέ σοι δώσω; Ὥσπερ ὁ Πατήρ σοι ἔδωκε τὸ ἐμὲ γνῶναι, οὕτω καὶ ἐγώ σοι δώσω. Καὶ οὐκ εἶπε, Παρακαλέσω τὸν Πατέρα· καίτοι πολλὴ ἦν τῆς ἐξουσίας ἡ ἔνδειξις, καὶ τοῦ δώρου τὸ μέγεθος ἄφατον· ἀλλ' Ἐγώ σοι δώσω. Τί δίδως; εἰπέ μοι. Τὰς κλεῖς τῶν οὐρανῶν· ἵνα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Πῶς οὖν οὐκ ἔστιν αὐτοῦ δοῦναι τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, τοῦ λέγοντος, Ἐγώ σοι δώσω; Εἶδες πῶς καὶ αὐτὸς ἀνάγει τὸν Πέτρον εἰς ὑψηλὴν τὴν περὶ αὐτοῦ ἔννοιαν, καὶ ἑαυτὸν ἀποκαλύπτει, καὶ δείκνυσιν Υἱὸν ὄντα τοῦ Θεοῦ διὰ τῶν ὑποσχέσεων τῶν δύο τούτων; Ἃ γὰρ Θεοῦ μόνου ἐστὶν ἴδια, τό τε ἁμαρτήματα λῦσαι, καὶ τὸ ἀπερίτρεπτον τὴν Ἐκκλησίαν ποιῆσαι ἐν τοσαύτῃ κυμάτων ἐμβολῇ, καὶ ἄνθρωπον ἁλιέα πέτρας πάσης ἀποφῆναι στεῤῥότερον, τῆς οἰκουμένης πολεμούσης ἁπάσης, ταῦτα αὐτὸς ἐπαγγέλλεται δώσειν· καθάπερ ὁ Πατὴρ πρὸς τὸν Ἱερεμίαν διαλεγόμενος ἔλεγεν· Ὡς στῦλον χαλκοῦν καὶ ὡσεὶ τεῖχος θήσειν αὐτόν· ἀλλ' ἐκεῖνον μὲν ἑνὶ ἔθνει, τοῦτον δὲ πανταχοῦ τῆς οἰκουμένης. Ἡδέως ἂν οὖν ἐροίμην τοὺς ἐλαττοῦν βουλομένους τοῦ Υἱοῦ τὴν ἀξίαν· Ποῖα μείζονα δῶρα, ἅπερ ἔδωκεν ὁ Πατὴρ τῷ Πέτρῳ, ἢ ἅπερ ἔδωκεν ὁ Υἱός; Ὁ μὲν γὰρ τῷ Πέτρῳ τὴν ἀποκάλυψιν τοῦ Υἱοῦ ἐχαρίσατο· ὁ δὲ Υἱὸς τὴν τοῦ Πατρὸς καὶ τὴν αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης σπεῖραι, καὶ ἀνθρώπῳ θνητῷ τῶν ἐν τῷ οὐρανῷ πάντων τὴν ἐξουσίαν ἐνεχείρισε, τὰς κλεῖς αὐτῷ δοὺς, ὃς τὴν Ἐκκλησίαν πανταχοῦ τῆς οἰκουμένης ἐξέτεινε, καὶ τοῦ οὐρανοῦ ἰσχυροτέραν ἀπέφηνεν. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πῶς οὖν ἐλάττων ὁ τοιαῦτα δοὺς, ὁ τοιαῦτα κατωρθωκώς; Καὶ ταῦτα λέγω, οὐ διαιρῶν Πατρὸς καὶ Υἱοῦ τὰ ἔργα· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἀλλ' ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν τῶν τοιαῦτα τολμώντων. γʹ. Ὅρα δὲ διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν. Ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος· ἐγὼ οἰκοδομήσω τὴν Ἐκκλησίαν· ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ τότε, ταῦτα εἰπὼν, ∆ιεστείλατο αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν διεστείλατο; Ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων, καὶ τοῦ σταυροῦ τελεσθέντος, καὶ τῶν ἄλλων ὧν ἔπαθεν ἀπαρτισθέντων, καὶ μηδενὸς ὄντος λοιπὸν τοῦ διακόπτοντος καὶ θολοῦντος τὴν εἰς αὐτὸν τῶν πολλῶν πίστιν, καθαρὰν καὶ ἀκίνητον ἐντυπωθῆναι τῶν ἀκουόντων τῇ διανοίᾳ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν. Καὶ γὰρ οὔπω σαφῶς ἦν ἐκλάμψασα αὐτοῦ ἡ δύναμις. ∆ιὰ δὴ τοῦτο τότε ἐβούλετο ἀνακηρύττεσθαι παρ' αὐτῶν, ὅτε καὶ ἡ σαφὴς τῶν πραγμάτων ἀλήθεια, καὶ ἡ τῶν γινομένων ἰσχὺς συνηγόρει τοῖς παρὰ τῶν ἀποστόλων λεγομένοις. Οὐδὲ γὰρ ἴσον ἦν ὁρᾷν νῦν μὲν ἐν Παλαιστίνῃ θαυματουργοῦντα, νῦν δὲ ὑβριζόμενον, ἐλαυνόμενον· (καὶ μάλιστα ὁπότε καὶ ὁ σταυρὸς ἔμελλε διαδέχεσθαι τὰ θαύματα τὰ γινόμενα·) καὶ πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον βλέπειν καὶ πιστευόμενον, καὶ μηδὲν τοιοῦτον πάσχοντα λοιπὸν, οἷον ἔπαθε. ∆ιὰ τοῦτό φησι μηδενὶ εἰπεῖν. Τὸ μὲν γὰρ ῥιζωθὲν ἅπαξ, εἶτα ἀνασπασθὲν, δυσκόλως ἂν φυτευθὲν κατασχεθείη πάλιν παρὰ τοῖς πολλοῖς· τὸ δὲ μετὰ τὸ παγῆναι ἅπαξ μεῖναν ἀκίνητον, καὶ μηδαμόθεν ἐπηρεασθὲν, ῥᾳδίως ἄνεισι, καὶ πρὸς αὔξησιν ἐπιδίδωσι μείζονα. Εἰ γὰρ οἱ σημείων ἀπολελαυκότες πολλῶν, καὶ τοσούτων μετασχόντες μυστηρίων ἀποῤῥήτων, ὑπὸ τῆς ἀκοῆς μόνης ἐσκανδαλίσθησαν· μᾶλλον δὲ οὐκ αὐτοὶ μόνοι, ἀλλὰ καὶ ὁ πάντων κορυφαῖος Πέτρος· ἐννόησον τί τοὺς πολλοὺς ἦν εἰκὸς παθεῖν, μαθόντας μὲν ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὁρῶντας δὲ καὶ σταυρούμενον καὶ ἐμπτυόμενον, καὶ τῶν μυστηρίων τούτων τὸ ἀπόῤῥητον οὐκ εἰδότας, οὐδὲ Πνεύματος ἀπολελαυκότας ἁγίου. Εἰ γὰρ τοῖς μαθηταῖς ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· πολλῷ μᾶλλον ὁ λοιπὸς δῆμος κατέπεσεν ἂν, εἰ πρὸ καιροῦ τοῦ προσήκοντος τὸ τῶν μυστηρίων τούτων ἀκρότατον αὐτοῖς ἀπεκαλύφθη. ∆ιὰ δὴ τοῦτο κωλύει εἰπεῖν. Καὶ ἵνα μάθῃς πόσον ἦν τὸ μετὰ ταῦτα μαθεῖν πλήρη τὴν διδασκαλίαν, τῶν σκανδαλιζόντων παρελθόντων, ἀπ' αὐτοῦ τούτου τοῦ κορυφαίου μάνθανε. Αὐτὸς γὰρ οὗτος ὁ Πέτρος, ὁ μετὰ τοσαῦτα σημεῖα οὕτω φανεὶς ἀσθενὴς, ὡς καὶ ἀρνήσασθαι, καὶ κόρην εὐτελῆ δεῖσαι, ἐπειδὴ ὁ σταυρὸς προεχώρησε, καὶ τῆς ἀναστάσεως σαφεῖς ἔλαβε τὰς ἀποδείξεις, καὶ οὐδὲν ἦν λοιπὸν τὸ σκανδαλίζον αὐτὸν καὶ θορυβοῦν, οὕτως ἀκίνητον κατέσχε τοῦ Πνεύματος τὴν διδασκαλίαν, ὡς λέοντος σφοδρότερον ἐπιπηδᾷν τῷ δήμῳ τῶν Ἰουδαίων, καίτοι κινδύνων καὶ μυρίων θανάτων ἀπειλουμένων. Εἰκότως τοίνυν τοῖς πολλοῖς ἐκέλευσε μὴ εἰπεῖν πρὸ τοῦ σταυροῦ, ὅπου γε οὐδὲ αὐτοῖς τοῖς μέλλουσι διδάσκειν πάντα ἐνθεῖναι ἐθάῤῥησε πρὸ τοῦ σταυροῦ. Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Καὶ τῶν εἰρημένων δὲ παρ' αὐτοῦ πολλὰ ἀγνοοῦσιν, ἃ οὐκ ἐποίησε σαφῆ πρὸ τοῦ σταυροῦ. Ὅτε γοῦν ἀνέστη, τότε ἔγνωσαν ἔνια τῶν λεχθέντων. Ἀπὸ τότε ἤρξατο αὐτοῖς δεικνύειν, ὅτι δεῖ αὐτὸν παθεῖν. Ἀπὸ τότε· πότε; Ὅτε ἔπηξεν ἐν αὐτοῖς τὸ δόγμα· ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν. Ἀλλ' οὐδὲ οὕτω συνίεσαν τὸ λεγόμενον· Ἦν γὰρ, φησὶ, κεκαλυμμένος ὁ λόγος ἀπ' αὐτῶν· καὶ ὥσπερ ἐν ἀσαφείᾳ τινὶ ἦσαν, οὐκ εἰδότες ὅτι ἀναστῆναι αὐτὸν δεῖ. ∆ιὰ τοῦτο καὶ ἐνδιατρίβει τοῖς δυσχερέσι, καὶ ἐμπλατύνει τὸν λόγον, ἵνα διανοίξῃ αὐτῶν τὴν διάνοιαν, καὶ συνῶσι τί ποτέ ἐστι τὸ λεγόμενον. Ἀλλ' Οὐ συνῆκαν, ἀλλ' ἦν τὸ ῥῆμα κεκαλυμμένον ἀπ' αὐτῶν· καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· οὐχὶ εἰ ἀποθανεῖται, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ, καὶ τί ποτέ ἐστι τοῦτο τὸ μυστήριον. Οὐδὲ γὰρ ᾔδεσαν, τί ποτέ ἐστι τὸ ἀναστῆναι τοῦτο αὐτὸ, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν. ∆ιὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ διαπορούντων, πάλιν ὁ Πέτρος, θερμὸς ὢν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι· καὶ οὐδὲ οὗτος παῤῥησίᾳ, ἀλλὰ κατ' ἰδίαν λαβών· τουτέστι, τῶν λοιπῶν ἀποσχίσας ἑαυτὸν μαθητῶν· καί φησιν· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς, οὗτος οὕτω ταχέως διέπεσε καὶ ἐσφάλη, ὡς φοβηθῆναι τὸ πάθος; Καὶ τί θαυμαστὸν, τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ὅρα ἐν τούτοις τοῖς οὐκ ἀποκεκαλυμμένοις αὐτῷ πῶς θορυβεῖται καὶ περιτρέπεται, καὶ μυριάκις ἀκούων οὐκ οἶδε τί ποτέ ἐστι τὸ λεγόμενον. Ὅτι μὲν γὰρ Υἱὸς Θεοῦ ἐστιν, ἔμαθεν· ὅ τί ποτε δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω αὐτῷ δῆλον ἐγένετο. Καὶ γὰρ Ἦν, φησὶν, ὁ λόγος ἀπ' αὐτῶν κεκαλυμμένος. Ὁρᾷς ὅτι δικαίως ἐκέλευε τοῖς ἄλλοις μὴ ἐξειπεῖν; Εἰ γὰρ οὓς ἀναγκαῖον ἦν μαθεῖν οὕτως ἐθορύβησε, τί οὐκ ἂν ἔπαθον οἱ λοιποί; Αὐτὸς μέντοι δεικνὺς, ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ, καὶ Σατανᾶν ἐκάλεσεν. δʹ. Ἀκουσάτωσαν ὅσοι τὸ πάθος ἐπαισχύνονται τοῦ σταυροῦ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ κορυφαῖος, καὶ πρὶν ἢ πάντα μαθεῖν σαφῶς, Σατανᾶς ἐκλήθη τοῦτο παθὼν, τίνα ἂν ἔχοιεν συγγνώμην οἱ μετὰ τοσαύτην ἀπόδειξιν τὴν οἰκονομίαν ἀρνούμενοι; Ὅταν γὰρ ὁ οὕτω μακαρισθεὶς, ὁ τοιαῦτα ὁμολογήσας, τοιαῦτα ἀκούῃ, ἐννόησον τίνα πείσονται οἱ μετὰ ταῦτα ἀθετοῦντες τοῦ σταυροῦ τὸ μυστήριον. Καὶ οὐκ εἶπεν, Ὁ Σατανᾶς ἐφθέγξατο διὰ σοῦ· ἀλλ', Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. ∆ιὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος ἐπετίμησεν αὐτῷ, ἐπειδὴ ᾔδει μάλιστα καὶ αὐτὸν καὶ τοὺς ἄλλους τοῦτο φοβουμένους, καὶ οὐκ εὐκόλως αὐτὸ δεξομένους. ∆ιὰ τοῦτο καὶ ἀποκαλύπτει τὰ ἀπὸ τῆς διανοίας αὐτοῦ λέγων· Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί δέ ἐστιν, Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐκεῖνος ἀνθρωπίνῳ λογισμῷ καὶ γηΐνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι τοῦτο αὐτῷ καὶ ἀπρεπές. Καθικνούμενος τοίνυν αὐτοῦ φησιν· Οὐ τὸ ἐμὲ παθεῖν ἀπρεπές· ἀλλὰ σὺ σαρκικῇ γνώμῃ τούτοις ψηφίζῃ· ὡς εἰ κατὰ Θεὸν ἤκουες τῶν λεγομένων, τῆς σαρκικῆς διανοίας ἀπαλλαγεὶς, ᾔδεις ἂν, ὅτι ἐμοὶ μάλιστα τοῦτο πρέπον ἐστί. Σὺ μὲν γὰρ νομίζεις, ὅτι ἀνάξιόν μού ἐστι τὸ παθεῖν· ἐγὼ δέ σοι λέγω, ὅτι τὸ μὴ παθεῖν με τῆς τοῦ διαβόλου γνώμης ἐστίν· ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν ἀγωνίαν. Ὥσπερ γὰρ Ἰωάννην, ἀνάξιον αὐτοῦ νομίζοντα εἶναι τὸ βαπτισθῆναι ὑπ' αὐτοῦ, βαπτίσαι ἔπεισεν εἰπὼν, Οὕτω πρέπον ἐστὶν ἡμῖν· καὶ αὐτὸν δὲ τοῦτον τὸν Πέτρον κωλύοντα αὐτὸν νίψαι τοὺς πόδας, εἰπὼν, Οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ἐὰν μή σου νίψω τοὺς πόδας· οὕτω καὶ ἐνταῦθα ἀπὸ τῶν ἐναντίων αὐτὸν κατέσχε, καὶ τῇ τῆς ἐπιτιμήσεως σφοδρότητι τὸν ὑπὲρ τοῦ παθεῖν φόβον κατέστειλε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῶν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι' ὃ καὶ ζῶμεν, καὶ δι' ὅ ἐσμεν· ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς. Κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον. ∆ιὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου τοῦτό ἐστι τὸ σημεῖον. Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν καὶ τὰ λοιπὰ πάντα πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως τίνα ἐστὶ τὰ ἐλευθερίαν παρέχοντα. ∆ιὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἐνῆγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ ∆εσποτικοῦ. Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς τῶν ἀνθρώπων ἔσῃ δοῦλος· τιμὴν τὸν σταυρὸν λέγων. Οὐδὲ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως. Κἂν οὕτως ἐντυπώσῃς αὐτὸν τῇ ὄψει, οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος, ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες ἐν οἷς ἀποτέμνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος, τὸ ὅπλον ὁρῶν δι' οὗ πᾶσαν τὴν δύναμιν αὐτοῦ ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλήν. Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖνα αὐτὴν τοῦ ἡλίου. Καὶ γὰρ ἔρχεται ὁ σταυρὸς τότε, φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ ∆εσπότου, καὶ δεικνὺς ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Τοῦτο τὸ σημεῖον, καὶ ἐπὶ τῶν προγόνων ἡμῶν καὶ νῦν, θύρας ἀνέῳξε κεκλεισμένας· τοῦτο δηλητήρια ἔσβεσε φάρμακα· τοῦτο κωνείου δύναμιν ἐξέλυσε· τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἐνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε· τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων, καὶ τῶν θηρίων, καὶ τῶν ἄλλων τῶν τοιούτων περιεγένετο; εʹ. Τοῦτον τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε καὶ ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. ∆ιὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι· οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος· διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ, γεγηθότι τῷ προσώπῳ· Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν. Κἂν γελάσῃ, δάκρυσον αὐτὸν ὅτι μαίνεται. Εὐχαρίστησον τῷ ∆εσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. ∆ιὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια εἰσαγάγῃς παιδίον, γελάσεται. Τούτοις δὴ καὶ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις· μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι, διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν νηπίων πάσχουσιν· ὅθεν οὐδὲ συγνώμης εἰσὶν ἄξιοι. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῆ, καὶ μέγα καὶ ὑψηλὸν βοῶντες, κράζωμεν καὶ λέγωμεν, καὶ ὅταν πάντες παρῶσιν Ἕλληνες μετὰ πλείονος τῆς παῤῥησίας, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην καὶ μετὰ Παύλου δύνασθαι λέγειν, ὅτι ∆ι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. ∆ιὸ παραινῶ καὶ ὑμῖν, καὶ πρό γε ὑμῶν ἐμαυτῷ, σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης καὶ τῶν ἀγαθῶν. Καὶ γὰρ στρατιῶταί ἐσμεν Βασιλέως οὐρανίου, καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; Ὅπου γὰρ ὁ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ τῆς γῆς βασιλεὺς, οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς· ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ τῆς γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις περιφέρουσιν· ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα τεταμένην εἶχεν. Ὥστε ἂν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις· εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί. ∆ιὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ· καὶ αὐτὸς πάλιν ὁ Θεός· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπ' αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν· Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μή ποτε καλέσειε αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ· ἀλλ' ὁ Θεὸς διηνεκῶς ἕστηκεν ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. ∆ιὰ τοῦτό φησιν· Ἔτι λαλοῦντός σου· οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούω. Καλέσωμεν τοίνυν αὐτὸν ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου· καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικαλέσῃ με, καὶ εἰσακούσομαί σου· ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι; φησί. Τίς δὲ οὐ δύναται; εἰπέ μοι. Τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπῶντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα· οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς δεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι, καὶ κάμνοντες ὥστε αὐτοὺς διαθρέψαι· οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. ʹ. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων; Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον πλέθρα γῆς τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ· ἀλλὰ, Μετάδος τοῖς οἰκείοις, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως συγκείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι. Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ βραβεῖα καὶ ἱμάτια συντιθέασιν, οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ Προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι· διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς μέσον. Ὁ δὲ Βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον· ἅπαντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος, καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπει μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι τὸ δῶρον τοῦτο; Ἀλλ' οὐκ ἔστιν ἕν· καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ βραβεῖα καὶ στεφάνους καὶ ἕτερα ἔπαθλα. Καὶ εἰ βούλεσθε, λύσαντες δείξωμεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τέ ἐστι δεῖξαι· μόνον μὴ ἀποκάμητε. Καὶ πρῶτον μάθω· ἐν τί ἐστι, Ῥαγήσεται. Οὐδὲ γὰρ εἶπε, Φανεῖται, ἀλλὰ, Ῥαγήσεται· τὸ ταχὺ καὶ δαψιλὲς ἡμῖν ἐμφαίνων, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν, καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην· δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται, καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι, Πρώϊμον; Τουτέστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ καὶ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα, τὸ ταχινὸν πάλιν ἐμφαίνων, οὕτως εἶπεν· ὥσπερ ἄνω ἔλεγεν· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς; καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς αὐλὰς τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης, καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ἀλύτων, καὶ τῆς στενοχωρίας, καὶ τῆς θλίψεως, καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τοῦ ποταμοῦ τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων· καὶ ἀπελεύσῃ ἔνθα Ἀπέδρα ὀδύνη καὶ λύπη· ἔνθα πολλὴ ἡ χαρὰ, καὶ ἡ εἰρήνη, καὶ ἡ ἀγάπη, καὶ ἡ τρυφὴ, καὶ ἡ εὐφροσύνη· ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον· ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ Βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες· ἔνθα πολλὰ τὰ ὑπάρχοντα τοῦ ∆εσπότου, καὶ τὰ ταμεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν, καὶ πέλαγος ἀχανές. Ἔτι οὖν ἀναβαλούμεθα, εἰπέ μοι, καὶ ὀκνήσομεν ἐλεεῖν τοὺς δεομένους; Μὴ, παρακαλῶ, ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς ἀποῤῥήτου δόξης ἐκείνης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
11.ΟΜΙΛΙΑ ΝΕʹ. Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέ λει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
αʹ. Τότε· πότε; Ὅτε ὁ Πέτρος εἶπεν, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἤκουσεν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἐπιτιμήσει μόνον, ἀλλὰ καὶ ἐκ περιουσίας βουλόμενος δεῖξαι τήν τε τῶν παρὰ τοῦ Πέτρου εἰρημένων ἀτοπίαν, καὶ τὸ κέρδος τὸ ἀπὸ τοῦ πάθους, φησί· Σύ μοι λέγεις, Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο· ἐγὼ δέ σοι λέγω, ὅτι οὐ μόνον τὸ ἐμὲ κωλῦσαι καὶ τῷ ἐμῷ πάθει δυσχεραίνειν, ἐπιβλαβές σοι καὶ ὀλέθριον, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δυνήσῃ, ἐὰν μὴ καὶ αὐτὸς εἰς τὸ ἀποθανεῖν ᾖς παρεσκευασμένος διαπαντός. Ἵνα γὰρ μὴ ἀνάξιον αὐτοῦ τὸ παθεῖν εἶναι νομίσωσιν, οὐ διὰ τῶν προτέρων μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐπαγομένων αὐτοὺς παιδεύει τοῦ πράγματος τὸ κέρδος. Ἐν μὲν οὖν τῷ Ἰωάννῃ φησίν· Ἐὰν πεσὼν ὁ κόκκος τοῦ σίτου εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει· ἐνταῦθα δὲ ἐκ περιουσίας αὐτὸ γυμνάζων, οὐκ ἐφ' ἑαυτοῦ προάγει τὸν λόγον μόνον τὸν περὶ τοῦ δεῖν ἀποθνήσκειν, ἀλλὰ καὶ ἐπ' ἐκείνων. Τοσοῦτον γὰρ τοῦ πράγματος τούτου τὸ κέρδος, ὅτι καὶ ἐφ' ὑμῶν τὸ μὲν μὴ θέλειν ἀποθανεῖν, δεινόν· τὸ δὲ ἕτοιμον εἶναι πρὸς τοῦτο, ἀγαθόν. Ἀλλὰ τοῦτο μὲν διὰ τῶν ἑξῆς δηλοῖ, τέως δὲ ἐξ ἑνὸς αὐτὸ γυμνάζει μέρους. Καὶ ὅρα πῶς καὶ ἀκατανάγκαστον ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπεν, ὅτι Κἂν βούλησθε, κἂν μὴ βούλησθε, δεῖ τοῦτο ὑμᾶς παθεῖν· ἀλλὰ πῶς; Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν. Οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ' ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· διὸ καὶ λέγω, Εἴ τις θέλει. Ἐπὶ γὰρ ἀγαθὰ καλῶ, οὐχὶ ἐπὶ κακὰ καὶ ἐπαχθῆ, οὐκ ἐπὶ κόλασιν καὶ τιμωρίαν, ἵνα καὶ ἀναγκάσω. Καὶ γὰρ αὐτὴ τοῦ πράγματος ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι. Ταῦτα δὲ λέγων ἐπεσπᾶτο μειζόνως. Ὁ μὲν γὰρ βιαζόμενος ἀποτρέπει πολλάκις· ὁ δὲ ἀφεὶς κύριον τὸν ἀκροατὴν εἶναι, μᾶλλον ἐφέλκεται. Βίας γὰρ δυνατώτερον θεραπεία. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Εἴ τις θέλει. Μεγάλα γάρ ἐστι, φησὶν, ἃ δίδωμι ὑμῖν ἀγαθὰ, καὶ τοιαῦτα, ὡς καὶ ἐπιτρέχειν ἑκόντας. Οὐδὲ γὰρ εἴ τις χρυσίον παρεῖχε, καὶ θησαυρὸν προετίθει, μετὰ βίας ἐκάλεσεν ἄν. Εἰ δὲ εἰς ἐκεῖνα οὐ μετὰ βίας, πολλῷ μᾶλλον ἐπὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά. Εἰ γὰρ μὴ ἡ τοῦ πράγματος φύσις πείθει σε δραμεῖν, οὐδὲ λαβεῖν ἄξιος εἶ, οὐδ' ἂν λάβῃς, εἴσῃ καλῶς τὸ ληφθέν. ∆ιὰ τοῦτο οὐκ ἀναγκάζει ὁ Χριστὸς, ἀλλὰ προτρέπει, φειδόμενος ἡμῶν. Ἐπειδὴ γὰρ ἐδόκουν πολλὰ διαθρυλλεῖν, ἰδίᾳ θορυβούμενοι πρὸς τὸ εἰρημένον, φησίν· Οὐ χρεία θορύβου καὶ ταραχῆς. Εἰ μὴ νομίζετε μυρίων ἀγαθῶν αἴτιον εἶναι τὸ εἰρημένον, καὶ ἐφ' ὑμῶν συμβαῖνον, οὐ βιάζομαι, οὐδὲ ἀναγκάζω, ἀλλ' εἴ τις θέλει ἀκολουθεῖν,τοῦτον καλῶ. Μὴ γὰρ δὴ τοῦτο νομίζετε εἶναι τὴν ἀκολούθησιν, ὃ ποιεῖτε νῦν ἑπόμενοί μοι. Πολλῶν ὑμῖν δεῖ πόνων, πολλῶν κινδύνων, εἰ μέλλοιτε ὀπίσω μου ἰέναι. Οὐ γὰρ δὴ, ὦ Πέτρε, ἐπειδὴ Υἱόν με ὡμολόγησας Θεοῦ, διὰ τοῦτο μόνον προσδοκᾷν ὀφείλεις στεφάνους, καὶ νομίζειν ἀρκεῖν εἰς σωτηρίαν σοι τοῦτο, καὶ ἀδείας λοιπὸν ἀπολαύειν, ὡς τὸ πᾶν ἐργασάμενος. ∆ύναμαι μὲν γὰρ, ἅτε Υἱὸς ὢν Θεοῦ, μηδὲ ἀφεῖναί σε πεῖραν τῶν δεινῶν λαβεῖν· οὐ βούλομαι δὲ διὰ σὲ, ἵνα καὶ αὐτός τι συνεισενέγκῃς, καὶ δοκιμώτερος γένῃ. Οὐδὲ γὰρ εἴ τις ἀγωνοθέτης εἴη, καὶ φίλον ἀθλητὴν ἔχοι, βουληθείη ἂν χάριτι αὐτὸν στεφανῶσαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν οἰκείων πόνων· καὶ διὰ τοῦτο μάλιστα, ἐπειδὴ αὐτὸν φιλεῖ. Οὕτω καὶ ὁ Χριστός· οὓς μάλιστα φιλεῖ, τούτους μάλιστα βούλεται καὶ οἴκοθεν εὐδοκιμεῖν, οὐκ ἀπὸ τῆς αὐτοῦ βοηθείας μόνης. Ὅρα δὲ πῶς καὶ ἀνεπαχθῆ ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἰς αὐτοὺς περιίστησι μόνους τὰ δεινὰ, ἀλλὰ καὶ κοινὸν τὸ δόγμα τῇ οἰκουμένῃ προτίθησι λέγων· Εἴ τις θέλει· κἂν γυνὴ, κἂν ἀνὴρ, κἂν ἄρχων, κἂν ἀρχόμενος, ταύτην ἐρχέσθω τὴν ὁδόν. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, τρία δέ ἐστι τὰ λεγόμενα· τὸ, Ἀπαρνησάσθω ἑαυτὸν, καὶ τὸ, Ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ τὸ, Ἀκολουθείτω μοι· καὶ τὰ μὲν δύο συνέζευκται, τὸ δὲ ἓν καθ' ἑαυτὸ τέθειται. Ἀλλ' ἴδωμεν πρότερον τί ποτέ ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Μάθωμεν πρότερον τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ποτέ ἐστιν ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστιν ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ οἰκέτην, ἢ ὁντιναοῦν, κἂν μαστιζόμενον ἴδῃ, κἂν δεσμούμενον, κἂν ἀπαγόμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ παρίσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτὸν, ἅτε ἅπαξ ἀπαλλοτριωθείς. Οὕτω τοίνυν βούλεται τοῦ σώματος ἀφειδεῖν τοῦ ἡμετέρου, ἵνα κἂν μαστίζωσι, κἂν ἐλαύνωσι, κἂν καίωσι, κἂν ὁτιοῦν ποιῶσι, μὴ φεισώμεθα. Τοῦτο γάρ ἐστι φείσασθαι. Ἐπεὶ καὶ οἱ πατέρες τότε φείδονται τῶν ἐγγόνων, ὅταν διδασκάλοις αὐτὰ παραδιδόντες, κελεύωσιν αὐτῶν μὴ φείδεσθαι. Οὕτω καὶ ὁ Χριστός· οὐκ εἶπε, Μὴ φεισάσθω ἑαυτοῦ, ἀλλ' ἐπιτεταμένως, Ἀπαρνησάσθω ἑαυτόν· τουτέστι, Μηδὲν ἐχέτω κοινὸν πρὸς ἑαυτὸν, ἀλλ' ἐκδιδότω τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου ταῦτα πάσχοντος, οὕτω διακείσθω. Καὶ οὐκ εἶπεν, Ἀρνησάσθω, ἀλλ', Ἀπαρνησάσθω· καὶ τῇ μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν πάλιν ἐμφαίνων τὴν ὑπερβολήν. Καὶ γὰρ πλέον τοῦτο ἐκείνου ἐστί. βʹ. Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Τοῦτο ἐξ ἐκείνου γίνεται. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι μέχρι ῥημάτων καὶ ὕβρεων καὶ ὀνειδῶν δεῖ ἀπαρνήσασθαι ἑαυτὸν, λέγει καὶ μέχρι πόσου ἀπαρνεῖσθαι ἑαυτὸν δεῖ· τουτέστι, μέχρι θανάτου, καὶ θανάτου ἐπονειδίστου. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀπαρνησάσθω ἑαυτὸν μέχρι θανάτου, ἀλλ' Ἀράτω τὸν σταυρὸν αὐτοῦ, τὸν ἐπονείδιστον θάνατον δηλῶν· καὶ ὅτι οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ διὰ παντὸς τοῦ βίου τοῦτο δεῖ ποιεῖν. ∆ιηνεκῶς γὰρ, φησὶ, περίφερε τὸν θάνατον τοῦτον, καθ' ἡμέραν ἕτοιμος ἔσο πρὸς σφαγήν. Ἐπειδὴ γὰρ πολλοὶ χρημάτων μὲν κατεφρόνησαν καὶ τρυφῆς καὶ δόξης, θανάτου δὲ οὐχ ὑπερεῖδον, ἀλλ' ἔδεισαν κινδύνους· ἐγὼ, φησὶ, καὶ μέχρις αἵματος παλαίειν τὸν ἀγωνιστὴν βούλομαι τὸν ἐμὸν, καὶ ἕως σφαγῆς τὰ σκάμματα γίνεσθαι· ὥστε κἂν θάνατον ὑπομεῖναι δέῃ, κἂν θάνατον τὸν ἐπονείδιστον, κἂν θάνατον τὸν ἐπάρατον, κἂν ἐπὶ πονηρᾷ ὑπολήψει, πάντα γενναίως φέρειν, καὶ ταύτῃ μᾶλλον ἀγάλλεσθαι. Καὶ ἀκολουθείτω μοι. Ἐπειδὴ γὰρ ἔστι καὶ πάσχοντα μὴ ἀκολουθεῖν, ὅταν μὴ δι' αὐτόν τις πάθῃ· (καὶ γὰρ λῃσταὶ πολλὰ χαλεπὰ πάσχουσι, καὶ τυμβωρύχοι καὶ γόητες·) ἵνα μὴ νομίσῃς, ὅτι ἀρκεῖ τῶν δεινῶν ἡ φύσις, προστίθησι τὴν ὑπόθεσιν τῶν δεινῶν. Τίς δέ ἐστιν αὕτη· Ἵνα ταῦτα ποιῶν καὶ πάσχων αὐτῷ ἀκολουθῇς· ἵνα δι' αὐτὸν πάντα ὑπομένῃς· ἵνα καὶ τὴν ἄλλην ἀρετὴν ἔχῃς. Καὶ γὰρ καὶ τοῦτο δηλοῖ τὸ, Ἀκολουθείτω μοι· ὥστε μὴ μόνον ἀνδρείαν τὴν ἐν τοῖς δεινοῖς, ἀλλὰ καὶ σωφροσύνην, καὶ ἐπιείκειαν, καὶ πᾶσαν ἐπιδείκνυσθαι φιλοσοφίαν. Τοῦτο γάρ ἐστιν ἀκολουθεῖν ὡς χρὴ, τὸ καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὸ δι' αὐτὸν πάντα πάσχειν. Εἰσὶ γὰρ οἳ τῷ διαβόλῳ ἀκολουθοῦντες καὶ ταῦτα πάσχουσι, καὶ δι' ἐκεῖνον τὰς ψυχὰς αὐτῶν ἐκδιδόασιν· ἀλλ' ἡμεῖς διὰ τὸν Χριστὸν, μᾶλλον δὲ δι' ἡμᾶς αὐτούς· ἐκεῖνοι μὲν, ἵνα ἑαυτοὺς βλάψωσι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἡμεῖς δὲ, ἵνα κερδήσωμεν ἑκατέραν τὴν ζωήν. Πῶς οὖν οὐκ ἐσχάτης βλακείας, μηδὲ τὴν αὐτὴν τοῖς ἀπολλυμένοις ἐπιδείκνυσθαι ἀνδρείαν, καὶ ταῦτα τοσούτους μέλλοντας καρποῦσθαι στεφάνους; Καίτοιγε ἡμῖν μὲν καὶ ὁ Χριστὸς πάρεστι βοηθῶν, ἐκείνοις δὲ οὐδείς. Εἶπε μὲν οὖν ἤδη καὶ τοῦτο τὸ ἐπίταγμα, ὅτε ἔπεμπεν αὐτοὺς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε· (Ἀποστέλλω γὰρ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων, φησί· καὶ, Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε·) νυνὶ δὲ ἐπιτεταμένως μᾶλλον καὶ αὐστηρότερον. Τότε μὲν γὰρ θάνατον εἶπε μόνον· ἐνταῦθα δὲ καὶ σταυροῦ ἐμνημόνευσε, καὶ σταυροῦ διηνεκοῦς. Ἀράτω γὰρ, φησὶ, τὸν σταυρὸν αὐτοῦ· τουτέστι, Βασταζέτω διηνεκῶς, καὶ φερέτω. Καὶ τοῦτο ποιεῖν εἴωθε πανταχοῦ, οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν τὰ μείζονα τῶν παραγγελμάτων εἰσάγων, ἵνα μὴ ξενίζωνται οἱ ἀκούοντες. Εἶτα, ἐπειδὴ σφοδρὸν ἐδόκει εἶναι τὸ εἰρημένον, ὅρα πῶς αὐτὸ διὰ τῶν ἑξῆς παραμυθεῖται, καὶ τίθησιν ἔπαθλα ὑπερβάλλοντα τοὺς ἱδρῶτας· καὶ οὐκ ἔπαθλα μόνον, ἀλλὰ καὶ τὰ τῆς κακίας ἐπίχειρα. Καὶ γὰρ τούτοις ἐνδιατρίβει μᾶλλον, ἢ ἐκείνοις· ἐπειδήπερ οὐχ οὕτως ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν αὐστηρῶν ἀπειλὴ τοὺς πολλοὺς σωφρονίζειν εἴωθε. Σκόπει γοῦν πῶς καὶ ἐντεῦθεν ἄρχεται, καὶ εἰς τοῦτο τελευτᾷ. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει, φησὶν, αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἀφειδῶν ὑμῶν, ἀλλὰ καὶ σφόδρα φειδόμενος, ταῦτα ἐπιτάττω. Καὶ γὰρ ὁ φειδόμενος τοῦ παιδίου αὐτοῦ, ἀπόλλυσιν αὐτό· ὁ δὲ μὴ φειδόμενος, διασώζει. Ὃ καί τις σοφὸς ἔλεγεν, ὅτι Ἐὰν παίσῃς τὸν υἱόν σου ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ· καὶ πάλιν, Ὁ περιψύχων τὸν υἱὸν αὐτοῦ, καταδήσει τραύματα αὐτοῦ. Τοῦτο καὶ ἐπὶ στρατοπέδου γίνεται. Ἂν γὰρ ὁ στρατηγὸς, φειδόμενος τῶν στρατιωτῶν, ἔνδον κελεύῃ μένειν διαπαντὸς, καὶ τοὺς ἔνδον αὐτοῖς προσαπολεῖ. Ἵν' οὖν μὴ καὶ ἐφ' ὑμῶν τοῦτο συμβαίνῃ, φησί· ∆εῖ πρὸς τὸν διηνεκῆ θάνατον ὑμᾶς παρατετάχθαι. Καὶ γὰρ καὶ νῦν πόλεμος ἀναῤῥιπίζεσθαι μέλλει χαλεπός. Μὴ τοίνυν καθίσῃς ἔνδον, ἀλλ' ἐξέρχου καὶ πολέμει· κἂν πέσῃς ἐν τῇ παρατάξει, τότε ἔζησας. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν πολέμων ὁ παρατεταγμένος εἰς σφαγὴν, οὗτος τῶν ἄλλων εὐδοκιμώτερος καὶ ἀνάλωτος μᾶλλον, καὶ τοῖς πολεμίοις φοβερώτερος, καίτοιγε μετὰ θάνατον οὐκ ἰσχύοντος αὐτὸν ἀναστῆσαι τοῦ βασιλέως, ὑπὲρ οὗ τὰ ὅπλα τίθεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πολέμων τούτων, ὅτε καὶ ἀναστάσεως ἐλπίδες τοσαῦται, ὁ προβαλλόμενος εἰς θάνατον τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει αὐτήν· ἑνὶ μὲν τρόπῳ, ὅτι οὐ ταχέως ἁλώσεται· δευτέρῳ δὲ, ὅτι κἂν πέσῃ, ἐπὶ μείζονα αὐτὴν χειραγωγήσει ζωήν. γʹ. Εἶτα ἐπειδὴ εἶπεν, ὅτι Ὁ θέλων σῶσαι, ἀπολέσει αὐτὴν, ὃς δ' ἂν ἀπολέσῃ, σώσει, κἀκεῖ σωτηρίαν καὶ ἀπώλειαν, καὶ ἐνταῦθα σωτηρίαν καὶ ἀπώλειαν τέθεικεν· ἵνα μὴ νομίσῃ τις ἴσην εἶναι τὴν ἀπώλειαν ταύτην κἀκείνην, καὶ τὴν σωτηρίαν, ἀλλὰ μάθῃ σαφῶς, ὅτι τοσοῦτον ἐκείνης τῆς σωτηρίας καὶ ταύτης τὸ μέσον, ὅσον ἀπωλείας καὶ σωτηρίας· καὶ ἐκ τῶν ἐναντίων καθάπαξ ἐπάγει ταῦτα κατασκευάζων. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, φησὶν, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Εἶδες πῶς ἡ παρὰ τὸ δέον αὐτῆς σωτηρία, ἀπώλεια, καὶ ἀπωλείας ἁπάσης χείρων, ἅτε καὶ ἀνίατος οὖσα, τῷ μηδὲν εἶναι λοιπὸν τὸ ἐξωνούμενον αὐτήν; Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι τὴν ψυχὴν αὐτοῦ ἔσωσεν ὁ κινδύνους διαφυγὼν τοὺς τοιούτους, ἀλλὰ μετὰ τῆς ψυχῆς αὐτοῦ θὲς καὶ τὴν οἰκουμένην ἅπασαν, καὶ τί τὸ πλέον ἐντεῦθεν αὐτῷ ἐκείνης ἀπολλυμένης; Εἰπὲ γάρ μοι, εἰ τοὺς οἰκέτας ἴδοις τοὺς σοὺς ἐν τρυφῇ, σαυτὸν δὲ ἐν κακοῖς ἐσχάτοις, ἆρα κερδανεῖς ἐκ τοῦ δεσπότης εἶναί τι; Οὐδαμῶς. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου, ὅταν τῆς σαρκὸς τρυφώσης καὶ πλουτούσης, αὕτη τὴν μέλλουσαν ἀπώλειαν ἀναμένῃ. Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Πάλιν ἐπιμένει τῷ αὐτῷ. Μὴ γὰρ ἑτέραν ψυχὴν ἔχεις δοῦναι ἀντὶ ψυχῆς; φησί. Χρήματα μὲν γὰρ ἂν ἀπολέσῃς, δυνήσῃ δοῦναι χρήματα· κἂν οἰκίαν, κἂν ἀνδράποδα, κἂν ὁτιοῦν ἕτερον τῶν κτημάτων· ψυχὴν δὲ ἂν ἀπολέσῃς, ἑτέραν οὐ δυνήσῃ ἐπιδοῦναι ψυχήν· ἀλλὰ κἂν τὸν κόσμον ἔχῃς, κἂν βασιλεὺς τῆς οἰκουμένης ᾖς, οὐχ οἷός τε ἔσῃ τὰ τῆς οἰκουμένης πάντα καταβαλὼν μετὰ τῆς οἰκουμένης αὐτῆς, ψυχὴν ἀγοράσαι μίαν. Καὶ τί θαυμαστὸν εἰ ἐπὶ ψυχῆς τοῦτο συμβαίνει; Καὶ γὰρ καὶ ἐπὶ σώματος τοῦτο γινόμενον ἴδοι τις ἄν. Κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ, κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς, καὶ πόλεις, καὶ χρήματα. Οὕτω τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου· μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐπὶ τῆς ψυχῆς· καὶ πάντα τὰ ἄλλα ἀφεὶς, εἰς ταύτην ἅπασαν ἀνάλισκε τὴν σπουδήν. δʹ. Μὴ δὴ τῶν ἀλλοτρίων φροντίζων, ἀμέλει σαυτοῦ καὶ τῶν σῶν· ὃ νῦν ἅπαντες ποιοῦσιν, ἐοικότες τοῖς τὰ μέταλλα ἐργαζομένοις. Οὐδὲ γὰρ ἐκείνοις ὄφελος τῆς ἐργασίας ταύτης, οὐδὲ τοῦ πλούτου· ἀλλὰ καὶ πολὺ τὸ βλάβος, ὅτι τε κινδυνεύουσιν εἰκῆ, καὶ ὅτι ἑτέροις κινδυνεύουσιν, οὐδὲν ἐκ τῶν ἱδρώτων ἐκείνων καὶ τῶν θανάτων καρπούμενοι. Τούτους καὶ νῦν εἰσι πολλοὶ οἱ μιμούμενοι, οἱ ἑτέροις μεταλλεύοντες πλοῦτον· μᾶλλον δὲ καὶ τούτων ἀθλιώτεροι, ὅσῳ καὶ γέεννα ἡμᾶς ἀναμένει μετὰ τοὺς πόνους τούτους. Ἐκείνους μὲν γὰρ ἵστησι τῶν ἱδρώτων ἐκείνων ὁ θάνατος· ἡμῖν δὲ ἀρχὴ μυρίων κακῶν ὁ θάνατος γίνεται. Εἰ δὲ λέγοις, ὅτι ἀπολαύεις τῶν σῶν πόνων πλουτῶν, δεῖξον τὴν ψυχὴν εὐφρανθεῖσαν, καὶ τότε πείθομαι. Τῶν γὰρ ἐν ἡμῖν κυριώτερον ἡ ψυχή. Εἰ δὲ τὸ σῶμα πιαίνεται, τηκομένης ἐκείνης, οὐδὲν αὕτη πρὸς σὲ ἡ εὐθηνία ὥσπερ οὖν τῆς δούλης εὐφραινομένης, οὐδὲν πρὸς τὴν δέσποιναν ἀπολλυμένην ἡ τῆς θεραπαινίδος εὐημερία, οὐδὲ ἡ τῆς στολῆς εὐκοσμία πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν· ἀλλ' ἐρεῖ σοι πάλιν ὁ Χριστός· Τί δώσει ἄνθρωπος ἀντάλλαγμα ὑπὲρ τῆς ψυχῆς αὐτοῦ; ἄνω καὶ κάτω περὶ ἐκείνην σε στρέφεσθαι κελεύων, καὶ αὐτῆς μόνης ποιεῖσθαι λόγον. Φοβήσας τοίνυν ἐντεῦθεν, καὶ ἀπὸ τῶν ἀγαθῶν παραμυθεῖται. Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες πῶς δόξα μία Πατρὸς καὶ Υἱοῦ; Εἰ δὲ δόξα μία, εὔδηλον ὅτι καὶ οὐσία μία. Εἰ γὰρ ἐν οὐσίᾳ μιᾷ διαφορὰ δόξης (Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, καίτοι μιᾶς οὔσης οὐσίας), πῶς ἂν ὧν ἡ δόξα μία, ἡ οὐσία ἑτέρα νομισθείη; Οὐδὲ γὰρ εἶπεν, Ἐν δόξῃ τοιαύτῃ οἵᾳ ὁ Πατὴρ, ἵνα πάλιν παραλλαγήν τινα ὑποπτεύσῃς· ἀλλὰ τὸ ἀπηκριβωμένον δεικνὺς, Ἐν αὐτῇ ἐκείνῃ τῇ δόξῃ, φησὶν, ἥξει, ὡς μίαν αὐτὴν ὑποπτεύεσθαι καὶ τὴν αὐτήν. Τί τοίνυν φοβῇ, Πέτρε, φησὶ, θάνατον ἀκούων; Τότε με γὰρ ὄψει ἐν τῇ δόξῃ τοῦ Πατρός. Εἰ δὲ ἐγὼ ἐν δόξῃ, καὶ ὑμεῖς. Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ὑμέτερα· ἀλλ' ἑτέρα τις ὑμᾶς διαδέξεται λῆξις ἀμείνων Ἀλλ' ὅμως εἰπὼν τὰ χρηστὰ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ τὰ φοβερὰ ἀνέμιξε, τὸ δικαστήριον ἐκεῖνο εἰς μέσον ἀγαγὼν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους, καὶ τὴν ψῆφον τὴν ἀδέκαστον, καὶ τὴν κρίσιν τὴν ἀνεξαπάτητον. Οὐ μὴν ἀφῆκε σκυθρωπὸν μόνον φανῆναι τὸν λόγον, ἀλλὰ καὶ χρησταῖς ἀνέμιξεν ἐλπίσιν. Οὐδὲ γὰρ εἶπε, Τότε κολάσει τοὺς ἡμαρτηκότας, ἀλλ', Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τοῦτο δὲ ἔλεγεν οὐχὶ τοὺς ἡμαρτηκότας κολάσεως ἀναμιμνήσκων μόνον, ἀλλὰ καὶ τοὺς κατωρθωκότας βραβείων καὶ στεφάνων. Ἀλλ' αὐτὸς μὲν, ἵνα καὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀνακτήσηται, ταῦτα εἴρηκεν· ἐγὼ δὲ φρίττω ἀεὶ ταῦτα ἀκούων· οὐ γάρ εἰμι τῶν στεφανουμένων. Οἶμαι δὲ καὶ ἑτέρους ἡμῖν κοινωνεῖν τοῦ φόβου καὶ τῆς ἀγωνίας. Τίνα γὰρ οὐχ ἱκανὸν τοῦτο πτοῆσαι τὸ ῥῆμα, εἰς τὸ συνειδὸς εἰσελθόντα τὸ ἑαυτοῦ, καὶ ποιῆσαι φρίττειν, καὶ πεῖσαι ὅτι σάκκου ἡμῖν χρεία, καὶ νηστείας ἐπιτεταμένης μᾶλλον. ἢ τῷ δήμῳ τῶν Νινευϊτῶν; Οὐ γὰρ ὑπὲρ καταστροφῆς πόλεως καὶ τῆς κοινῆς τελευτῆς ὁ λόγος ἡμῖν, ἀλλ' ὑπὲρ τῆς κολάσεως τῆς αἰωνίου, καὶ τοῦ πυρὸς τοῦ μὴ σβεννυμένου. εʹ. ∆ιὸ καὶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς ἐπαινῶ καὶ θαυμάζω τῶν τε ἄλλων ἕνεκεν, καὶ διὰ ταύτην τὴν ῥῆσιν. Ἐκεῖνοι γὰρ μετὰ τὸ ἀριστοποιήσασθαι, μᾶλλον δὲ μετὰ τὸ δεῖπνον· (ἄριστον γὰρ οὐκ ἴσασί ποτε· καὶ γὰρ ἴσασιν ὅτι πένθους ὁ παρὼν καιρὸς καὶ νηστείας·) μετὰ τὸ δεῖπνον τοίνυν λέγοντές τινας εὐχαριστηρίους ὕμνους εἰς τὸν Θεὸν, καὶ ταύτης μέμνηνται τῆς φωνῆς. Καὶ εἰ βούλεσθε καὶ αὐτῶν ἀκοῦσαι τῶν ὕμνων, ἵνα καὶ αὐτοὶ λέγητε συνεχῶς, πᾶσαν ὑμῖν ἀπαγγελῶ τὴν ᾠδὴν ἐκείνην τὴν ἱεράν. Ἔχει τοίνυν τὰ ῥήματα αὐτῆς οὕτως· Εὐλογητὸς ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί· πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας Ἀμήν.∆όξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι. Βασιλεῦ. ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι, ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πάντα μὲν οὖν ἄξιον θαυμάσαι τὸν ὕμνον τοῦτον, μάλιστα δὲ τουτὶ τὸ τέλος. Ἐπειδὴ γὰρ ἡ τράπεζα καὶ ἡ τροφὴ διαχέειν εἴωθε καὶ βαρύνειν. καθάπερ τινὰ χαλινὸν τὴν ῥῆσιν ταύτην ἐπιτιθέασι τῇ ψυχῇ, παρὰ τὸν καιρὸν τῆς ἀνέσεως τοῦ καιροῦ τῆς κρίσεως αὐτὴν ἀναμιμνήσκοντες. Ἔμαθον γὰρ τί ἔπαθεν Ἰσραὴλ ἀπὸ τραπέζης πολυτελοῦς. Ἔφαγε γὰρ, φησὶ, καὶ ἐπαχύνθη. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. ∆ιὸ καὶ Μωϋσῆς ἔλεγε· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Μετὰ γὰρ ἐκείνην τὴν τράπεζαν τὰ παράνομα αὐτοῖς ἐτολμήθη τότε ἐκεῖνα τολμήματα. Σκόπει τοίνυν καὶ σὺ, μὴ τοιοῦτόν τι πάθῃς. Κἂν γὰρ μὴ λίθῳ θύσῃς, μηδὲ χρυσῷ, καὶ πρόβατα καὶ μόσχους, σκόπει μὴ θυμῷ θύσῃς τὴν σαυτοῦ ψυχὴν, μὴ πορνείᾳ θύσῃς τὴν σωτηρίαν τὴν σὴν, μὴ ἑτέροις τοιούτοις πάθεσι. ∆ιὰ γάρ τοι τοῦτο καὶ ἐκεῖνοι τοὺς κρημνοὺς δεδοικότες τούτους, τραπέζης ἀπολαύσαντες, μᾶλλον δὲ νηστείας (καὶ γὰρ ἡ τράπεζα αὐτῶν νηστεία), τοῦ φοβεροῦ δικαστηρίου καὶ τῆς ἡμέρας ἐκείνης ἑαυτοὺς ἀναμιμνήσκουσιν. Εἰ δὲ ἐκεῖνοι οἱ καὶ νηστείαις, καὶ χαμευνίαις, καὶ ἀγρυπνίαις, καὶ σάκκῳ, καὶ μυρίοις ἑαυτοὺς σωφρονίζοντες, ἔτι καὶ ταύτης δέονται τῆς ὑπομνήσεως· πότε δυνησόμεθα ἡμεῖς ἐπιεικῶς ζῇν, οἱ τραπέζας παρατιθέντες μυρία ναυάγια φερούσας, καὶ μηδὲ ὅλως εὐχόμενοι, μήτε ἐν ἀρχῇ, μήτε ἐν τέλει;
∆ιόπερ ἵνα τὰ ναυάγια ταῦτα λύσωμεν, τὸν ὕμνον ἐκεῖνον εἰς μέσον ἀγαγόντες ἀναπτύξωμεν πάντα, ἵνα τὸ ἐξ αὐτοῦ κέρδος ἰδόντες, καὶ αὐτοὶ συνεχῶς ἐπᾴδωμεναὐτὸν τῇ τραπέζῃ, καὶ τὰ σκιρτήματα τῆς γαστρὸς καταστέλλωμεν, καὶ τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀγγέλων ἐκείνων εἰς τὰς οἰκίας εἰσάγοντες τὰς ἡμετέρας. Ἔδει μὲν γὰρ βαδίζοντας ἐκεῖ, ταῦτα καρπίζεσθαι· ἐπειδὴ δὲ οὐ βούλεσθε, κἂν διὰ τῶν ἡμετέρων λόγων ἀκούσατε τῆς πνευματικῆς ταύτης μελῳδίας, καὶ ἕκαστος μετὰ τὴν τράπεζαν ταῦτα λεγέτω τὰ ῥήματα, ἀρχόμενος οὕτως· Εὐλογητὸς ὁ Θεός. Τὸν γὰρ ἀποστολικὸν εὐθέως πληροῦσι νόμον τὸν κελεύοντα· Πᾶν ὁτιοῦν ποιοῦμεν ἐν λόγῳ ἢ ἐν ἔργῳ, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Εἶτα ἡ εὐχαριστία οὐχ ὑπὲρ τῆς μιᾶς ἡμέρας ἐκείνης μόνης, ἀλλ' ὑπὲρ παντὸς τοῦ βίου γίνεται. Ὁ τρέφων γάρ με, φησὶν, ἐκ νεότητός μου. Καὶ διδασκαλία φιλοσοφίας ἐντεῦθεν. Τοῦ γὰρ Θεοῦ τρέφοντος, οὐ χρὴ μεριμνᾷν. Εἰ γὰρ βασιλέως σοι ὑποσχομένου παρέχειν ἐκ τῶν αὐτοῦ ταμιείων τὴν καθημερινὴν τροφὴν, ἐθάρσησας ἂν λοιπόν· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς παρέχῃ, καὶ πάντα σοι ὥσπερ ἐκ πηγῶν ἐπιῤῥέῃ, πάσης φροντίδος ἀπηλλάχθαι δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ ταῦτα λέγουσιν, ἵνα καὶ ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτῶν μαθητευομένους πείσωσι πᾶσαν ἀποδύσασθαι μέριμναν βιωτικήν. Εἶτα, ἵνα μὴ νομίσῃς ὅτι ὑπὲρ ἑαυτῶν μόνων τὴν εὐχαριστίαν ταύτην ἀναφέρουσιν, ἐπάγουσι λέγοντες, Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὑπὲρ παντὸς εὐχαριστοῦντες τοῦ κόσμου· καὶ καθάπερ πατέρες τῆς οἰκουμένης ἁπάσης, οὕτω τὰς ὑπὲρ ἁπάντων εὐφημίας ἀναφέρουσι, καὶ εἰς φιλαδελφίαν ἑαυτοὺς ἀλείφουσι γνησίαν. Οὐδὲ γὰρ δύνανται μισεῖν ἐκείνους, ὑπὲρ ὧν, ὅτι τρέφονται, εὐχαριστοῦσι τῷ Θεῷ. Εἶδες καὶ τὴν ἀγάπην διὰ τῆς εὐχαριστίας εἰσαγομένην, καὶ μέριμναν ἐκβαλλομένην βιωτικὴν, καὶ διὰ τῶν ἔμπροσθεν καὶ διὰ τούτων; Εἰ γὰρ πᾶσαν τρέφει σάρκα, πολλῷ μᾶλλον τοὺς ἀνακειμένους αὐτῷ· εἰ γὰρ τοὺς βιωτικαῖς ἐνδεδεμένους φροντίσι, πολλῷ μᾶλλον τοὺς τούτων ἀπηλλαγμένους. Τοῦτο καὶ ὁ Χριστὸς κατασκευάζων ἔλεγε· Πόσων στρουθίων διαφέρετε ὑμεῖς; Ταῦτα δὲ ἔλεγε, παιδεύων μὴ θαῤῥεῖν πλούτῳ καὶ γῇ καὶ σπέρμασιν. Οὐ γὰρ ταῦτά ἐστι τὰ τρέφοντα, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος. Ἀπὸ τούτων καὶ Μανιχαίους, καὶ τοὺς Οὐαλεντίνου, καὶ πάντας τοὺς τὰ ἐκείνων νοσοῦντας ἐπιστομίζουσιν. Οὐ γὰρ δὴ πονηρὸς οὗτος, ὁ πᾶσι προθεὶς τὰ ἑαυτοῦ, καὶ τοῖς βλασφημοῦσιν αὐτόν. Εἶτα ἡ αἴτησις· Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν. Ποίας ἄρα χαρᾶς λέγει; μὴ τῆς βιωτικῆς; Μὴ γένοιτο· οὐ γὰρ ἂν, εἰ ταύτην ἤθελον, ὀρῶν κορυφὰς κατελάμβανον καὶ ἐρημίας, καὶ σάκκον περιεβάλλοντο· ἀλλ' ἐκείνην λέγουσι τὴν χαρὰν, τὴν οὐδὲν κοινὸν ἔχουσαν πρὸς τὸν παρόντα βίον, τὴν τῶν ἀγγέλων, τὴν ἄνω. Καὶ οὐχ ἁπλῶς αὐτὴν αἰτοῦσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ὑπερβολῆς· οὐ γὰρ λέγουσι, ∆ὸς, ἀλλὰ, Πλήρωσον· καὶ οὐ λέγουσιν, Ἡμᾶς, ἀλλὰ, Τὰς καρδίας ἡμῶν. Αὕτη γὰρ μάλιστα καρδίας χαρά· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία λύπην εἰσήγαγεν, ἀξιοῦσι διὰ τῆς χαρᾶς τὴν δικαιοσύνην αὐτοῖς ἐμφυτευθῆναι· οὐ γὰρ ἂν ἄλλως ἐγγένοιτο χαρά. Ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθόν. Ὅρα τὴν εὐαγγελικὴν ἐκείνην πληροῦντας ῥῆσιν, τὴν λέγουσαν· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ταύτην δὲ αὐτὴν ζητοῦντας διὰ τὰ πνευματικά. Ἵνα γὰρ περισσεύωμεν, φησὶν, εἰς πᾶν ἔργον ἀγαθόν. Οὐκ εἶπον, Ἵνα τὸ ὀφειλόμενον μόνον ποιῶμεν, ἀλλ' ἵνα καὶ πλέον τῶν ἐπιτεταγμένων· τοῦτο γάρ ἐστιν, Ἵνα περισσεύωμεν. Καὶ παρὰ μὲν τοῦ Θεοῦ τὴν αὐτάρκειαν ζητοῦσιν ἐν τοῖς ἀναγκαίοις· αὐτοὶ δὲ οὐ μετὰ αὐταρκείας βούλονται ὑπακούειν μόνον, ἀλλὰ μετὰ περιουσίας πολλῆς, καὶ ἐν ἅπασι. Τοῦτο δούλων εὐγνωμόνων, τοῦτο φιλοσόφων ἀνδρῶν, τὸ ἀεὶ καὶ ἐν πᾶσι περισσεύειν. Εἶτα πάλιν ἀναμιμνήσκοντες ἑαυτοὺς τὴν οἰκείαν ἀσθένειαν, καὶ ὡς οὐδὲν ἄνευ τῆς ἄνωθεν ῥοπῆς γενναῖον δύναται γενέσθαι, εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπάγουσιν· Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ σοι δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν· ἴσον τῇ ἀρχῇ τὸ τέλος ὑφαίνοντες δι' εὐχαριστίας. ʹ. Εἶτα πάλιν δοκοῦσι μὲν ἐκ προοιμίων ἄρχεσθαι, τοῦ αὐτοῦ δὲ ἔχονται λόγου. Ὥσπερ καὶ ὁ Παῦλος ἐν προοιμίῳ Ἐπιστολῆς καταλύσας εἰς δοξολογίαν, καὶ εἰπὼν, Κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν· ἄρχεται τῆς ὑποθέσεως πάλιν ὑπὲρ ἧς ἔγραφε. Καὶ πάλιν ἀλλαχοῦ εἰπών· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν· οὐκ ἀπήρτισε τὸν λόγον, ἀλλ' ἄρχεται πάλιν. Μὴ τοίνυν μηδὲ τούτοις ἐγκαλῶμεν τοῖς ἀγγέλοις ὡς ἀτάκτως ποιοῦσιν, οἳ καταλύσαντες εἰς δοξολογίαν, πάλιν ἄρχονται τῶν ὕμνων τῶν ἱερῶν. Ἀποστολικοῖς γὰρ ἕπονται νόμοις, ἀπὸ δοξολογίας ἀρχόμενοι καὶ εἰς τοῦτο τελευτῶντες, καὶ μετὰ τὴν τελευτὴν ταύτην προοιμιαζόμενοι πάλιν. ∆ιὸ λέγουσι· ∆όξα σοι, Κύριε, δόξα σοι, Ἅγιε, δόξα σοι, Βασιλεῦ, ὅτι ἔδωκας ἡμῖν βρώματα εἰς εὐφροσύνην. Οὐδὲ γὰρ ὑπὲρ τῶν μεγάλων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μικρῶν δεῖ εὐχαριστεῖν. Εὐχαριστοῦσι δὲ καὶ ὑπὲρ τούτων, καταισχύνοντες τὴν Μανιχαίων αἵρεσιν, καὶ ὅσοι τὴν παροῦσαν ζωὴν πονηρὰν εἶναι λέγουσιν. Ἵνα γὰρ μὴ, διὰ τὴν ἄκραν φιλοσοφίαν καὶ τὴν ὑπεροψίαν τῆς γαστρὸς, ὑποπτεύσῃς περὶ αὐτῶν ὡς τὰ σῖτα βδελυττομένων, οἷον περὶ ἐκείνων τῶν ἀπαγχονιζόντων ἑαυτοὺς, διὰ τῆς εὐχῆς σε παιδεύουσιν, ὅτι οὐ βδελυττόμενοι τὰ κτίσματα τοῦ Θεοῦ, τῶν πλειόνων ἀπέχονται, ἀλλ' ἢ φιλοσοφίαν ἀσκοῦντες. Καὶ ὅρα πῶς ἀπὸ τῆς εὐχαριστίας τῶν ἤδη δοθέντων, καὶ περὶ τῶν μειζόνων δυσωποῦσι, καὶ οὐ μένουσιν ἐπὶ τῶν βιωτικῶν, ἀλλ' ἀναβαίνουσιν ὑπὲρ τοὺς οὐρανοὺς, καί φασι· Πλήρωσον ἡμᾶς Πνεύματος ἁγίου. Οὐδὲ γὰρ ἔστιν εὐδοκιμεῖν ὡς χρὴ, μὴ πληρωθέντα τῆς χάριτος ἐκείνης· καθάπερ οὐκ ἔστι γενναῖόν τι ποιεῖν ἢ μέγα, μὴ τῆς τοῦ Χριστοῦ ῥοπῆς ἀπολαύσαντα. Ὥσπερ οὖν εἰπόντες, Ἵνα περισσεύωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, ἐπήγαγον, Ἐν Χριστῷ Ἰησοῦ· οὕτω καὶ ἐνταῦθα λέγουσι, Πλῆσον ἡμᾶς Πνεύματος ἁγίου, ἵνα εὑρεθῶμεν ἐνώπιόν σου εὐαρεστήσαντες. Εἶδες πῶς ὑπὲρ τῶν βιωτικῶν μὲν οὐκ εὔχονται, ἀλλ' εὐχαριστοῦσι μόνον· ὑπὲρ δὲ τῶν πνευματικῶν καὶ εὐχαριστοῦσι καὶ εὔχονται; Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Σκόπει δὲ καὶ ἑτέραν αὐτῶν φιλοσοφίαν. Ἵνα εὑρεθῶμεν γὰρ, φησὶ, ἐνώπιόν σου εὐαρεστήσαντες, μὴ αἰσχυνόμενοι. Οὐ γὰρ μέλει ἡμῖν τῆς παρὰ τῶν πολλῶν αἰσχύνης, φησίν· ἀλλ' ὅσα ἂν εἴπωσιν οἱ ἄνθρωποι περὶ ἡμῶν γελῶντες, ὀνειδίζοντες, οὐδὲ ἐπιστρεφόμεθα· ὁ δὲ ἀγὼν ἡμῖν ἅπας, ὥστε μὴ τότε αἰσχυνθῆναι. Ὅταν δὲ ταῦτα εἴπωσι, καὶ τὸν τοῦ πυρὸς ἐπεισάγουσι ποταμὸν, καὶ τὰ ἔπαθλα καὶ τὰ βραβεῖα. Οὐκ εἶπον, Ἵνα μὴ κολασθῶμεν, ἀλλ', Ἵνα μὴ αἰσχυνθῶμεν. Τοῦτο γὰρ ἡμῖν πολὺ φοβερώτερον γεέννης, τὸ δόξαι προσκεκρουκέναι τῷ ∆εσπότῃ. Ἀλλ' ἐπειδὴ τοὺς πολλοὺς οὐ φοβεῖ τοῦτο, καὶ παχυτέρους, ἐπάγουσιν· Ὅτε ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἶδες ἡλίκα ἡμᾶς ὤνησαν οἱ ξένοι καὶ παρεπίδημοι οὗτοι, οἱ τῆς ἐρήμου πολῖται· μᾶλλον δὲ οἱ τῶν οὐρανῶν πολῖται; Ἡμεῖς μὲν γὰρ τῶν οὐρανῶν ξένοι, πολῖται δὲ τῆς γῆς· οὗτοι δὲ τοὐναντίον. Μετὰ δὲ τὸν ὕμνον τοῦτον πολλῆς ἐμπλησθέντες κατανύξεως, καὶ θερμῶν καὶ πολλῶν δακρύων, οὕτως ἐπὶ ὕπνον βαδίζουσι, τοσοῦτον αὐτοῦ σπῶντες, ὅσον μικρὸν ἀναπαύσασθαι. Καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν, ἐν εὐχαριστίαις καὶ ψαλμωδίαις διάγοντες. Οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην ἀσκοῦσι τὴν φιλοσοφίαν, τὴν ἀσθένειαν τῆς φύσεως τῇ περιουσίᾳ τῆς προθυμίας νικῶσαι. Αἰσχυνθῶμεν τοίνυν τὴν ἐκείνων εὐτονίαν οἱ ἄνδρες ἡμεῖς, καὶ παυσώμεθα τοῖς παροῦσι προστετηκότες, τῇ σκιᾷ, τοῖς ὀνείρασι, τῷ καπνῷ. Καὶ γὰρ τὸ πλέον τῆς ζωῆς ἡμῶν ἐν ἀναισθησίᾳ. Ἥ τε γὰρ πρώτη ἡλικία πολλῆς γέμει τῆς ἀνοίας· ἡ δὲ πρὸς τὸ γῆρας ὁδεύουσα πάλιν, πᾶσαν τὴν ἐν ἡμῖν αἴσθησιν καταμαραίνει· καὶ ὀλίγον ἐστὶ τὸ μέσον, τὸ δυνάμενον μετὰ αἰσθήσεως τρυφῆς ἀπολαῦσαι· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο καθαρῶς τούτου μετέχει, μυρίων φροντίδων καὶ πόνων λυμαινομένων αὐτῷ. ∆ιὸ παρακαλῶ, τὰ ἀκίνητα καὶ ἀθάνατα ζητήσωμεν ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν οὐδέποτε γῆρας ἔχουσαν. Ἔστι γὰρ καὶ πόλιν οἰκοῦντα τὴν τῶν μοναχῶν φιλοσοφίαν ζηλοῦν· ἔστι γὰρ καὶ γυναῖκα ἔχοντα, καὶ ἐν οἰκίᾳ στρεφόμενον, καὶ εὔχεσθαι, καὶ νηστεύειν, καὶ κατανενύχθαι. Ἐπεὶ καὶ οἱ παρὰ τὴν ἀρχὴν ὑπὸ τῶν ἀποστόλων κατηχηθέντες τὰς μὲν πόλεις ᾤκουν, τῶν δὲ τὰς ἐρημίας κατειληφότων τὴν εὐλάβειαν ἐπεδείκνυντο· καὶ ἕτεροι δὲ πάλιν ἐργαστηρίων προεστηκότες, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Καὶ οἱ προφῆται δὲ πάντες καὶ γυναῖκας εἶχον καὶ οἰκίας, ὡς ὁ Ἡσαΐας, ὡς ὁ Ἰεζεχιὴλ, ὡς ὁ μέγας Μωϋσῆς, καὶ οὐδὲν ἐντεῦθεν εἰς ἀρετὴν παρεβλάβησαν. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσαντες, διαπαντὸς εὐχαριστήσωμεν τῷ Θεῷ, διαπαντὸς ὑμνῶμεν αὐτὸν, καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἐπιμελώμεθα, καὶ τὴν ἐν ταῖς ἐρημίαις φιλοσοφίαν εἰς τὰς πόλεις εἰσαγάγωμεν· ἵνα καὶ παρὰ Θεῷ εὐάρεστοι καὶ τοῖς ἀνθρώποις δόκιμοι φανῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου