ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμω νος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβα στρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.

αʹ. Ἡ γυνὴ αὕτη δοκεῖ μὲν εἶναι μία καὶ ἡ αὐτὴ παρὰ τοῖς εὐαγγελισταῖς ἅπασιν, οὐκ ἔστι δέ· ἀλλὰ παρὰ μὲν τοῖς τρισὶ μία τις εἶναί μοι δοκεῖ καὶ ἡ αὐτή· παρὰ δὲ τῷ Ἰωάννῃ οὐκέτι· ἀλλ' ἑτέρα τις θαυμαστὴ, ἡ τοῦ Λαζάρου ἀδελφή. Οὐχ ἁπλῶς δὲ τῆς λέπρας μέμνηται τοῦ Σίμωνος ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δείξῃ πόθεν θαῤῥοῦσα προσῆλθεν ἡ γυνή. Ἐπειδὴ γὰρ ἡ λέπρα σφόδρα ἐδόκει ἀκάθαρτον εἶναι πάθος καὶ βδελυκτὸν, εἶδε δὲ τὸν Ἰησοῦν καὶ θεραπεύσαντα τὸν ἄνθρωπον (οὐ γὰρ ἂν εἵλετο μεῖναι παρὰ τῷ λεπρῷ), καὶ καταχθέντα παρ' αὐτῷ, ἐθάρσησεν ὅτι καὶ τὴν τῆς ψυχῆς αὐτῆς  ἀκαθαρσίαν  ἀποσμήξει  ῥᾳδίως.  Οὐχ ἁπλῶς  δὲ  καὶ  τὴν  πόλιν  φησὶ,  τὴν Βηθανίαν,  ἀλλ'  ἵνα  μάθῃς,  ὅτι  ἑκὼν  ἐπὶ  τὸ  πάθος  ἔρχεται. 


Ὁ γὰρ  πρὸ τούτου διαδιδράσκων αὐτοὺς, ὅτε μάλιστα ἐξήφθη αὐτῶν ἡ βασκανία, τότε πλησίον ἔρχεται ὡς  ἀπὸ  σταδίων  δεκαπέντε·  οὕτως  οἰκονομίας  ἦν  καὶ  τὸ  πρότερον  ἀναχωρεῖν. Ἰδοῦσα τοίνυν αὐτὸν ἡ γυνὴ, καὶ τὸ θαῤῥεῖν λαβοῦσα ἐντεῦθεν, προσῄει. Εἰ γὰρ ἡ αἱμοῤῥοοῦσα, καίτοι  οὐδὲν  ἑαυτῇ  συνειδυῖα  τοιοῦτον,  διὰ  τὴν  ἀπὸ  τῆς  φύσεως δοκοῦσαν εἶναι ἀκαθαρσίαν, τρέμουσα καὶ δεδοικυῖα προσῆλθε· πολλῷ μᾶλλον ταύτην ὀκνεῖν καὶ ἀναδύεσθαι εἰκὸς ἦν, διὰ τὸ πονηρὸν συνειδός. ∆ιὸ καὶ μετὰ πολλὰς  γυναῖκας,  τὴν Σαμαρεῖτιν, τὴν Χαναναίαν, τὴν αἱμοῤῥοοῦσαν, καὶ ἑτέρας πλείους προσέρχεται, διὰ τὸ πολλὴν ἑαυτῇ συνειδέναι ἀσέλγειαν· καὶ οὐδὲ δημοσίᾳ, ἀλλ' ἐν οἰκίᾳ. Καὶ πάντων  τῶν ἄλλων  ὑπὲρ θεραπείας προσερχομένων σωματικῆς μόνον, αὕτη τιμῆς ἕνεκεν προσῄει μόνης, καὶ τῆς κατὰ ψυχὴν διορθώσεως. Οὐδὲ γάρ τι τοῦ σώματος ἀνάπηρος ἦν· ὥστε καὶ διὰ τοῦτο μάλιστα ἄν τις αὐτὴν θαυμάσειε. Καὶ οὐδὲ ὡς  ἀνθρώπῳ  προσῄει ψιλῷ·  οὐ γὰρ ἂν  ταῖς  θριξὶ κατέμαξεν·  ἀλλ' ὡς μείζονι ἢ κατὰ ἄνθρωπον. ∆ιὰ τοῦτο ὃ παντὸς τοῦ σώματος τιμιώτερον  ἦν μέλος, τοῦτο πρὸς τοὺς πόδας ἤνεγκε τοῦ Χριστοῦ, τὴν κεφαλὴν τὴν ἑαυτῆς. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, φησὶ, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπε· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Τοὺς πτωχοὺς γὰρ πάντοτε  ἔχετε μεθ' ἑαυτῶν,  ἐμὲ δὲ οὐ πάντοτε  ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου  ἐὰν  κηρυχθῇ  τὸ εὐαγγέλιον  τοῦτο  ἐν  ὅλῳ  τῷ  κόσμῳ, λαληθήσεται  καὶ  ὃ ἐποίησεν  αὕτη  εἰς μνημόσυνον  αὐτῆς. Καὶ πόθεν   αὐτοῖς  αὕτη  ἡ διάνοια; Ἤκουον τοῦ διδασκάλου λέγοντος, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, καὶ τοῖς Ἰουδαίοις ἐγκαλοῦντος, ὅτι τὰ βαρύτερα ἠφίεσαν, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν, καὶ πολλὰ ἐν τῷ ὄρει περὶ ἐλεημοσύνης διαλεχθέντος  καὶ ἀπὸ τούτων  συνελογίζοντο πρὸς ἑαυτοὺς καὶ ἐνενόουν, ὅτι εἰ ὁλοκαυτώματα οὐ προσίεται, οὐδὲ τὴν παλαιὰν λατρείαν, πολλῷ μᾶλλον τοῦ ἐλαίου τὴν χρίσιν. Ἀλλ' οὗτοι μὲν οὕτως ἐνόμιζον· ὁ δὲ τὴν διάνοιαν  αὐτῆς ὁρῶν, ἀφίησι. Καὶ γὰρ πολλὴ ἡ εὐλάβεια ἦν, καὶ ἄφατος ἡ σπουδή· διὸ καὶ σφόδρα συγκαταβαίνων, συνεχώρησε καὶ κατὰ τῆς κεφαλῆς αὐτοῦ χυθῆναι  τὸ ἔλαιον. Εἰ γὰρ ἄνθρωπος γενέσθαι, καὶ κυοφορηθῆναι, καὶ γαλακτοτροφηθῆναι  οὐ παρῃτήσατο, τί θαυμάζεις εἰ τοῦτο οὐ διακρούεται; Ὥσπερ γὰρ ὁ Πατὴρ αὐτοῦ κνίσης ἠνέσχετο καὶ καπνοῦ, οὕτω καὶ αὐτὸς τῆς πόρνης, ὅπερ ἔφθην εἰπὼν, τὴν αὐτῆς διάνοιαν ἀποδεχόμενος. Καὶ γὰρ ὁ Ἰακὼβ στήλην ἤλειψε τῷ Θεῷ, καὶ ἐν ταῖς θυσίαις ἔλαιον  προσήγετο, καὶ οἱ ἱερεῖς μύρῳ ἐχρίοντο. Ἀλλ' οἱ μαθηταὶ τὴν γνώμην αὐτῆς οὐκ εἰδότες, ἀκαίρως ἐμέμφοντο, καὶ δι' ὧν ἐνεκάλουν, δεικνύουσι τῆς γυναικὸς  τὴν φιλοτιμίαν.  Εἰπόντες γὰρ, ὅτι Ἠδύνατο τριακοσίων δηναρίων πραθῆναι, ἔδειξαν ὅσον ἀνάλωσεν εἰς τὸ μύρον αὕτη, καὶ ὅσην ἐπεδείξατο τὴν μεγαλοψυχίαν.  ∆ιὸ καὶ ἐπετίμα αὐτοῖς, λέγων· Τί κόπους παρέχετε τῇ γυναικί; Καὶ λογισμὸν προστίθησι, βουλόμενος αὐτοὺς πάλιν ἀναμνῆσαι τοῦ πάθους· Εἰς τὸν ἐνταφιασμόν  μου γὰρ, φησὶν,  ἐποίησε. Καὶ ἕτερον  λογισμόν· Τοὺς πτωχοὺς  γὰρ πάντοτε  ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε  ἔχετε· καὶ, Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον,  λαληθήσεται  καὶ ὃ ἐποίησεν αὕτη. Εἶδες πῶς πάλιν  τὴν εἰς τὰ ἔθνη ἔξοδον προαναφωνεῖ,  καὶ ταύτῃ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ θανάτου, εἴγε τοσαύτη μετὰ τὸν σταυρὸν ἡ δύναμις ἐκλάμψει, ὡς πανταχοῦ τῆς γῆς ἐκχυθῆναι τὸ κήρυγμα; Τίς οὖν οὕτως ἄθλιος, ὡς πρὸς τοσαύτην ἀντιβλέψαι ἀλήθειαν; Ἰδοὺ γὰρ ὅπερ εἶπε, γέγονε· καὶ ὅπουπερ ἂν ἀπέλθῃς τῆς οἰκουμένης, ὄψει καὶ ταύτην ἀνακηρυττομένην.  Καίτοι οὐδὲ  τὸ  πρόσωπον  ἐπίσημον  ἦν,  οὔτε  μάρτυρας ἔχον πολλοὺς, οὔτε ἐν θεάτρῳ τὸ γεγενημένον, ἀλλ' ἐν οἰκίᾳ, καὶ ἐν οἰκίᾳ λεπροῦ τινος, τῶν μαθητῶν μόνων παρόντων. βʹ. Τίς οὖν αὐτὸ ἐξήχησε καὶ διαδοθῆναι ἐποίησεν; Ἡ τοῦ ταῦτα λέγοντος  δύναμις. Καὶ βασιλέων μὲν μυρίων καὶ στρατηγῶν ἀνδραγαθήματα, ὧν καὶ τὰ ὑπομνήματα μένει, σεσίγηνται· καὶ πόλεις ἀναστήσαντες, καὶ τείχη περιβαλόντες, καὶ πολέμους νικήσαντες, καὶ τρόπαια στήσαντες, καὶ ἔθνη πολλὰ δουλωσάμενοι, οὐδὲ ἐξ ἀκοῆς, οὐδὲ ἐξ ὀνόματός εἰσι γνώριμοι,  καίτοι καὶ ἀνδριάντας ἀναστήσαντες καὶ νόμους θέντες· ὅτι δὲ πόρνη γυνὴ ἔλαιον ἐξέχεεν ἐν οἰκίᾳ λεπροῦ τινος, δέκα ἀνδρῶν παρόντων, τοῦτο πάντες ᾄδουσι κατὰ τὴν οἰκουμένην, καὶ χρόνος τοσοῦτος διῆλθε, καὶ ἡ μνήμη τοῦ γενομένου οὐκ ἐμαράνθη· ἀλλὰ καὶ Πέρσαι, καὶ Ἰνδοὶ, καὶ Σκύθαι, καὶ Θρᾷκες, καὶ Σαυρομάται, καὶ τὸ Μαύρων γένος, καὶ οἱ τὰς Βρεττανικὰς νήσους οἰκοῦντες τὸ ἐν Ἰουδαίᾳ γενόμενον λάθρα ἐν οἰκίᾳ  παρὰ  γυναικὸς  πεπορνευμένης  περιφέρουσι.  Μεγάλη  ἡ  φιλανθρωπία   τοῦ ∆εσπότου. Πόρνης ἀνέχεται,  πόρνης  πόδας  φιλούσης,  καὶ  βρεχούσης ἐλαίῳ,  καὶ καταμασσούσης ταῖς θριξὶ, καὶ προσίεται, καὶ ἐπιτιμᾷ τοῖς ἐγκαλοῦσιν. Οὐδὲ γὰρ ἔδει ὑπὲρ τοσαύτης σπουδῆς ἐξαπορηθῆναι  τὴν  γυναῖκα.  Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἦσαν λοιπὸν  ὑψηλοὶ  καὶ πρόθυμοι πρὸς ἐλεημοσύνην.  Καὶ διατί  μὴ ἁπλῶς  εἶπεν, ὅτι Ἔργον καλὸν ἐποίησεν· ἀλλὰ πρότερον, Τί κόπους παρέχετε τῇ γυναικί; Ἵνα μάθωσι μὴ ἐκ προοιμίων τὰ ὑψηλότερα τοὺς ἀσθενεστέρους ἀπαιτεῖν.
∆ιὰ τοῦτο οὐδὲ αὐτὸ καθ' ἑαυτὸ ἁπλῶς τὸ πρᾶγμα ἐξετάζει, ἀλλὰ μετὰ τοῦ προσώπου τῆς γυναικός. Καίτοι εἰ ἐνομοθέτει, οὐκ ἂν προσέθηκε τὴν γυναῖκα· ἀλλ' ἵνα μάθῃς, ὅτι δι' αὐτὴν ταῦτα εἴρηται, ἵνα μὴ τὴν βλαστήσασαν αὐτῆς πίστιν πηρώσωσιν, ἀλλ' ἐκθρέψωσι μᾶλλον,  διὰ τοῦτό φησι, παιδεύων  ἡμᾶς ὅπερ ἂν γίνηται  καλὸν  παρ' ὁτουοῦν, κἂν μὴ σφόδρα ἠκριβωμένον  ᾖ, δέχεσθαι αὐτὸ καὶ θάλπειν,  καὶ ἐπὶ τὸ μεῖζον ἄγειν, καὶ μὴ παρὰ τὴν ἀρχὴν πᾶσαν ἐπιζητεῖν  ἀκρίβειαν. Ἐπεὶ ὅτι γε καὶ αὐτὸς τοῦτο μᾶλλον ἠβούλετο, δῆλον ἐξ ὧν καὶ γλωσσόκομον βαστάζεσθαι ἐκέλευσεν, ὁ μὴ ἔχων  ποῦ τὴν  κεφαλὴν  κλῖναι.  Ἀλλὰ τότε οὐκ ἀπῄτει  τοῦτο ὁ καιρὸς, ὥστε διορθῶσαι τὸ γεγενημένον, ἀλλ' ὥστε ἀποδέξασθαι μόνον. Ὥσπερ γὰρ εἴ τις αὐτὸν ἤρετο χωρὶς τοῦ ποιῆσαι τοῦτο τὴν γυναῖκα, οὐκ ἂν τοῦτο ἀπεφήνατο· οὕτως  ἐπειδὴ  ἐποίησεν,  εἰς  ἓν  ὁρᾷ λοιπὸν,  ὅπως  ἂν  μὴ διαπορηθῇ  ἐκ τῆς  τῶν μαθητῶν  ἐπιτιμήσεως,  ἀλλ'  ἐκ  τῆς  αὐτοῦ  θεραπείας  εὐθυμοτέρα  γενομένη  καὶ ἀμείνων  ἀπέλθῃ. Καὶ γὰρ μετὰ τὸ χυθῆναι  τὸ ἔλαιον, οὐδὲ καιρὸν εἶχεν αὐτῶν ἡ ἐπιτίμησις.  Καὶ σὺ  τοίνυν   ἂν  μέν  τινα  ἴδῃς  σκεύη  κατασκευάσαντα  ἱερὰ  καὶ προσάγοντα,   ἢ   ἄλλον    τινὰ   Ἐκκλησίας   κόσμον   περὶ   τοίχους   καὶ   ἔδαφος φιλοπονοῦντα,  μὴ κέλευε πραθῆναι, ἢ ἀνατραπῆναι τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτοῦ  τὴν  προθυμίαν.  Ἂν  δὲ  πρὶν  ἢ  κατασκευάσαι τις  ἔρηται,  κέλευε  δοθῆναι πτωχοῖς· ἐπεὶ καὶ αὐτὸς, ὥστε μὴ πηρῶσαι τὴν γνώμην τῆς γυναικὸς, τοῦτο ἐποίησε, καὶ ὅσα φησὶν, εἰς παραμυθίαν αὐτῆς λέγει. Εἶτα ἐπειδὴ εἶπεν, Εἰς τὸν ἐνταφιασμόν μου  ἐποίησεν·  ἵνα   μὴ  δόξῃ  ἀπορεῖν   τὴν   γυναῖκα,   τοῦ  τοιούτου   πράγματος ἀναμνήσας, τάφου καὶ θανάτου λέγω, ὅρα διὰ τῶν ἑξῆς πῶς αὐτὴν ἀνακτᾶται πάλιν λέγων· Ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται ὃ ἐποίησεν αὕτη. Τοῦτο δὲ καὶ τῶν μαθητῶν παραμυθία, κἀκείνης παράκλησις καὶ ἔπαινος ἦν. Πάντες γὰρ αὐτὴν, φησὶν, ᾄσονται μετὰ ταῦτα· καὶ νῦν δὲ προανεκήρυξε τὸ πάθος, τὰ πρὸς κηδείαν προσάγουσα· μὴ τοίνυν  τις αὐτῇ ἐπιτιμάτω.  Ἐγὼ γὰρ τοσοῦτον ἀπέχω τοῦ καταδικάσαι αὐτὴν ὡς κακῶς  πεποιηκυῖαν,  ἢ μέμψασθαι ὡς  οὐκ ὀρθῶς  ἐργασαμένην, ὅτι  οὐδὲ ἀφήσω λαθεῖν  τὸ  γεγενημένον,  ἀλλ' ὁ κόσμος εἴσεται τὸ  ἐν  οἰκίᾳ  εἰργασμένον  καὶ  ἐν κρυπτῷ. Καὶ γὰρ ἀπὸ διανοίας εὐλαβοῦς ἦν τὸ γεγενημένον, καὶ πίστεως θερμῆς, καὶ συντετριμμένης ψυχῆς. Καὶ διατί μηδὲν πνευματικὸν ὑπέσχετο τῇ γυναικὶ, ἀλλὰ τὴν εἰς ἀεὶ μνήμην; Ἀπὸ τούτων καὶ περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζων. Εἰ γὰρ ἔργον καλὸν  ἐποίησεν, εὔδηλον  ὅτι καὶ μισθὸν ἄξιον λήψεται.  Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ παραδώσω ὑμῖν αὐτόν; Τότε, πότε; Ὅτε ταῦτα ἐλέγετο, ὅτε εἶπεν, Εἰς τὸν ἐνταφιασμόν· καὶ οὐδὲ ἐντεῦθεν κατενύγη, οὔτε ἀκούσας, ὅτι κηρυχθήσεται τὸ εὐαγγέλιον πανταχοῦ, ἔδεισε· (καὶ γὰρ δυνάμεως ἀφάτου τὸ εἰρημένον ἦν·) ἀλλ' ὅτε γυναῖκες  τοσαύτην  ἐπεδείξαντο  τιμὴν,  καὶ  γυναῖκες  πεπορνευμέναι,  τότε αὐτὸς τὰ διαβόλου εἰργάζετο. Τί δήποτε λέγουσιν αὐτοῦ τὸ παράσημον; Ὅτι ἦν καὶ ἄλλος Ἰούδας. Καὶ οὐδὲ παραιτοῦνται εἰπεῖν, ὅτι ἀπὸ τῶν δώδεκα ἦν· οὕτως οὐδὲν κρύπτουσι τῶν δοκούντων εἶναι ἐπονειδίστων. Καίτοι ἐνῆν εἰπεῖν οὕτως ἁπλῶς, ὅτι τῶν μαθητῶν αὐτοῦ τις ἦν· ἦσαν γὰρ καὶ ἄλλοι. Νῦν δὲ προστιθέασι, Τῶν δώδεκα, ὡσανεὶ ἔλεγον, τοῦ πρώτου χοροῦ τῶν ἀριστίνδην ἐξειλεγμένων, τῶν μετὰ Πέτρου καὶ Ἰωάννου.  Ἑνὸς γὰρ αὐτοῖς  ἔμελε, τῆς ἀληθείας  μόνης, οὐ τοῦ συσκιάσαι τὰ γινόμενα.  ∆ιὰ τοῦτο  τῶν  μὲν  σημείων  πολλὰ  παρατρέχουσι, τῶν  δὲ δοκούντων ἐπονειδίστων εἶναι οὐδὲν ἀποκρύπτονται, ἀλλὰ κἂν ῥῆμα, κἂν πρᾶγμα, κἂν ὁτιοῦν ᾖ τοιοῦτον, μετὰ παῤῥησίας ἀνακηρύττουσι. γʹ. Καὶ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ τὰ ὑψηλότερα φθεγγόμενος Ἰωάννης. Αὐτὸς γὰρ μάλιστα λέγει καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη τὰ εἰς αὐτὸν γενόμενα. Καὶ ὅρα πόση ἡ κακία τοῦ Ἰούδα, ὅταν αὐτομάτως προσίῃ, ὅταν ἀργυρίου τοῦτο ποιῇ, καὶ ἀργυρίου τοσούτου. Ὁ δὲ Λουκᾶς φησιν, ὅτι τοῖς στρατηγοῖς συνέθετο. Ἐπειδὴ γὰρ ἐστασίαζον οἱ Ἰουδαῖοι, τοὺς τῆς εὐταξίας αὐτῶν  ἐπιμελησομένους  ἐπέστησαν αὐτοῖς  οἱ  Ῥωμαῖοι.  Καὶ γὰρ  ἡ  ἀρχὴ  αὐτῶν μεταπεσοῦσα λοιπὸν  ἦν  κατὰ τὴν  προφητείαν.  Τούτοις οὖν  προσελθών  φησι· Τί θέλετέ  μοι δοῦναι, κἀγὼ  ὑμῖν  παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ  τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Καὶ γὰρ ἐδεδοίκει τὸν ὄχλον, καὶ μόνον ἀπολαβεῖν ἤθελεν. Ὢ τῆς ἀνοίας! πῶς αὐτὸν καθάπαξ ἐπήρωσεν ἡ φιλαργυρία! Ὁ γὰρ πολλάκις ἰδὼν αὐτὸν διὰ μέσου διελθόντα, καὶ μὴ κατασχεθέντα, καὶ τῆς αὐτοῦ θεότητος καὶ δυνάμεως πολλὰς παρασχόντα τὰς ἀποδείξεις, προσεδόκησεν αὐτὸν καθέξειν· καὶ ταῦτα, τοσαῦτα αὐτῷ κατεπᾴδοντα καὶ φοβερὰ καὶ προσηνῆ ῥήματα, ὥστε καταλῦσαι τὴν πονηρὰν ταύτην ἔννοιαν. Οὐδὲ γὰρ ἐν τῷ δείπνῳ ταύτης ἀπέστη τῆς ἐπιμελείας, ἀλλ' ἕως ἐσχάτης ἡμέρας ὑπὲρ τούτων αὐτῷ διελέγετο. Ἀλλ' οὐδὲν ἐκεῖνος ἐκέρδανεν. Οὐ μὴν διὰ τοῦτο ὁ ∆εσπότης ἐπαύσατο τὰ αὐτοῦ ποιῶν. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, μὴ διαλιμπάνωμεν  πάντα ποιοῦντες εἰς τοὺς ἁμαρτάνοντας καὶ ῥᾳθύμους, νουθετοῦντες, διδάσκοντες, παρακαλοῦντες, παραινοῦντες, συμβουλεύοντες, κἂν μηδὲν ὠφελῶμεν. Καὶ γὰρ ὁ Χριστὸς προῄδει τὸ ἀδιόρθωτον τοῦ προδότου· ἀλλ' ὅμως οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων, καὶ νουθετῶν,  καὶ  ἀπειλῶν,  καὶ  ταλανίζων,  καὶ  οὐδαμοῦ σαφῶς,  οὐδὲ δήλως,  ἀλλ' ἐπικεκρυμμένως.   Ἐν  αὐτῷ   δὲ  τῷ   καιρῷ   τῆς   προδοσίας  καὶ  φιλῆσαι   αὐτὸν κατεδέξατο· ἀλλ' οὐδὲν ἐκεῖνον ὤνησε τοῦτο. Τοσοῦτον ἡ φιλαργυρία κακόν· αὕτη γὰρ αὐτὸν καὶ προδότην καὶ ἱερόσυλον ἐποίησεν. Ἀκούσατε, πάντες οἱ φιλάργυροι, οἱ τὸ τοῦ Ἰούδα νόσημα ἔχοντες· ἀκούσατε καὶ φυλάξασθε τὸ πάθος. Εἰ γὰρ ὁ συνὼν τῷ Χριστῷ, καὶ σημεῖα ἐργασάμενος, καὶ τοσαύτης ἀπολαύσας διδασκαλίας, ἐπειδὴ μὴ ἀπηλλάγη  τοῦ νοσήματος, εἰς τοσοῦτον κατηνέχθη  βάραθρον· πολλῷ  μᾶλλον ὑμεῖς,  οἱ  μηδὲ  Γραφῶν  ἀκούοντες,  οἱ  διαπαντὸς  τοῖς  παροῦσι  προσηλωμένοι, εὐάλωτοι τῷ πάθει τούτῳ γενήσεσθε, εἰ μὴ συνεχοῦς ἀπολαύοιτε ἐπιμελείας. Καθ' ἑκάστην ἡμέραν συνῆν  ἐκεῖνο. τῷ μὴ ἔχοντι  ποῦ τὴν  κεφαλὴν  κλῖναι,  καὶ καθ' ἑκάστην ἐπαιδεύετο τὴν ἡμέραν, δι' ἔργων, διὰ ῥημάτων, μὴ χρυσίον, μὴ ἀργύριον, μὴ δύο χιτῶνας  ἔχειν, καὶ  ὅμως οὐκ ἐσωφρονίσθη· καὶ πῶς σὺ προσδοκᾷς διαφεύξεσθαι τὸ νόσημα, μὴ σφοδρᾶς ἀπολαύων  θεραπείας, καὶ πολλῇ τῇ σπουδῇ κεχρημένος;  ∆εινὸν  γὰρ, δεινὸν  τουτὶ  τὸ  θηρίον·  ἀλλ' ὅμως  ἂν  ἐθέλῃς,  ῥᾳδίως περιέσῃ. Οὐ γάρ ἐστιν ἡ ἐπιθυμία φυσική· καὶ δῆλον τοῦτο ἐκ τῶν ἀπηλλαγμένων αὐτῆς. Τὰ γὰρ τῆς φύσεως κοινὰ πάντων  ἐστίν· αὕτη δὲ ἐκ ῥᾳθυμίας ἡ ἐπιθυμία γίνεται μόνης· ἐντεῦθεν φύεται, ἐντεῦθεν αὔξεται· καὶ τοὺς πρὸς αὐτὴν κεχηνότας ὅταν ἕλῃ, παρὰ φύσιν ποιεῖ ζῇν. Ὅταν γὰρ ἀγνοῶσι τοὺς ὁμοφύλους, τοὺς φίλους, τοὺς ἀδελφοὺς, τοὺς συγγενεῖς, ἅπαντας ἁπλῶς, καὶ μετὰ τούτων καὶ ἑαυτοὺς, παρὰ φύσιν τοῦτό ἐστι ζῇν. Ὅθεν δῆλον, ὅτι παρὰ φύσιν ἡ κακία, καὶ τὸ τῆς φιλαργυρίας νόσημα, ᾧ καὶ Ἰούδας περιπεσὼν, προδότης ἐγένετο. Καὶ πῶς τοιοῦτος γέγονε, φησὶ, κληθεὶς ὑπὸ τοῦ Χριστοῦ; Ὅτι οὐκ ἀναγκαστικὴ τοῦ Θεοῦ ἡ κλῆσις, οὐδὲ βιάζεται τὴν   γνώμην   τῶν   μὴ  βουλομένων   ἀρετὴν   ἑλέσθαι,  ἀλλὰ   παραινεῖ   μὲν   καὶ συμβουλεύει, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πεῖσαι γενέσθαι χρηστούς· εἰ δὲ μὴ ἀνάσχοιντό  τινες, οὐκ ἀναγκάζει. Εἰ δὲ βούλει μαθεῖν, πόθεν αὐτὸς γέγονε τοιοῦτος, εὑρήσεις ἀπὸ τῆς φιλαργυρίας αὐτὸν ἀπολωλότα. Καὶ πῶς ὑπὸ τοῦ πάθους ἑάλω  τούτου; φησίν. Ἐπειδὴ ἐῤῥᾳθύμησεν. Ἐντεῦθεν  γὰρ αἱ τοιαῦται  μεταβολαὶ, ὥσπερ  οὖν  ἀπὸ  σπουδῆς  αἱ  πρὸς  τὸ  ἐναντίον.   Πόσοι γοῦν  βίαιοι  γενόμενοι, προβάτων εἰσὶν ἡμερώτεροι νῦν; πόσοι ἀσελγεῖς, σώφρονες μετὰ ταῦτα κατέστησαν; πόσοι πλεονέκται πρὸ τούτου, νῦν δὲ καὶ τὰ ἑαυτῶν ἔῤῥιψαν; Καὶ τοὐναντίον πάλιν ἀπὸ ῥᾳθυμίας συνέβη. Καὶ γὰρ ὁ Γιεζῆ ἀνδρὶ ἁγίῳ συνέζη, καὶ γέγονε μοχθηρὸς καὶ αὐτὸς ἀπὸ τοῦ αὐτοῦ νοσήματος. Τὸ γὰρ πάντων  χαλεπώτατον  τοῦτο τὸ πάθος. Ἐντεῦθεν τυμβωρύχοι, ἐντεῦθεν ἀνδροφόνοι, ἐντεῦθεν πόλεμοι καὶ μάχαι, καὶ ὅπερ ἂν εἴπῃς κακὸν, ἐντεῦθεν. Καὶ πανταχοῦ ἄχρηστος ὁ τοιοῦτος, ἄν τε στρατηγῆσαι, ἄν τε δημαγωγῆσαι δέῃ· μᾶλλον δὲ οὐκ ἐν τοῖς κοινοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις. Κἂν  γυναῖκα   ἄγεσθαι   μέλλῃ,   οὐ   λήψεται   τὴν   ἐνάρετον,   ἀλλὰ   τὴν   πασῶν φαυλοτάτην· κἂν οἰκίαν πρίασθαι, οὐ τὴν ἐλευθέρῳ πρέπουσαν, ἀλλὰ τὴν πολὺν δυναμένην τὸν μισθὸν ἐνεγκεῖν· κἂν οἰκέτας, κἂν ὁτιοῦν ἕτερον ὠνεῖσθαι μέλλῃ, τὸ φαυλότατον λήψεται. Καὶ τί λέγω στρατηγίαν, καὶ δημαγωγίαν, καὶ οἰκονομίας; Κἂν γὰρ βασιλεὺς ᾖ, πάντων  ἐστὶν ἀθλιώτερος, καὶ λύμη τῆς οἰκουμένης, καὶ πάντων πενέστερος. Ὡς γὰρ εἷς τῶν  πολλῶν  διακείσεται, οὐχὶ τὰ πάντων  αὐτοῦ νομίζων εἶναι, ἀλλ' αὐτὸν ἕνα τῶν πάντων· καὶ τὰ πάντων ἁρπάζων, πάντων ἐλάττονα ἔχειν νομίζει. Τῇ γὰρ τῶν οὐδέπω κτηθέντων  ἐπιθυμίᾳ τὰ παρόντα μετρῶν, οὐδὲν ταῦτα πρὸς ἐκεῖνα εἶναι ἡγήσεται. δʹ. ∆ιὸ καί τίς φησι· Φιλαργύρου μὲν οὐδὲν ἀνομώτερον. Ὁ γὰρ  τοιοῦτος  καὶ  ἑαυτὸν  ἀποδίδοται,  καὶ  κοινὸς  περιέρχεται  τῆς  οἰκουμένης ἐχθρὸς, ἀλγῶν ὅτι μὴ χρυσίον φέρει ἀντὶ τῶν ἀσταχύων ἡ γῆ, καὶ ἀντὶ τῶν ναμάτων αἱ κρῆναι, καὶ ἀντὶ τῶν  λίθων  τὰ ὄρη· δυσχεραίνων  πρὸς τὴν εὐετηρίαν, ἐν τοῖς κοινοῖς ἀγαθοῖς συνεσταλμένος· πᾶσαν ἀποστρεφόμενος πρόφασιν, ὅθεν οὐκ ἔστιν ἀργύριον  λαβεῖν·  πάντα  ὑπομένων,  ὅθεν  καὶ  δύο  συλλέξαι  μόνον  ὀβολοὺς  ἔνι· ἅπαντας μισῶν, τοὺς πένητας, τοὺς πλουτοῦντας· τοὺς μὲν πένητας, μήποτε προσελθόντες αἰτήσωσι· τοὺς δὲ πλουτοῦντας, ὅτι μὴ τὰ ἐκείνων ἔχει. Ἅπαντας τὰ αὐτοῦ  νομίζει  κεκτῆσθαι, καὶ  ὡς  παρὰ  πάντων  ἠδικημένος,  οὕτω  πρὸς πάντας δυσχεραίνει. Πλησμονὴν οὐκ οἶδε, κόρον οὐκ ἐπίσταται, πάντων ἐστὶν ἀθλιώτερος· ὥσπερ οὖν ὁ τούτων ἀπηλλαγμένος καὶ φιλοσοφῶν, ζηλωτότερος πάντων. Ὁ μὲν γὰρ ἐνάρετος, κἂν οἰκέτης ᾖ, κἂν δεσμώτης, πάντων ἐστὶ μακαριώτερος.  Οὐδεὶς γὰρ  αὐτὸν  ποιήσει κακῶς,  οὐδ' ἂν  οἱ  ἐκ τῆς  οἰκουμένης συνέλθωσιν ἅπαντες, ὅπλα καὶ στρατόπεδα κινοῦντες, καὶ πολεμοῦντες αὐτῷ. Ὁ δὲ μοχθηρὸς καὶ φαῦλος, καὶ τοιοῦτος οἷον διεγράψαμεν, κἂν βασιλεὺς ᾖ, κἂν μυρία περικέηται διαδήματα, καὶ παρὰ τοῦ τυχόντος  τὰ ἔσχατα πείσεται. Οὕτως ἡ κακία ἀσθενές· οὕτως ἰσχυρὸν ἡ ἀρετή. Τί τοίνυν πενθεῖς ἐν πενίᾳ ὤν; τί θρηνεῖς ἑορτὴν ἄγων;  καὶ  γὰρ  ἑορτῆς  ὁ  καιρός. Τί κλαίεις;  καὶ  γὰρ  πανήγυρις  ἡ  πτωχεία,  ἂν σωφρονῇς. Τί ὀδύρῃ, παιδίον; παιδίον γὰρ δεῖ τὸν τοιοῦτον καλεῖν. Ἐτύπτησέ σε ὁ δεῖνα; Καὶ τί τοῦτο; καρτερικώτερον  ἐποίησεν. Ἀλλ' ἀφείλετο  χρήματα; Τὸ πλέον ὑπετέμετο τοῦ φορτίου. Ἀλλὰ τὴν δόξαν περιέκοψε; Πάλιν ἄλλης ἐλευθερίας εἶδός μοι λέγεις. Ἄκουσον καὶ τῶν ἔξωθεν ταῦτα φιλοσοφούντων,  καὶ λεγόντων·  Οὐδὲν κακὸν πέπονθας, ἂν μὴ προσποιῇ. Ἀλλὰ τὴν οἰκίαν ἀφείλετο, τὴν μεγάλην ἐκείνην καὶ περιβόλους ἔχουσαν; Ἀλλ' ἰδοὺ πᾶσα ἡ γῆ ἐνώπιόν  σου, τὰ δημόσια οἰκοδομήματα, εἴτε εἰς τέρψιν, εἴτε εἰς χρείαν ἔχειν ἐθέλοις. Καὶ τί τερπνότερον ἢ ὡραιότερον τοῦ στερεώματος τοῦ οὐρανοῦ; Μέχρι τίνος πτωχοὶ  καὶ πένητες; Οὐκ ἔστι πλούσιον εἶναι τὸν μὴ ψυχῇ πλουτοῦντα· ὥσπερ οὐκ ἔνι πτωχὸν εἶναι τὸν μὴ ἐν διανοίᾳ ἔχοντα τὴν πενίαν. Εἰ γὰρ κυριώτερον τοῦ σώματος ἡ ψυχὴ, οὐκ ἰσχύει τὰ ἀκυρότερα αὐτὴν διαθεῖναι πρὸς ἑαυτά· ἀλλ' ἡ κυρία τὰ μὴ οὕτω κύρια πρὸς ἑαυτὴν ἐφέλκεται  καὶ μεταβάλλει. Καὶ γὰρ ἡ καρδία, ὅταν τινὰ δέξηται βλάβην, ἅπαν τὸ σῶμα οὕτω διατίθησι· κἂν δύσκρατος γένηται, τῷ παντὶ λυμαίνεται· κἂν εὔκρατος, τὸ πᾶν ὀνίνησιν. Ἂν δέ τι τῶν λοιπῶν διαφθαρῇ, ταύτης μενούσης ὑγιοῦς, εὐκόλως κἀκείνων  τὴν  λύμην  ἀποτινάσσεται. Ἵνα  δὲ καὶ σαφέστερον ὃ λέγω  ποιήσω, τί κλάδων  ὄφελος,  εἰπέ  μοι, χλωρῶν,  ὅταν  ἡ  ῥίζα μαραίνηται;  τί  δὲ  βλάβος  τῶν ἄνωθεν  ξηρανθέντων  φύλλων,  ταύτης  οὔσης ὑγιοῦς;  Οὕτω  καὶ  ἐνταῦθα οὐδὲν ὄφελος χρημάτων, ψυχῆς οὔσης πενιχρᾶς· οὐδὲ βλάβος πενίας, ψυχῆς οὔσης πλουσίας.  Καὶ πῶς  ἂν  γένοιτο  πλουσία,  φησὶ,  ψυχὴ,  ἐν  πενίᾳ  χρημάτων  οὖσα; Μάλιστα ἂν τότε γένοιτο· τότε γὰρ καὶ πλουτεῖν  εἴωθεν. Εἰ γὰρ, καθὼς πολλάκις ἐδείξαμεν, τοῦτο πλουτοῦντος  τεκμήριον, τὸ καταφρονεῖν  χρημάτων  καὶ μηδενὸς δεῖσθαι, καὶ πενίας πάλιν τὸ δεῖσθαι· εὐκολώτερον δ' ἄν τις ἐν πενίᾳ ἢ ἐν πλούτῳ καταφρονήσειε  χρημάτων·  εὔδηλον  ὅτι  μάλιστα τὸ ἐν  πενίᾳ  εἶναι  μᾶλλον  ποιεῖ πλουτεῖν. Καὶ γὰρ ὅτι μᾶλλον ἐφίεται χρημάτων  ὁ πλούσιος ἢ ὁ πένης, παντί που δῆλον· ὥσπερ ὁ μεθύων μᾶλλον διψᾷ τοῦ μετασχόντος αὐτάρκως τοῦ πόματος. Οὐδὲ γὰρ τοιαύτη ἐστὶν ἡ ἐπιθυμία, ὥστε τῷ πλείονι σβέννυσθαι, ἀλλὰ τοὐναντίον ἀνάπτεσθαι πέφυκε τούτῳ. Καὶ γὰρ τὸ πῦρ ὅταν πλείονα λάβῃ τροφὴν, τότε μάλιστα ἀγριοῦται·  καὶ  ἡ  τῶν  χρημάτων  ἐπιθυμία,  ὅταν  πλέον  ἐμβάλῃς  χρυσίον,  τότε μάλιστα αἴρεται. Εἰ τοίνυν τὸ πλειόνων  ἐφίεσθαι, πενίας, ὁ δὲ ἐν πλούτῳ τοιοῦτος, οὗτος μάλιστα ἐν πενίᾳ. Ὁρᾷς ὅτι τότε μάλιστα πένεται ἡ ψυχὴ, ὅταν πλουτῇ, καὶ τότε  πλουτεῖ,  ὅταν  ἐν  πενίᾳ  ᾖ;  Εἰ  δὲ  βούλει,  καὶ  ἐπὶ  προσώπων  τὸν  λόγον γυμνάσωμεν,  καὶ ἔστωσαν δύο τινὲς,  ὁ μὲν ἔχων  μυρία τάλαντα,  ὁ δὲ δέκα· καὶ ἀμφοτέρους ταῦτα ἀφαιρώμεθα· τίς οὖν μᾶλλον ἀλγήσει; Ὁ τὰ μυρία ἀπολέσας. Οὐκ ἂν δὲ μᾶλλον ἤλγησεν, εἰ μὴ μᾶλλον ἐφίλει· εἰ δὲ μᾶλλον φιλεῖ, μᾶλλον ἐπιθυμεῖ· εἰ δὲ ἐπιθυμεῖ μᾶλλον, μᾶλλόν ἐστιν ἐν πενίᾳ. Τούτου γὰρ μάλιστα ἐπιθυμοῦμεν, οὗ μάλιστα  ἐν  ἐνδείᾳ  ἐσμέν· ἀπὸ  γὰρ  ἐνδείας  ἡ  ἐπιθυμία.  Ἔνθα γὰρ  ἂν  ᾖ  κόρος, ἐπιθυμίαν  οὐκ ἔστιν εἶναι.  Καὶ γὰρ τότε μάλιστα διψῶμεν,  ὅταν  ἐνδεῶς  ἔχωμεν ποτοῦ. Ταῦτα δέ μοι ἅπαντα  εἴρηται, ὥστε δεῖξαι, ὅτι ἂν νήφωμεν,  οὐδεὶς ἡμᾶς λυμανεῖται·  καὶ ὅτι οὐ παρὰ πενίαν,  ἀλλὰ παρ' ἡμᾶς αὐτοὺς ἡ βλάβη γίνεται.  ∆ιὸ παρακαλῶ  πάσῃ σπουδῇ τὴν  νόσον τῆς  φιλαργυρίας  ἐκβαλεῖν,  ἵνα  καὶ ἐνταῦθα πλουτῶμεν, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



37 ΟΜΙΛΙΑ ΠΑʹ. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ ∆ιδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.


αʹ. Πρώτην τῶν ἀζύμων, τὴν πρὸ τῶν ἀζύμων φησίν· εἰώθασι γὰρ ἀπὸ τῆς ἑσπέρας ἀεὶ ἀριθμεῖν τὴν ἡμέραν· καὶ ταύτης μνημονεύει, καθ' ἢν ἐν τῇ ἑσπέρᾳ τὸ πάσχα ἔμελλε θύεσθαι· τῇ γὰρ πέμπτῃ τοῦ σαββάτου προσῆλθον. Καὶ ταύτην ὁ μὲν τὴν πρὸ τῶν ἀζύμων καλεῖ, τὸν καιρὸν λέγων, καθ' ὃν προσῆλθον· ὁ δὲ οὕτω λέγει· Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾖ ἔδει θύεσθαι τὸ πάσχα· τὸ, Ἦλθε, τοῦτο λέγων, Ἐγγὺς ἦν, ἐπὶ θύραις ἦν, τῆς ἑσπέρας δηλονότι μεμνημένος ἐκείνης. Ἀπὸ γὰρ τῆς  ἑσπέρας ἤρχοντο·  διὸ  καὶ  ἕκαστος προστίθησιν, Ὅτε ἐθύετο  τὸ  πάσχα. Καὶ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐκ ἦν αὐτῷ οἰκία, οὐκ ἦν καταγώγιον· ἐγὼ δὲ οἶμαι μηδὲ αὐτοὺς ἔχειν. Ἦ γὰρ ἂν αὐτὸν ἐκεῖ παρεκάλεσαν ἐλθεῖν. Ἀλλ' οὐκ ἦν οὐδὲ τούτοις, πᾶσιν ἀποταξαμένοις λοιπόν. Τίνος δὲ ἕνεκεν τὸ πάσχα ἐπετέλει ∆ιὰ πάντων  δεικνὺς μέχρι τῆς ἐσχάτης ἡμέρας,  ὅτι  οὐ  ἔστιν  ἐναντίος   τῷ  νόμῳ.  Καὶ τί  δήποτε  πρὸς  ἀγνῶτα  πέμπει ἄνθρωπον; ∆εικνὺς κἀντεῦθεν, ὅτι ἠδύνατο μὴ παθεῖν. Ὁ γὰρ τὴν διάνοιαν τούτου πείσας, ὥστε αὐτοὺς ὑποδέξασθαι, καὶ ταῦτα ἀπὸ ῥημάτων, τί οὐκ ἂν εἰργάσατο ἐν τοῖς σταυροῦσιν αὐτὸν, εἴγε ἐβούλετο μὴ παθεῖν; Καὶ ὅπερ ἐπὶ τῆς ὄνου ἐποίησε, τοῦτο καὶ ἐνταῦθα  Καὶ γὰρ ἐκεῖ φησιν· Ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει· οὕτω καὶ ἐνταῦθα· Ὁ ∆ιδάσκαλος εἶπε, Πρὸς σὲ ποιῶ τὸ πάσχα. Ἐγὼ δὲ οὐ τοῦτο θαυμάζω μόνον, ὅτι αὐτὸν ὑπεδέξατο ἄγνωστος ὢν, ἀλλ' ὅτι  προσδοκῶν  ἔχθραν  ἐπισπάσασθαι τοσαύτην  καὶ  πόλεμον  ἄσπονδον, κατεφρόνησε τῆς τῶν πολλῶν ἀπεχθείας. Εἶτα ἐπειδὴ ἠγνόουν, καὶ σημεῖον αὐτοῖς δίδωσιν, οἷον ἐπὶ τοῦ Σαοὺλ ὁ προφήτης  λέγων·  Εὑρήσεις τινὰ  ἀναβαίνοντα  καὶ ἀσκὸν ἔχοντα· καὶ ἐνταῦθα, Κεράμιον βαστάζοντα. Καὶ ὅρα πάλιν τὴν ἐπίδειξιν τῆς δυνάμεως.  Οὐ γὰρ εἶπε μόνον,  Τὸ Πάσχα ποιῶ· ἀλλὰ  καὶ ἕτερον προστίθησιν, Ὁ καιρός   μου   ἐγγύς   ἐστι.  Τοῦτο  δὲ   ἐποίει,   ἅμα   μὲν   τοὺς   μαθητὰς   συνεχῶς ὑπομιμνήσκων  τοῦ πάθους, ὥστε τῇ πυκνότητι  τῆς προῤῥήσεως ἐγγυμνασθέντας μελετῆσαι   τὸ   συμβησόμενον·   ἅμα   δὲ   δεικνὺς   αὐτοῖς   τε   ἐκείνοις,   καὶ   τῷ ὑποδεχομένῳ,  καὶ πᾶσιν Ἰουδαίοις, ὃ πολλάκις  εἶπον, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται. Προστίθησι δὲ, Μετὰ τῶν μαθητῶν μου, ὥστε καὶ ἀρκοῦσαν γενέσθαι τὴν παρασκευὴν, κἀκεῖνον μὴ νομίσαι κρύπτεσθαι αὐτόν. Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν. Βαβαὶ τῆς ἀναισχυντίας, Ἰούδα! Καὶ γὰρ καὶ αὐτὸς ἐκεῖ παρῆν, καὶ ἦλθε κοινωνήσων  καὶ μυστηρίων καὶ ἁλῶν, καὶ παρ' αὐτὴν ἐλέγχεται τὴν τράπεζαν, ὅτε καὶ θηρίον εἰ ἦν, πραότερον ἐγεγόνει  ἄν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἐπισημαίνεται, ὅτι ἐσθιόντων αὐτῶν διαλέγεται περὶ τῆς προδοσίας ὁ Χριστὸς, ἵνα  καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τῆς τραπέζης δείξῃ τὴν  πονηρίαν  τοῦ προδότου. Ὡς γὰρ ἐποίησαν οἱ μαθηταὶ, καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, Ὀψίας γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. Ἐσθιόντων δὲ αὐτῶν εἶπε, φησὶν, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Πρὸ δὲ τοῦ δείπνου καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε. Καὶ ὅρα πῶς φείδεται τοῦ προδότου. Οὐ γὰρ εἶπεν, Ὁ δεῖνά με παραδώσει· ἀλλ', Εἷς ἐξ ὑμῶν,  ὥστε πάλιν  δοῦναι  αὐτῷ  μετανοίας  ἐξουσίαν τῷ  λαθεῖν·  καὶ  αἱρεῖται φοβῆσαι ἅπαντας,  ὑπὲρ τοῦ διασῶσαι τοῦτον.  Ἐξ ὑμῶν  τῶν  δώδεκα,  φησὶ, τῶν πανταχοῦ  μοι  συμπαρόντων,  ὧν  τοὺς  πόδας  ἔνιψα,  οἷς  τοσαῦτα  ἐπηγγειλάμην. Πένθος ἄρα ἀφόρητον  τὸν  χορὸν  τότε  τὸν  ἅγιον  ἐκεῖνον  κατέλαβε.  Καὶ ὁ μὲν Ἰωάννης φησὶν, Ἠποροῦντο, καὶ εἰς ἀλλήλους ἔβλεπον, καὶ ἕκαστος αὐτῶν ἠρώτα δεδοικὼς ὑπὲρ ἑαυτοῦ, καίτοι μηδὲν ἑαυτοῖς συνειδότες τοιοῦτον· οὗτος δέ φησιν, ὅτι  Λυπούμενοι σφόδρα ἤρξαντο  λέγειν  αὐτῷ  ἕκαστος, Μήτι ἐγὼ,  Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὧ ἐγὼβάψας τὸ ψωμίον ἐπιδώσω. Ὅρα πότε αὐτὸν ἐξεκάλυψεν, ὅτε   τοὺς   λοιποὺς   ἀπαλλάξαι   τῆς   ταραχῆς   ταύτης   ἠθέλησε·   καὶ   γὰρ   καὶ ἀποτεθνήκεισαν  τῷ  δέει· διὸ καὶ ἐπέκειντο  ἐρωτῶντες.  Οὐκ ἐκείνους  δὲ ἀνεῖναι βουλόμενος  μόνον  τῆς ἀγωνίας,  τοῦτο ἐποίει, ἀλλὰ καὶ τὸν προδότην διορθῶσαι θέλων. Ἐπειδὴ γὰρ πολλάκις  ἀκούσας ἀδιορίστως, ἀδιόρθωτος ἔμενεν, ἀνάλγητος ὢν, βουλόμενος αὐτοῦ καθικέσθαι μᾶλλον, περιαιρεῖ τὸ προσωπεῖον αὐτοῦ. Ἐπειδὴ γὰρ λυπούμενοι ἤρξαντο λέγειν, Μήτι ἐγὼ, Κύριε; ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς  γέγραπται  περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ  δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη  ὁ ἄνθρωπος ἐκεῖνος. Τινὲς μὲν οὖν φασιν, ὅτι οὕτως ἰταμὸς ἦν, ὡς μὴ τιμᾷν τὸν ∆ιδάσκαλον, ἀλλὰ μετ' αὐτοῦ βάπτειν· ἐμοὶ δὲ δοκεῖ καὶ τοῦτο ποιῆσαι ὁ Χριστὸς, μᾶλλον αὐτὸν ἐντρέπων, καὶ εἰς διάθεσιν ἐπισπώμενος· ἔχει γάρ τι καὶ τοῦτο πλέον. βʹ. Ταῦτα δὲ οὐχ ἁπλῶς παρατρέχειν δεῖ, ἀλλ' ἐμπεπηγέναι ἡμῶν ταῖς διανοίαις, καὶ οὐκ ἄν ποτε χώραν σχοίη θυμός. Τίς γὰρ ἐννοῶν   τὸ  δεῖπνον  ἐκεῖνο,  καὶ  τὸν  προδότην  κατακείμενον  μετὰ  τοῦ  πάντων Σωτῆρος, καὶ  τὸν  προδίδοσθαι μέλλοντα  οὕτως  ἐπιεικῶς  διαλεγόμενον,  οὐκ  ἂν πάντα ἰὸν ἐκβάλοι θυμοῦ καὶ ὀργῆς; Ὅρα γοῦν πῶς πράως αὐτῷ προσφέρεται. Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθώς ἐστι γεγραμμένον περὶ αὐτοῦ. Ταῦτα δὲ πάλιν καὶ τοὺς μαθητὰς ἀνακτώμενος  ἔλεγεν, ἵνα μὴ νομίσωσιν ἀσθενείας εἶναι τὸ πρᾶγμα, καὶ τὸν  προδότην  διορθούμενος.  Οὐαὶ δὲ τῷ ἀνθρώπῳ  ἐκείνῳ  δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ὅρα πάλιν ἐν τοῖς ἐλέγχοις ἄφατον τὴν πραότητα. Οὐδὲ γὰρ ἐνταῦθα καταφορικῶς, ἀλλ' ἐλεεινότερον μᾶλλον τὸν λόγον προσάγει, καὶ συνεσκιασμένως πάλιν· καίτοιγε οὐχ ἡ  ἔμπροσθεν  μόνον  ἀναισθησία, ἀλλὰ  καὶ  ἡ  μετὰ  ταῦτα  ἀναισχυντία  ἀξία  τῆς ἐσχάτης ἀγανακτήσεως  ἦν. Μετὰ γὰρ τὸν  ἔλεγχον  τοῦτόν  φησι· Μήτι ἐγώ  εἰμι, Κύριε; Ὢ τῆς ἀναισθησίας! Ἐξετάζει συνειδὼς  ἑαυτῷ  τοιαῦτα.  Καὶ γὰρ ὁ εὐαγγελιστὴς θαυμάζων αὐτοῦ τὴν ἰταμότητα, τοῦτό φησι. Τί οὖν ὁ πραότατος καὶ ἡμερώτατος Ἰησοῦς; Σὺ εἶπας. Καίτοιγε ἐνῆν εἰπεῖν· Ὦ μιαρὲ καὶ παμμίαρε, ἐναγὲς καὶ  βέβηλε·  τοσοῦτον  χρόνον  ὠδίνων   τὸ  κακὸν,  καὶ  ἀπελθὼν,  καὶ  συμβόλαια σατανικὰ   ποιήσας,  καὶ   ἀργύριον   συνθέμενος   λαμβάνειν,   καὶ   παρ'   ἐμοῦ   δὲ διελεγχθεὶς,  ἔτι τολμᾷς ἐρωτᾷν; Ἀλλ' οὐδὲν τούτων  εἴρηκεν· ἀλλὰ πῶς; Σὺ εἶπας· ὅρους ἡμῖν καὶ κανόνας  ἀνεξικακίας πηγνύς. Ἀλλ' ἐρεῖ τις· Καὶ μὴν εἰ γέγραπται παθεῖν αὐτὸν ταῦτα, διατί ἐγκαλεῖται Ἰούδας; τὰ γὰρ γεγραμμένα ἐποίησεν. Ἀλλ' οὐ ταύτῃ  τῇ  γνώμῃ,  ἀλλὰ  διὰ  πονηρίαν.  Εἰ δὲ  μὴ  τὸν  σκοπὸν  ἐξετάζοις,  καὶ  τὸν διάβολον ἀπαλλάξεις τῶν ἐγκλημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Μυρίων γὰρ ἄξιοι κολάσεων καὶ οὗτος κἀκεῖνος, εἰ καὶ ἡ οἰκουμένη ἐσώθη. Οὐδὲ γὰρ ἡ προδοσία τοῦ Ἰούδα τὴν σωτηρίαν ἡμῖν εἰργάσατο, ἀλλ' ἡ τοῦ Χριστοῦ σοφία, καὶ τῆς αὐτοῦ εὐμηχανίας τὸ εὔπορον, ταῖς ἑτέρων πονηρίαις εἰς τὸ ἡμῖν συμφέρον ἀποχρωμένου. Τί οὖν; φησίν· εἰ καὶ Ἰούδας μὴ προὔδωκεν, ἕτερος οὐκ ἂν προὔδωκε; Καὶ τί τοῦτο πρὸς τὸ ζητούμενον; Ὅτι εἰ σταυρωθῆναι ἔδει τὸν Χριστὸν, φησὶ, διά τινος ἔδει· εἰ δὲ διά τινος ἔδει, δι' ἀνθρώπου πάντως τοιούτου. Εἰ δὲ πάντες ἦσαν ἀγαθοὶ, ἐνεποδίσθη ἂν  ἡ  οἰκονομία  ἡ  ὑπὲρ  ἡμῶν.  Μὴ γένοιτο!  Αὐτὸς γὰρ  ὁ  πάνσοφος  ᾔδει  πῶς οἰκονομήσει τὰ ἡμέτερα, καὶ τούτου συμβάντος· εὔπορος γὰρ αὐτοῦ ἡ σοφία καὶ ἀκατάληπτος.  ∆ιὰ γὰρ τοῦτο ἵνα μή τις νομίσῃ, ὅτι οἰκονομίας ὑπηρέτης ἐγένετο, ταλανίζει  τὸν  ἄνθρωπονἈλλ'  ἐρεῖ  τις  πάλιν·  Καὶ εἰ  καλὸν  ἦν  τὸ  μὴ γεννηθῆναι  αὐτὸν,  τίνος  ἕνεκεν  εἴασεν  εἰς  μέσον ἐλθεῖν,  καὶ  τοῦτον  καὶ  τοὺς πονηροὺς ἅπαντας; ∆έον σε τοῖς πονηροῖς ἐγκαλεῖν, ὅτι κύριοι ὄντες μὴ γενέσθαι τοιοῦτοι, γεγόνασι πονηροὶ, σὺ δὲ τοῦτο ἀφεὶς, πολυπραγμονεῖς  τὰ τοῦ Θεοῦ, καὶ περιεργάζῃ· καίτοι εἰδὼς, ὡς οὐκ ἀνάγκῃ τίς ἐστι πονηρός. Ἀλλὰ τοὺς ἀγαθοὺς ἔδει γενέσθαι μόνους, φησὶ, καὶ γεέννης οὐκ ἦν χρεία, οὐδὲ κολάσεως καὶ τιμωρίας, οὐδὲ κακίας  ἴχνος·  τοὺς δὲ πονηροὺς  ἢ μὴ γενέσθαι,  ἢ γενομένους  εὐθέως  ἀπελθεῖν. Πρῶτον μὲν οὖν ἄξιον πρὸς σὲ εἰπεῖν τὸ ἀποστολικόν· Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος  τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Εἰ δὲ καὶ λογισμοὺς ἀπαιτεῖς, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι μειζόνως θαυμάζονται οἱ ἀγαθοὶ μεταξὺ πονηρῶν  ὄντες· καὶ γὰρ ἡ ἀνεξικακία  καὶ ἡ πολλὴ  φιλοσοφία αὐτῶν τότε μάλιστα δείκνυται. Σὺ δὲ ὑπόθεσιν ἀναιρεῖς παλαισμάτων καὶ ἀγώνων, ταῦτα λέγων. Τί οὖν; ἵνα οὗτοι καλοὶ φανῶσι, κολάζονται ἕτεροι; φησί. Μὴ γένοιτο! ἀλλὰ διὰ τὴν ἑαυτῶν  πονηρίαν. Οὐδὲ γὰρ ἐπειδὴ παρήχθησαν, γεγόνασι πονηροὶ, ἀλλὰ διὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· διὸ καὶ κολάζονται. Πῶς γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι, τοσούτους διδασκάλους ἔχοντες  ἀρετῆς, καὶ μηδὲν ἐντεῦθεν  κερδαίνοντες; Ὥσπερ γὰρ οἱ καλοὶ καὶ ἀγαθοὶ διπλῆς ἄξιοι τιμῆς, ὅτι καὶ χρηστοὶ γεγόνασι, καὶ οὐδὲν παρὰ τῶν πονηρῶν ἐβλάβησαν· οὕτω καὶ οἱ φαῦλοι διπλῆς ἄξιοι κολάσεως, ὅτι τε πονηροὶ γεγόνασι, δυνάμενοι γενέσθαι καλοί (καὶ δηλοῦσιν οἱ γενόμενοι)· καὶ ὅτι  οὐδὲν  ἀπὸ τῶν  ἀγαθῶν  ἐκέρδαναν.  Ἀλλ' ἴδωμεν  τί  φησιν  ὁ δείλαιος  οὗτος διελεγχόμενος  παρὰ τοῦ διδασκάλου. Τί οὖν φησι; Μήτι ἐγώ εἰμι, Ῥαββί; Καὶ διατί μὴ ἐξ ἀρχῆς τοῦτο ἠρώτησεν; Ἐνόμισε λανθάνειν  τῷ εἰρῆσθαι, Εἷς ἐξ ὑμῶν· ὅτε δὲ αὐτὸν  δῆλον  ἐποίησεν,  ἐτόλμησε  πάλιν  ἐρέσθαι, τῇ  ἐπιεικείᾳ  τοῦ  ∆ιδασκάλου θαῤῥῶν, ὡς οὐκ ἐλέγξοντος αὐτόν. ∆ιὰ τοῦτο γοῦν καὶ Ῥαββὶ ἐκάλεσεν. γʹ. Ὢ τῆς πηρώσεως! ποῦ αὐτὸν ἐξήγαγε; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· μωροὺς καὶ ἀνοήτους ἐργάζεται, ἰταμοὺς καὶ κύνας ἀντὶ ἀνθρώπων· μᾶλλον δὲ καὶ κυνῶν χαλεπωτέρους, καὶ δαίμονας ἀπὸ κυνῶν. Οὗτος γοῦν τὸν μὲν διάβολον προσίετο καὶ ἐπιβουλεύοντα, τὸν δὲ Ἰησοῦν καὶ εὐεργετοῦντα προὔδωκε, διάβολος ἤδη γενόμενος τῇ προαιρέσει. Τοιούτους γὰρ ποιεῖ ἡ ἀκόρεστος τῶν χρημάτων ἐπιθυμία, ἔκφρονας, παραπλῆγας, ὅλους τοῦ λήμματος, καθάπερ καὶ Ἰούδας ἐγένετο. Πῶς δὲ ὁ μὲν Ματθαῖός φησι καὶ οἱ ἄλλοι, ὅτι ὅτε συνετάξατο περὶ τῆς προδοσίας, τότε αὐτὸν ὁ διάβολος εἷλεν· ὁ δὲ Ἰωάννης, ὅτι Μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Καὶ αὐτὸς τοῦτο οἶδεν. Ἀνωτέρω γάρ φησι· ∆είπνου γενομένου, καὶ τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα, ἵνα αὐτὸν παραδῷ. Πῶς οὖν φησι, Μετὰ τὸ ψωμίον  εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς; Ὅτι οὐκ ἀθρόον εἰσέρχεται, οὐδὲ ὑφ' ἓν, ἀλλὰ πολλὴν ποιεῖται τὴν ἀπόπειραν πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα γέγονε. ∆ιακωδωνίσας γὰρ αὐτὸν ἐν ἀρχῇ, καὶ προσβαλὼν ἠρέμα, ἐπειδὴ εἶδεν ἐπιτήδειον  πρὸς ὑποδοχὴν, ὅλος λοιπὸν  ἐνταῦθα ἔπνευσε, καὶ ὁλοσχερῶς αὐτοῦ περιγέγονε. Πῶς δὲ, εἰ τὸ πάσχα ἤσθιον, παρανόμως ἤσθιον; οὐ γὰρ ἀνακειμένους  ἔδει φαγεῖν. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μετὰ τὸ φαγεῖν, ἀνέκειντο λοιπὸν ἑστιώμενοι. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι κατὰ τὴν ἑσπέραν ἐκείνην οὐκ ἤσθιε μόνον τὸ πάσχα, ἀλλὰ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ' ὑμῶν· τουτέστι, κατὰ τὸν ἐνιαυτὸν τοῦτον. Τί δήποτε; Ὅτι τότε ἔμελλε τῆς οἰκουμένης ἡ σωτηρία γίνεσθαι, καὶ τὰ μυστήρια παραδίδοσθαι, καὶ τὰ λυπηρὰ λύεσθαι διὰ τοῦ θανάτου· οὕτω κατὰ γνώμην  αὐτῷ ὁ σταυρὸς ἦν. Ἀλλ'  οὐδὲν   τὸν   ἀνήμερον   θῆρα  ἐμάλαξεν,   οὐδὲ  ἔκαμψεν,   οὐδὲ  ἐνέτρεψεν. Ἐταλάνισεν αὐτὸν εἰπών· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ. Ἐφόβησεν αὐτὸν πάλιν εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη. Ἐνέτρεψεν αὐτὸν εἰπών· Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ οὐδὲν τούτων αὐτὸν κατέσχεν, ἀλλ' ὥσπερ ὑπὸ μανίας τινὸς ἑάλω τῆς φιλαργυρίας, μᾶλλον δὲ ὑπὸ χαλεπωτέρου νοσήματος. Καὶ γὰρ αὕτη χαλεπωτέρα ἡ μανία.  Τί γὰρ  ἂν  τοιοῦτον  εἰργάσατο  ὁ  μαινόμενος;  Οὐ προΐετο  ἀφρὸν  ἐκ  τοῦ στόματος οὗτος,  ἀλλὰ  προΐετο  φόνον  ∆εσποτικόν· οὐκ ἐστραγγάλου  τὰς  χεῖρας, ἀλλὰ  προέτεινεν  εἰς  ὠνὴν  αἵματος  τιμίου.  ∆ιὸ  μείζων  ἡ  μανία,  ὅτι  ὑγιαίνων ἐμαίνετο. Ἀλλ' οὐ φθέγγεται ἄσημα; Καὶ τί τῆς φωνῆς ταύτης ἀσημότερον, Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; Παραδώσω· ὁ διάβολος ἤχησε διὰ τοῦ στόματος ἐκείνου. Ἀλλ' οὐκ ἐπάταξε τὴν γῆν τοῖς ποσὶ σπαίρων; Καὶ πόσῳ βέλτιον ἐκείνως σπαίρειν, ἢ οὕτως ἑστάναι ὀρθόν; Ἀλλὰ λίθοις ἑαυτὸν οὐκ ἔκοπτε; Καὶ πόσῳ ἄμεινον ἦν, ἢ τοιαῦτα ἐργάσασθαι; Βούλεσθε εἰς μέσον ἀγάγωμεν τοὺς δαιμονῶντας καὶ τοὺς φιλαργύρους,  καὶ ποιήσωμεν  σύγκρισιν ἑκατέρων; Ἀλλὰ μηδεὶς οἰκείαν ἡγείσθω τὸ πρᾶγμα ὕβριν. Οὐ γὰρ τὴν φύσιν ὑβρίζομεν, ἀλλὰ τὸ πρᾶγμα κακίζομεν. Οὐδέποτε ἐνεδιδύσκετο  ἱμάτια,  λίθοις  ἑαυτὸν  κατακόπτων,  ὁ δαιμονῶν,  καὶ τὰς ἀβάτους ὁδοὺς καὶ τὰς τραχείας ἐπῄει τρέχων, καὶ κατὰ κράτος ἐλαυνόμενος  ὑπὸ τοῦ δαίμονος.  Οὐ δοκεῖ ταῦτα  φρικτὰ  εἶναι; Τί οὖν  ἂν δείξω  τοὺς φιλαργύρους τούτων χαλεπώτερα ἐργαζομένους τὴν ψυχὴν τὴν ἑαυτῶν, καὶ οὕτω χαλεπώτερα, ὡς ταῦτα παιδιὰν πρὸς ἐκεῖνα νομίζεσθαι; Ἆρα ἀποστήσεσθε τῆς νόσου; Φέρε οὖν, ἴδωμεν εἴ τι ἀνεκτότερον αὐτῶν διάκεινται. Οὐδέν· ἀλλὰ καὶ χαλεπώτερον· καὶ γὰρ μυρίων γυμνῶν  εἰσιν αἰσχρότεροι. Πολλῷ γὰρ βέλτιον γυμνὸν εἶναι ἱματίων, ἢ τὰ ἀπὸ πλεονεξίας ἐνδεδυμένον περιιέναι κατὰ τοὺς βακχευομένους τῷ ∆ιονύσῳ. Καθάπερ γὰρ ἐκεῖνοι προσωπεῖα καὶ ἱμάτια μαινομένων ἔχουσιν, οὕτω καὶ οὗτοι. Καὶ καθάπερ τὴν  γύμνωσιν  τῶν  δαιμονώντων  ποιεῖ  μανία, οὕτω  καὶ τὴν  περιβολὴν ταύτην  μανία  ἐργάζεται· καὶ τῆς γυμνώσεως  ἡ περιβολὴ ἐλεεινοτέρα.  Καὶ τοῦτο ἐντεῦθεν δεῖξαι πειράσομαι. Τίνα γὰρ ἂν εἴποιμεν μᾶλλον μαίνεσθαι ἐν αὐτοῖς τοῖς μαινομένοις; εἴ τις ἑαυτὸν κατακόπτοι, ἢ εἴ τις μεθ' ἑαυτοῦ καὶ τοὺς ἀπαντῶντας ἅπαντας;  Εὔδηλον  ὅτι  οὗτος.  Οὐκοῦν ἐκεῖνοι  μὲν  ἑαυτοὺς  ἐγύμνουν,  οὗτοι  δὲ ἅπαντας  τοὺς  ἀπαντῶντας.  Ἀλλὰ  διασχίζουσιν  ἐκεῖνοι  τὰ  ἱμάτια.  Καὶ πόσῳ  ἂν κατεδέξατο τῶν ἠδικημένων ἕκαστος ἱμάτιον διαῤῥαγῆναι, ἢ πᾶσαν ἀποδυθῆναι τὴν οὐσίαν; Ἀλλὰ πληγὰς  οὐκ ἐντείνουσιν  εἰς τὸ πρόσωπον. Μάλιστα μὲν καὶ τοῦτο ποιοῦσιν οἱ πλεονέκται· εἰ δὲ μὴ πάντες, ἀλλ' εἰς τὴν γαστέρα διὰ τοῦ  λιμοῦ καὶ τῆς πενίας χαλεπωτέρας ἅπαντες ἐνιᾶσι τὰς ὀδύνας. Ἀλλ' οὐ δάκνουσιν ὀδοῦσιν. Εἴθε ὀδοῦσι, καὶ μὴ βέλεσι πλεονεξίας χαλεπωτέροις ὀδόντων. Οἱ γὰρ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη. Τίς γὰρ μᾶλλον ἀλγήσει, ὁ δηχθεὶς ἅπαξ καὶ εὐθέως θεραπευθεὶς, ἢ ὁ διαπαντὸς τοῖς ὀδοῦσι τῆς πενίας κατεσθιόμενος; Πενία γὰρ ἀκούσιος, καὶ καμίνου καὶ θηρίου χαλεπώτερον.  Ἀλλ' οὐ διώκουσι τὰς ἐρημίας, καθάπερ οἱ δαιμονῶντες. Εἴθε τὰς ἐρημίας, καὶ μὴ τὰς πόλεις κατέτρεχον, καὶ πάντες ἂν οἱ ἐν πόλεσιν ἀδείας ἀπήλαυσαν. Νυνὶ δὲ καὶ ταύτῃ  πάντων  ἐκείνων  εἰσὶν ἀφορητότεροι, ὅτι ἐν ταῖς πόλεσι ταῦτα ποιοῦσιν, ἅπερ ἐν ἐρημίαις ἐκεῖνοι, τὰς πόλεις ἐρημίας ἐργαζόμενοι, καὶ καθάπερ ἐν ἐρημίᾳ οὐδενὸς ὄντος τοῦ κωλύοντος, οὕτω τὰ πάντων  συλῶντες. Ἀλλ' οὐ βάλλουσι λίθοις τοὺς ἀπαντῶντας. Καὶ τί τοῦτο; Λίθους μὲν γὰρ ῥᾴδιον καὶ φυλάξασθαι· ἃ δὲ διὰ  χάρτου  καὶ  μέλανος  ἐργάζονται  τοῖς  ταλαιπώροις  πένησι τραύματα, γραμματεῖα μυρίων  πληγῶν  γέμοντα  συντιθέντες,  τίς  ἄν ποτε ῥᾳδίως φυλάξαιτο  τῶν  ἐμπεσόντων;  δʹ. Ἴδωμεν  δὲ καὶ ἑαυτοὺς  ὅσα ἐργάζονται.  Γυμνοὶ περιπατοῦσι κατὰ τὴν πόλιν· ἱμάτιον γὰρ αὐτοῖς οὐκ ἔστιν ἀρετῆς. Εἰ δὲ οὐ δοκεῖ τοῦτο αὐτοῖς αἰσχρὸν εἶναι, καὶ τοῦτο τῆς ὑπερβαλλούσης αὐτῶν μανίας, ὅτι οὐδὲ αἰσθάνονται  τῆς ἀσχημοσύνης· ἀλλὰ σῶμα μὲν γυμνωθέντες  αἰσχύνονται,  τὴν δὲ ψυχὴν  γυμνὴν  περιφέροντες  ἐγκαλλωπίζονται.  Εἰ δὲ βούλεσθε, καὶ τὸ αἴτιον  τῆς ἀναισθησίας ἐρῶ. Τί οὖν τὸ αἴτιον;  Ἐν πολλοῖς  οὕτω γυμνουμένοις  γυμνοῦνται, διόπερ οὐδὲ αἰσχύνονται, καθάπερ οὐδὲ ἐν τοῖς βαλανείοις  ἡμεῖς. Ὡς εἴγε πολλοὶ ἦσαν οἱ τὴν ἀρετὴν περιβεβλημένοι, τότε ἂν μειζόνως τὸ αἶσχος αὐτῶν ἐφάνη. Νῦν δὲ τοῦτο μάλιστά ἐστι τὸ πολλῶν δακρύων ἄξιον, ὅτι διὰ τὸ πολλοὺς εἶναι κακοὺς οὐδὲ ἐν αἰσχύνῃ τὰ κακά. Μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἰργάσατο ὁ διάβολος, τὸ μηδὲ αἴσθησιν ἀφιέναι  λαβεῖν  τῶν  κακῶν,  ἀλλὰ  τῷ  πλήθει  τῶν  μετιόντων  τὴν πονηρίαν συσκιάζειν αὐτῆς τὴν αἰσχύνην· ἐπεὶ εἰ συνέβη ἐν πλήθει πολλῶν  εἶναι φιλοσοφούντων,  μᾶλλον ἂν εἶδεν αὐτοῦ τὴν γύμνωσιν ὁ τοιοῦτος. Ὅτι μὲν οὖν τῶν δαιμονώντων εἰσὶ γυμνότεροι,  δῆλον  ἐκ τούτων·  ὅτι δὲ καὶ ἐρήμους ἐπέρχονται, οὐδὲ τοῦτο ἄν τις ἀντείποι. Ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ἐρήμου πάσης ἐρημοτέρα. Εἰ γὰρ καὶ πολλοὺς ἔχει τοὺς ὁδεύοντας, ἀλλ' ὅμως ἀνθρώπων οὐδένα, ἀλλ' ὄφεις, σκορπίους, λύκους, ἔχεις, ἀσπίδας. Τοιοῦτοι γὰρ οἱ τὴν  πονηρίαν  μετιόντες.  Οὐκ ἐρήμη δὲ μόνον αὕτη, ἀλλὰ καὶ τραχυτέρα ἐκείνης. Καὶ τοῦτο δῆλον ἐντεῦθεν. Οὐ γὰρ οὕτω πλήττουσι λίθοι καὶ φάραγγες καὶ ἀκρώρειαι τοὺς ἀναβαίνοντας αὐτὰς, ὡς ἁρπαγὴ καὶ πλεονεξία τὰς μετιούσας αὐτὴν ψυχάς. Ὅτι δὲ καὶ παρὰ τὰ μνημεῖα ζῶσι, καθάπερ οἱ δαιμονῶντες, μᾶλλον δὲ καὶ αὐτοὶ μνήματά εἰσι, δῆλον ἐντεῦθεν. Τί γάρ ἐστι μνημεῖον; Λίθος, σῶμα νεκρὸν ἔχων ἐγκείμενον. Τί οὖν ἐκείνων διαφέρει τῶν λίθων τὰ τούτων σώματα; μᾶλλον δὲ καὶ ἐκείνων ἐλεεινότερα ταῦτα. Οὐ γὰρ λίθος ἐστὶ  σῶμα  νεκρὸν  ἔχων,  ἀλλὰ  σῶμα  λίθων  ἀναισθητότερον,  ψυχὴν  περιφέρον νεκράν. ∆ιὸ οὐκ ἄν τις ἁμάρτοι τάφους  αὐτοὺς προσειπών. Καὶ γὰρ καὶ ὁ Κύριος ἡμῶν  οὕτως  ἐκάλεσε τοὺς  Ἰουδαίους,  διὰ  τοῦτο  μάλιστα· ἐπήγαγε  γοῦν  λέγων· Ἔσωθεν δὲ γέμουσιν  ἁρπαγῆς  καὶ πλεονεξίας.  Βούλεσθε λοιπὸν  δείξω, πῶς  καὶ λίθοις  τὰς  ἑαυτῶν  κατατέμνουσι  κεφαλάς;  Πόθεν οὖν  πρῶτον,  εἰπέ  μοι,  τοῦτο βούλει  μαθεῖν;  ἀπὸ  τῶν   ἐντεῦθεν,  ἢ  ἀπὸ  τῶν  μελλόντων;  Ἀλλὰ  τῶν μελλόντων  αὐτοῖς οὐ πολὺς ὁ λόγος· οὐκοῦν τὰ ἐνταῦθα ῥητέον. Πόσων γὰρ λίθων οὐ χαλεπώτεραι  αἱ φροντίδες, οὐ κεφαλὰς τιτρώσκουσαι, ἀλλὰ ψυχὴν δαπανῶσαι;
∆εδοίκασι γὰρ, μήποτε δικαίως ἐκ τῆς αὐτῶν οἰκίας ἐξέλθῃ τὰ ἀδίκως ἐπεισελθόντα·τρέμουσιν ὑπὲρ τῶν ἐσχάτων, ὀργίζονται, παροξύνονται, πρὸς οἰκείους, πρὸς ἀλλοτρίους· καὶ νῦν μὲν ἀθυμία, νῦν δὲ φόβος, νῦν δὲ θυμὸς αὐτοὺς διαδέχεται, καὶ καθάπερ  κρημνοὺς  ἀπὸ  κρημνῶν  διαβαίνοντες,  καὶ  τὰ  μηδέπω  κτηθέντα  καθ' ἑκάστην καραδοκοῦσι τὴν ἡμέραν. ∆ιόπερ οὐδὲ ἥδονται ὑπὲρ ὧν ἔχουσι, τῷ τε μὴ θαῤῥεῖν ὑπὲρ τῆς ἀσφαλείας αὐτῶν, τῷ τε ὅλῃ τῇ διανοίᾳ πρὸς τὰ μηδέπω ληφθέντα κεχηνέναι. Καὶ καθάπερ ὁ διηνεκῶς διψῶν, κἂν μυρίας ἐκπίῃ πηγὰς, οὐκ αἰσθάνεται τῆς ἡδονῆς, διὰ τὸ μὴ λαμβάνειν κόρον· οὕτω καὶ οὗτοι, οὐ μόνον οὐχ ἥδονται, ἀλλὰ καὶ βασανίζονται, ὅσῳ ἂν περιβάλλωνται,  τῷ  μηδὲν  εἰδέναι  πέρας τῆς τοιαύτης ἐπιθυμίας. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· εἴπωμεν δὲ καὶ περὶ τῆς μελλούσης ἡμέρας. Εἰ γὰρ καὶ αὐτοὶ μὴ προσέχουσιν, ἀλλ' ἡμῖν ἀναγκαῖον εἰπεῖν. Κατὰ τὴν μέλλουσαν οὖν ἡμέραν πανταχοῦ κολαζομένους ἴδοι τις ἂν τοὺς τοιούτους. Καὶ γὰρ ὅταν λέγῃ, Ἐπείνων,  καὶ  οὐκ  ἐδώκατέ  μοι  φαγεῖν·  ἐδίψων,  καὶ  οὐκ  ἐποτίσατέ  με, τούτους κολάζει· καὶ  ὅταν  λέγῃ,  Πορεύεσθε εἰς  τὸ πῦρ τὸ αἰώνιον  τὸ ἡτοιμασμένον  τῷ διαβόλῳ, τοὺς κακῶς πλουτοῦντας ἐκεῖ παραπέμπει. Καὶ ὁ δοῦλος ὁ πονηρὸς, ὁ μὴ διδοὺς τοῖς συνδούλοις τὰ ὑπάρχοντα τὰ δεσποτικὰ, τῆς τούτων μερίδος ἐστί· καὶ ὁ τὸ  τάλαντον  κατορύξας, καὶ  αἱ  πέντε  παρθένοι.  Καὶ ὅπου  δ' ἂν  ἀπέλθῃς,  τοὺς φιλαργύρους κολαζομένους ὄψει. Καὶ νῦν μὲν ἀκούσονται, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· νῦν  δὲ, Πορεύεσθε ἀπ' ἐμοῦ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον· καὶ νῦν  μὲν διχοτομηθέντες  ἀπελεύσονται ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ πάντοθεν αὐτοὺς ἐλαυνομένους ἴδοι τις ἂν, καὶ οὐδαμοῦ χώραν ἔχοντας, ἀλλ' εἰς τὴν γέενναν μόνην συναγομένους.  εʹ. Τί τοίνυν  τῆς ὀρθῆς ἡμῖν  πίστεως  ὄφελος  εἰς σωτηρίαν, ὅταν ταῦτα ἀκούσωμεν; Ἐκεῖ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ σκότος ἐξώτερον, καὶ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τὸ διχοτομεῖσθαι, καὶ τὸ ἐλαύνεσθαι· ἐνταῦθα ἀπέχθειαι, κακηγορίαι, διαβολαὶ, κίνδυνοι,  φροντίδες,  ἐπιβουλαὶ, τὸ παρὰ πάντων μισεῖσθαι,  τὸ   παρὰ  πάντων   βδελύττεσθαι,   καὶ   παρ'  αὐτῶν   τῶν   δοκούντων κολακεύειν.  Ὥσπερ γὰρ τοὺς ἀγαθοὺς οὐχ οἱ ἀγαθοὶ μόνον, ἀλλὰ καὶ οἱ πονηροὶ θαυμάζουσιν, οὕτω τοὺς κακοὺς οὐχ οἱ χρηστοὶ μόνον, ἀλλὰ καὶ οἱ φαῦλοι μισοῦσι. Καὶ ὅτι  τοῦτό  ἐστιν  ἀληθὲς,  τοὺς  φιλαργύρους  ἡδέως  ἂν  ἐροίμην,  εἰ  μὴ  πρὸς ἀλλήλους  ἀηδῶς  ἔχουσι, καὶ  τῶν  τὰ  μέγιστα  ἠδικηκότων  πολεμιωτέρους  εἶναι νομίζουσιν, εἰ μὴ καὶ ἑαυτῶν κατηγοροῦσιν, εἰ μὴ ὕβριν τὸ πρᾶγμά φασιν, ὅταν τις αὐτοῖς τοῦτο προσενέγκῃ τὸ ὄνειδος. Καὶ γὰρ ὄνειδος ἔσχατον τοῦτο, καὶ πολλῆς κακίας  ἀπόδειξις.  Εἰ γὰρ  χρημάτων  ὑπεριδεῖν  οὐκ  ἀνέχῃ,  τίνος  περιέσῃ  ποτέ; ἐπιθυμίας, καὶ δοξομανίας, καὶ θυμοῦ, καὶ ὀργῆς; Καὶ πῶς ἄν τις πεισθείη; Ἐπιθυμίας μὲν γὰρ ἕνεκεν τῆς τῶν σωμάτων, καὶ ὀργῆς καὶ θυμοῦ, πολλοὶ καὶ τῇ τῆς σαρκὸς κατασκευῇ λογίζονται, καὶ τὰς ὑπερβολὰς ἀνατιθέασιν ἰατρῶν παῖδες· καὶ τὸν μὲν θερμότερον καὶ ὑγρότερον λαγνότερον εἶναί φασι, τὸν δὲ πρὸς ξηροτέραν ἐκπεσόντα δυσκρασίαν, ὁρμητίαν καὶ ἀκρόχολον καὶ θυμώδη. Φιλαργυρίας δὲ ἕνεκεν οὐδεὶς οὐδέποτε αὐτῶν ἤκουσεν οὐδὲν εἰρηκότων τοιοῦτον. Οὕτω ῥᾳθυμίας μόνης ἐστὶ  καὶ  ψυχῆς  ἀναλγήτου  τὸ  νόσημα.  ∆ιὸ  παρακαλῶ,  σπουδάζωμεν  πάντα  τὰ τοιαῦτα  διορθοῦν, καὶ τὰ καθ' ἑκάστην ἡμῖν  ἡλικίαν  ἐπιγινόμενα  πάθη πρὸς τὸ ἐναντίον μετατιθέναι. Ἂν δὲ καθ' ἕκαστον μέρος τῆς ζωῆς ἡμῶν παραπλέωμεν τοὺς τῆς ἀρετῆς πόνους, πανταχοῦ ναυάγια ὑπομένοντες, ἐπὶ τὸν λιμένα ἐλθόντες ἔρημοι φορτίων  πνευματικῶν,  τὰ  ἔσχατα  ὑπομενοῦμεν.  Πέλαγος γάρ  ἐστι τεταμένον  ὁ παρὼν βίος. Καὶ ὥσπερ ἐν τῇ θαλάττῃ ταύτῃ διάφοροι κόλποι, διαφόρους ἔχοντες χειμῶνας· καὶ ὁ μὲν Αἰγαῖος διὰ τὰ πνεύματά ἐστι χαλεπός· ὁ δὲ πορθμὸς ὁ Τυῤῥηνικὸς, διὰ τὴν στενοχωρίαν· ἡ δὲ Χάρυβδις ἡ πρὸς τῇ Λιβύῃ, διὰ τὰ τέλματα· ἡ Προποντὶς ἡ ἔξω τοῦ Εὐξείνου πόντου, διὰ τὸ ῥαγδαῖον καὶ ῥόθιον· τὰ ἔξω Γαδείρων, διὰ τὴν ἐρημίαν καὶ τὸ ἀτριβὲς καὶ τὸ ἀνιστόρητον τῶν τόπων· καὶ ἄλλο μέρος δι' ἕτερον· οὕτω καὶ ἐπὶ τῆς ζωῆς τῆς ἡμετέρας. Καὶ πρῶτον πέλαγος ἔστιν ἰδεῖν τὸ τῆς παιδικῆς ἡλικίας, πολὺν ἔχον τὸν σάλον διὰ τὸ ἀνόητον, διὰ τὴν εὐκολίαν, διὰ τὸ μὴ πεπηγέναι.  ∆ιὰ τοῦτο καὶ παιδαγωγοὺς  καὶ διδασκάλους ἐφιστῶμεν, τὸ λεῖπον  τῇ φύσει διὰ τῆς ἐπιμελείας εἰσφέροντες, ὥσπερ ἐκεῖ διὰ τῆς τέχνης τῆς κυβερνητικῆς. Μετὰ ταύτην  τὴν  ἡλικίαν  ἡ τοῦ μειρακίου διαδέχεται  θάλαττα,  ἔνθα  σφοδρὰ τὰ πνεύματα,  καθάπερ  ἐν  τῷ  Αἰγαίῳ,  τῆς  ἐπιθυμίας  ἡμῖν  αὐξανομένης.  Καὶ αὕτη μάλιστα ἡ ἡλικία διορθώσεως ἔρημος· οὐ διὰ τὸ ἐνοχλεῖσθαι μόνον  σφοδρότερον,  ἀλλὰ  καὶ  διὰ  τὸ  τὰ  ἁμαρτήματα  μὴ  ἐλέγχεσθαι·  καὶ  γὰρ  καὶ διδάσκαλος καὶ παιδαγωγὸς λοιπὸν ὑπεξίστανται. Ὅταν οὖν τὰ μὲν πνεύματα σφοδρότερον διαπνέῃ, ὁ δὲ κυβερνήτης  ἀσθενέστερος ᾖ, καὶ ὁ ἀμύνων  μηδεὶς ᾖ, ἐννόησον τοῦ χειμῶνος τὸ μέγεθος. Μετὰ τοῦτο πάλιν ἕτερον μέρος τῆς ἡλικίας, τὸ τῶν  ἀνδρῶν  ἔπεισιν, ἐν ᾧ τὰ τῆς οἰκονομίας ἐπίκειται· ὅτε γυνὴ, καὶ γάμος, καὶ παιδοποιία, καὶ οἰκίας προστασία, καὶ πολλαὶ τῶν φροντίδων νιφάδες. Τότε μάλιστα καὶ φιλαργυρία ἀνθεῖ καὶ βασκανία. Ὅταν οὖν ἕκαστον μέρος ἡλικίας παρερχώμεθα μετὰ ναυαγίων, πῶς ἀρκέσομεν τῇ παρούσῃ ζωῇ; πῶς τὴν μέλλουσαν διαφευξόμεθα κόλασιν; Ὅταν γὰρ ἐν μὲν τῇ πρώτῃ  ἡλικίᾳ  μηδὲν  μανθάνωμεν  ὑγιὲς, ἐν δὲ τῇ νεότητι  μὴ σωφρονήσωμεν, καὶ ἄνδρες γενόμενοι  φιλαργυρίας  μὴ περιγενώμεθα, ὥσπερ εἴς τινα  ἀντλίαν  τὸ γῆρας ἐλθόντες,  καὶ πάσαις ταῖς  πληγαῖς  ταύταις  τὸ σκάφος τῆς ψυχῆς  ἀσθενέστερον κατασκευάσαντες, τῶν  σανίδων  διαλελυμένων, ἀπαντησόμεθα   εἰς   ἐκεῖνον   τὸν   λιμένα,   πολὺν   ἐπιφερόμενοι   φορυτὸν   ἀντὶ πνευματικῆς  ἐμπορίας, καὶ τῷ  μὲν  διαβόλῳ  παρέξομεν  γέλωτα,  θρῆνον  δὲ ἡμῖν αὐτοῖς,  καὶ  τὰς  ἀφορήτους  ἐπισπασόμεθα τιμωρίας.  Ἵν'  οὖν  μὴ  ταῦτα  γένηται, πάντοθεν ἑαυτοὺς συσφίγξαντες, καὶ πρὸς πάντα τὰ πάθη στάντες, ἐκβάλωμεν τοῦ πλούτου  τὴν  ἐπιθυμίαν·  ἵνα καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ  ἡ δόξα εἰς  τοὺς  αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |