ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Σοφία Σολομῶντος

Τετάρτη 19 Οκτωβρίου 2016

Σοφία Σολομῶντος




Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης


Σοφία Σολομῶντος.


 Σοφία Σολομῶντος  καλεῖται  τὸ βιβλίον·  καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν  τούς τε φαύλους  ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία  περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων,  καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων  τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον  τῶν  ἐχθρῶν  αὐτῶν,  παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου  τοῦτον  ἔχει  τὸν  τρόπον.  Ἡ  δὲ  ἀνακεφαλαίωσίς   ἐστιν  ἐν  τούτοις.  Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή  λου  γὰρ, φησὶ, τοὺς  ἀντιχρίστους,  οἵτινές  εἰσι θάνατος  Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες  τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες  αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον.  Εἰ καὶ ἀσεβὴς τελευτὴν  τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται  ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ  πτώματι  παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται  οἱ διῶκται  τῶν  τοῦ Χριστοῦ δούλων,  ἐν τῇ κρίσει, ἰδόντες  τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας



 συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ  Ἰσραὴλ,  ὥστε  πιστεύειν  Χριστῷ· μᾶλλον   δὲ  παράθεσις  τοῖς  ἄρχουσι  τῆς καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ  Θεοῦ. Καὶ πῶς  ὁ  Λόγος σὰρξ γέγονε,  καὶ  ἐσκήνωσεν  ἐν  ἡμῖν.  Ὅτι  κἀγὼ ὁμοιοπαθὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων  τὴν γνῶσιν  ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα  δύναται,  καὶ μένουσα ἐν  αὑτῇ  τὰ πάντα  καινίζει.  Τὴν σοφίαν,  φησὶν,  ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος  τῆς  σοφίας  ἐγνωκὼς  ἐνέτυχον  τῷ  Κυρίῳ, ὥστε  μοι  δοθῆναι  τὸ  ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκχειρὸς τῶν  Αἰγυπτίων  ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον.  Κατὰ στοιχειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων, σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν,  ἐκ  χρυσοῦ καὶ  ἀργύρου, ἢ  λίθων,  ἢ  ξύλων  εἰδώλων κατεσκευασμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν,  ἢ ζωγραφούντων  εἴδωλα. Περὶ πάντων  τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων.  Περὶ πάντων  τῶν εἰδώλων  τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων  ζώων, ὄφεων,  αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν  Ἰσραὴλ  ἀντὶ  βατράχων  ὀρτυγομήτραν.  Ὅτι  καὶ  ἐπὶ  δήγματος  ὄφεων σωτηρία τοῦ λαοῦ σου δι' ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι' ὄφεων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων  τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· 0 τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων  θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων,  σωτηρία Ἰσραὴλ  δι'  αἵματος  προβάτου.  Καὶ ἐπὶ  μὲν  θανάτῳ  δικαίων  ἐν  ἐρήμῳ,  Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι. Ἐν οἷς πᾶσα δύναμις  τῆς  Σοφίας Σολομῶντος  τῆς  λεγομένης  Παναρέτου. Παροιμίαι Σολομῶντος.  Παροιμίαι  Σολομῶντος   τὸ  βιβλίον   καλεῖται,   ἐπειδὴ  καὶ  ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν  ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρετον· γνησίαν γὰρ αὐτοῦ  καὶ ταύτην  λέγουσιν  εἶναι.  Καὶ τοῦτον  μὲν  Παροιμίαι ἐπέγραψεν.  Εἰσὶ δὲ παροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν,
 ἕτερον δὲ ἐν ὑπονοίᾳ  ἐπαγγέλλονται.  Τῶν δὲ τοιούτων  εἶδός εἰσιν αἱ παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε τοῦ Κυρίου πολλὰ εἰρηκότος, πρότερον ἐγκεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως  λεγομένων.  Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ  τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσιν, διὰ τοῦτο Παροιμίας ἔγραψε (λ. ἐπέγραψε) τὸ βιβλίον. Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ διδασκαλίαν  τῶν  ἐν ταῖς  ὁδοῖς πορευομένων.  Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτω παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως, ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ μεταλαμβανόμενον.  Ἔστιν οὖν ἐν τῷ βιβλίῳ  τούτῳ  γνῶσις  σοφίας καὶ παιδείας, νόησις λόγων  φρονήσεως, στροφαὶ λόγων,  δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν,  καὶ ἐπαγγελία  τοῦ γινώσκειν  ἐκ τούτων  παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα,  σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις  σοφίας καὶ παιδείας. Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται,  αἱρετικοὶ δὲ νομίζουσι παιδείαν  ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν  Ἑλλήνων  καὶ τῶν  αἱρετικῶν  ἐμπέσῃ τις. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ  Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ παιδεύεσθαι νομίζοντες ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων  λόγων  ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων  τοῦ  Θεοῦ ἀκούσας, καὶ  ταῦτα  φυλάξας,  ἐπί  τε  τῇ  παιδείᾳ  Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν  δέξεται. Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται.  Νόησις δὲ λόγων  φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ  ὄντος Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων  οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον, οἱ δὲ εἰδώλοις αὐτὸν ὁμοίως ἐλάτρευσαν. Αἱρετικοὶ δὲ καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. ∆ιὰ τοῦτο οὗτος τὴν  ἀληθῆ περὶ Θεοῦ γνῶσιν  ἐξηγεῖται,  τὸ μὲν ἀνέκφραστον  αὐτοῦ λέγων, ∆όξα Θεοῦ κρύπτει λόγον· τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ  Κυρίου σκοπεύουσι κακούς  τε  καὶ  ἀγαθούς.  Καὶ πάλιν,  Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος. Καὶ, ∆ανειστοῦ καὶ χρεωφειλέτου  ἀλλήλοις  συνελθόντων,  ἐπισκοπὴν  ποιεῖται  ἀμφοτέρων  ὁ Κύριος. Καὶ, Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν  ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων  δεκταὶ παρ' αὐτῷ. Καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας (λεγεβατυρ ιν μς. χώρας). Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦ ἰδίου λόγου καὶ τῆς σοφίας πάντα  ποιεῖ· ὃ μάλιστα χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι. Λέγει γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν  γῆν. Καὶ πάλιν,  Ὁ Θεὸς ἐποίησε χώρας  καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν αὑτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην  ἐν προσώπῳ αὐτοῦ. Στροφαὶ λόγων  εἴρηνται, ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει  καὶ εὑρίσκει τὸν  ἐν  αὐτοῖς  ἐγκείμενον  νοῦν.  Οἷά εἰσι· ∆ιεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων· ἀνεμόφθορος γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. Καὶ πάλιν, Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα  ἔχῃς  πρόβατα εἰς ἱματισμόν. Καὶ πάλιν,  Ἐὰν καθίσῃς δειπνεῖν  ἐπὶ  τραπέζης δυναστῶν,  νοητῶς  νόει τὰ παρατιθέμενά  σοι· καὶ τὰ ὅμοια τούτοις. ∆ικαιοσύνης ἀληθοῦς νόησις εἴρηται, ἐπειδή τινες  ἐξειλήφασι  τὸ δίκαιον· τῶν  μὲν λεγόντων,
 ∆ίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν  ἀντὶ  ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι  τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. ∆ιὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι  ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. ∆εύτερος δὲ, δικαιοῦν  τὴν ψυχὴν  ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισό  τητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων,  ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. ∆ιάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ  ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν  δοκιμάζῃ, ἐπιτιμῶν  μὲν  ἑαυτῷ,  ἐὰν  πλεονεκτῇ  ὁ θυμός· ἐπέχων  δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ,  κατάκεισαι;  Οὕτω  γὰρ  ἑαυτὸν  δικαίως   ἄγων,  καὶ  κατήγορος  ἑαυτοῦ γινόμενος,   κρίμα  κατευθύνειν   μαθήσεται,  καὶ  οὐκ  ἀκούσεται  παρ'  ἑτέρου·  Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων  τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα,  δίκαιος  γνωσθήσεται  καὶ  σοφός. Παραβολαὶ δὲ λέγονται  λόγοι,  ὥσπερ εἰκόνες τῶν λεγομένων.  Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν  τοῦ  Θεοῦ, ἢ  ἐν  ποίᾳ  παραβολῇ  παραβάλωμαι  αὐτήν;  ὡς  τῶν  κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὕστερον ἐπέφερε, ∆ιὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος  χιόνος  ἐν  ἀμητῷ  κατάκαυμα  ὠφελεῖ,  οὕτως  ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας  αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ' ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες,  καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραινομένης,  πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται  κακά.  Καὶ, Μῖσος ἐγείρει  νεῖκος·  πάντας  δὲ  τοὺς  μὴ  φιλονεικοῦντας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ καλός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη. Οἱ δὲ σοφοὶ  τὰς ἀρχὰς  τῶν  πράξεων  προλέγουσιν,  ἵν' ἕκαστος γινώσκων  τὰς  ἀρχὰς  τῶν  κακῶν φυλάττηται,  καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων  παραγγέλλουσιν, οἷά
 ἐστι τὰ  προειρημένα·  Μῖσος ἐγείρει  νεῖκος,  πάντας  δὲ  τοὺς  μὴ  φιλονεικοῦντας καλύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ  ἄν  τις  εἴποι  ἀγαπᾷν  τὸν  φιλονεικοῦντα.   Πάλιν  δὲ  ἐκ  τοῦ  ἐναντίου  ὁ  μὴ φιλονεικῶν,  γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον  τὸν ἀγαπῶντα· ὡς  πάλιν  τὸ,  Ἐν  ἐπιθυμίαις  ἐστὶ  πᾶς  ἀεργός·  καὶ  πᾶς  ὀξύθυμος  πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας  προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν  προηγεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν  ἐξουθενημένου  ἀρχή  ἐστι τὸ  καταφρονεῖν  αὐτὸν  τοῦ  νόμου· τῆς  δὲ ὑγείας προηγεῖται  ὁ φόβος  τοῦ  Θεοῦ· καὶ  τῆς  μὲν  ἀπωλείας  τῆς  ψυχῆς  ἐστιν  ἀρχὴ  τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν  οὕτως  εἰσὶν, ὥστε ἀνιᾷν  τὸν  ἐντυγχάνοντα   τὸ μηδὲν  ἐμφαίνειν,  μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσις  ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ ∆αυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι  σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου. Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμπορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ ἐκάλουν,  καὶ  οὐχ  ὑπήκουσάν  μου, διὰ  τοῦτο, ὅταν  καλέσωνταί  με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, ∆έχου ῥήσεις ἐντολῶν,  καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες  ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. Περὶ   τοῦ μὴ ἐπιλανθάνεσθαί  σε τήρησιν νόμου, ἵνα μακροβιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ' ἑαυτῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων. Περὶ τοῦ μὴ ὀλιγωρεῖν  παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε  ἐπὶ σῷ φίλῳ  κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον  Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ' αὐτῆς σύνοδον. Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν
 τῷ ἀμητῷ  ποιεῖται  τὴν  παράχυσιν. Περὶ τοῦ πορεύοντος  πρὸς τὴν  μέλισσαν, Καὶ μάθε ὡς ἐργάτις ἐστί. Περὶ τοῦ, Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι. ∆ιὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλειά σου. Περὶ φυλακῆς νόμων πατρός· Ὅτι λύχνος ἐντολῶν καὶ φῶς ἐστι καὶ ζωῆς ὁδός. Περὶ τοῦ, Ἀποθέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει οὗτος; Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται.  Περὶ τοῦ,  Οὐ θαυμαστὸν  ἐὰν  κλέπτων  ἁλῷ  τις·  κλέπτει  γὰρ  ἵνα ἐμπλήσῃ τὴν ψυχὴν  αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν  ἀπολεῖ τὴν ψυχὴν αὐτοῦ. Περὶ τοῦ, Τίμα τὸν Θεὸν, καὶ ἰσχύσεις, καὶ φύλασσε ἐμὰς ἐντολὰς, καὶ ἐπίγραψον  αὐτὰς ἐπὶ τὸ πλάτος  τῆς καρδίας σου, ἵνα τηρήσωσί σε ἀπὸ γυναικὸς ἀλλοτρίας  καὶ πόρνης. Περὶ τοῦ κηρῦξαί σε σοφίαν, ὅτι ἐπ' ἄκρων  τῶν  ὑψηλῶν ἐστιν, ὅτι τιμιωτέρα ἐστὶν ἀργυρίου, καὶ γνησιωτέρα ὑπὲρ χρυσίον δεδοκιμασμένον, καὶ ὅτι, Φόβος Κυρίου μισεῖ ἀδικίαν. Περὶ τοῦ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Περὶ τοῦ, ὅτι Ἡ σοφία ᾠκοδόμησε ἑαυτῇ οἶκον. Περὶ τοῦ, Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε. Ἐὰν σοφὸς γένῃ, σεαυτῷ ἔσῃ, καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος  ἀντλήσεις  τὰ κακά. Ὅτι γυνὴ  ἄφρων  καὶ θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται. Πενία ἄνδρα ταπεινοῖ· υἱὸς δὲ πεπαιδευμένος σοφὸς ἔσται. Μνήμη δικαίου μετ' ἐγκωμίων.  Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει  ἄνδρα ἀκάρδιον. Ὁδοὺς ζωῆς φυλάσσει παιδεία· καλύπτουσι δὲ ἔχθραν χείλη δίκαια. Ἄφρων πράσσει κακά· στόμα δὲ δικαίου ἀποστάζει σοφίαν. Κατὰ εἰδωλολατρῶν,  ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων   (λ.  εἴδωλα)   κατασκευασαμένων.  Ὅτι  ἐστὶ  σωτηρία  διὰ  ξύλου  τοῖς πιστεύουσι. Τὰ περὶ εἰδωλοποιῶν, ἢ ζωγραφοῦντος εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν  ἐν εἰδωλολατρείᾳ.  Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας.  Περὶ τῶν  ἐχθίστων  ζώων,  ὄφεων,  αἰλούρων,  καὶ  τῶν  ὁμοίων.  Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Σύνοψις τοῦ Σιράχ. Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας. Περὶ σοφίας, περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· πολλὰ δὲ περὶ τῆς  βλαβερᾶς ἐνταῦθα  λέγει.  Περὶ τοῦ  μὴ δεῖν  δεδόσθαι τῷ  πόθῳ  τῶν χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός· δεῖν δὲ ἐξιλάσασθαι αὐτόν. Περὶ φλυαρίας, περὶ   ὑπερηφανίας,   περὶ   φίλων    δοκιμασίας,   περὶ   παιδείας,   περὶ   ἀκροάσεως ἐπωφελοῦς.  Περὶ τοῦ μὴ ἁμαρτάνειν,  μὴ ψεύδεσθαι, μὴ φλυαρεῖν,  μὴ δευτεροῦν λόγον  ἐν προσευχῇ· τουτέστιν, ἐν οἷς ἂν ὑπόσχῃ Θεῷ, μὴ ὑπέρθῃ. Περὶ γυναικὸς, περὶ οἰκετῶν, περὶ κτηνῶν, περὶ τέκνων, περὶ πατρὸς, περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, περὶ τῆς εἰς τοὺς ἱερεῖς τιμῆς, περὶ τῆς εἰς τοὺς κακουμένους ἐπισκέψεως. Περὶ τοῦ μὴ μάχεσθαι, μὴ ὀνειδίζειν, μὴ παρορᾷν διηγημάτων σοφῶν γερόντων. Περὶ σωφροσύνης, περὶ φιλίας, περὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς. Περὶ κριτοῦ συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως
μέμφεσθαι. Περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τῆς τῶν πλουσίων θεραπείας, ἧς  παρὰ  πολλῶν   τυγχάνουσι,   καὶ   περὶ  τῆς   ἐνίων   αὐτῶν   πλεονεξίας.   Περὶ μικρολόγων,  οὓς  θρῖπας  καλοῦσι, τοὺς  μὴ  μεταδιδόντας  ἑτέροις.  Περὶ κτήσεως σοφίας, περὶ τοῦ αὐτεξουσίου. Περὶ τοῦ ἄπαιδα εἶναι, ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει  τὸν Θεόν. Περὶ τῶν κτισμάτων, περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τιμῆς ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως, περὶ ἐλεημοσύνης καὶ μετανοίας,περὶ  τοῦ  μὴ  ἀσωτεύεσθαι.  Περὶ  φυλακῆς   μυστηρίων,  περὶ  ἄφρονος  αἰσχύνης βλαβερᾶς.  Περὶ τοῦ  μετανοεῖν  ἐπὶ  ἁμαρτήμασι, περὶ  τοῦ  μὴ  πλεονεκτεῖν,  περὶ συνετοῦ καὶ ἄφρονος, περὶ θυγατρὸς θυσίας, περὶ ἀπροσεξίας μωροῦ, περὶ διανοίας στεῤῥᾶς, περὶ τοῦ μὴ ἀπαραφυλάκτως  φθέγγεσθαι.  Περὶ τοῦ κατανύττεσθαι  τοῖς ἁμαρτήμασι, περὶ τοῦ μὴ ὀμνύναι, περὶ σοφίας. Περὶ γυναικὸς πονηρᾶς καὶ ἀγαθῆς, περὶ ἐμπόρων, περὶ ἐκλαλούντων  μυστήρια. Περὶ τοῦ εἰς πρόσωπον ἐπαινοῦντος, ὕστερον  δὲ  χλευάζοντος.  Περὶ τοῦ  ἀφιέναι  τῷ  πλη   σίον  τὰ  εἰς  αὐτὸν πλημμελούμενα. Περὶ γλώσσης δολίας, περὶ τοῦ δανείζειν τῷ πλησίον, οὐχὶ τόκους λαβεῖν,  ἀλλὰ  κιχρᾷν  τῷ  δεομένῳ.  Περὶ τοῦ  ἐπιστρόφως  παιδεύειν  τέκνα,  περὶ οἰκετῶν, περὶ ἀλόγων, περὶ ἐνυπνίων. Περὶ τῶν φοβουμένων τὸν Θεὸν, περὶ τῶν ἐξ ἀδικίας  θυσιῶν,  περὶ  προσφορῶν  τῶν  ἐκ  δικαιοσύνης.  Περὶ φιλαργυρίας,  περὶ λαιμαργίας, περὶ μέθης. Ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον,  τοὺς μὲν εὐλογεῖσθαι,  τοὺς δὲ καταραθῆναι  ἐποίησε. Περὶ ἰατρείας, περὶ τοῦ μὴ ἄγαν κρατεῖσθαι λύπῃ. Περὶ τοῦ δεῖν τῷ νόμῳ καὶ τοῖς τοῦ Θεοῦ νόμοις κρατεῖσθαι. Περὶ τῶν  τοῦ Θεοῦ ἔργων, περὶ τῶν  τιμωριῶν,  περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων. Περὶ τῶν τοῦ Θεοῦ ἔργων. Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων. Κατηγορία τοῦ Ἰσραὴλ καὶ συμφορὰ, καὶ παραίτησις θυσιῶν, καὶ παραίνεσις βελτίονος βίου. Προφητεία περὶ τῆς Ἐκκλησίας, καὶ τῆς ἐσομένης εἰρήνης. Κατηγορία τοῦ Ἰσραὴλ, καὶ πολιορκία ἐσομένη. Κατηγορία τῆς τρυφῆς αὐτῶν καὶ τῆς ὑπερηφανίας. Ἀποβολὴ τοῦ Ἰσραὴλ διὰ τοῦ παραδείγματος τοῦ ἀμπελῶνος.  ∆ιαβάλλει τοὺς ἄρχοντας  τοῦ Ἰσραὴλ εἰς πλεονεξίαν καὶ εἰς μέθην, καὶ προλέγει αὐτοῖς ἐρήμωσιν. Καὶ ἀπειλεῖ τοῖς προτιμῶσι τοὺς  ψευδοπροφήτας  τῶν  προφητῶν.  Ἄνοδος  τῶν  πολεμίων  αὐτῶν.  Ὁρᾷ τὴν ὀπτασίαν, ἐν ᾗ ἐκαθάρθη αὐτοῦ τὰ χείλη. Ἐπιστρατεύει ὁ Σύρων βασιλεὺς μετὰ τῶν Ἰσραηλιτῶν  ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ προφητεύει  ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀνόδου Ναβουχοδονόσορ. Προφητεία τῶν εἰς Χριστὸν πιστευόντων.  Περὶ τῆς ἰσχύος καὶ ὑπερηφανίας καὶ ἀπωλείας τοῦ Ἀσσυρίου. Περὶ τῶν  πιστευόντων  Χριστῷ, περὶ  τῆς  κατὰ  σάρκα γεννήσεως  τοῦ Χριστοῦ· περὶ τῆς τῶν εἰς αὐτὸν πιστευόντων ἐπιεικείας. Ἀπώλειαν Βαβυλῶνος καὶ τῶν   ἀλλοφύλων   προφητεύει.   Ἀπώλεια   Μωαβιτῶν.   Περὶ  Χριστοῦ  προφητεία. Ἀπώλεια  ∆αμασκοῦ, καὶ  τοῦ  Ἰσραὴλ συμφορὰ καὶ  σωτηρία. Ἀπώλεια  Αἰγύπτου. Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν.  Κελεύεται Ἡσαΐας γυμνὸς  περιπατῆσαι. Ἐπιστρατεία Μήδων καὶ Βαβυλωνίων γενομένη κατὰ Ἰδουμαίας καὶ Ἀραβίας. Πολιορκία Ἱερουσαλὴμ ἡ ἐσχάτη ὑπὸ Ναβουχοδονόσορ. Πρόῤῥησις τῷ Σωμνᾷ τῷ ταμίᾳ περὶ τῆς ἀπωλείας. Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύλακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν. Ἀπώλεια Τύρου, καὶ ἡ μετὰ ταῦτα σωτηρία, καὶ περὶ τῶν Ἐκκλησιῶν ἀλληγορικῶς. Ἀπώλεια Βαβυλῶνος ὑπὸ Μήδων, καὶ ἐπ' αὐτῇ εὐχαριστία τῷ Θεῷ   ὑπὸ τοῦ προφήτου. Καὶ περὶ τῶν  Χριστῷ πιστευόντων  προφητεία,  περὶ τῆς τοῦ διαβόλου ἀπωλείας τῆς ὑπὸ Χριστοῦ γενομένης· περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα παρουσίας· περὶ  τῆς  εἰς  Χριστὸν πίστεως.  Ἐγκαλεῖται  ὁ  Ἰσραὴλ, ὅτι  τὴν  ἐλπίδα  ἀπὸ  Θεοῦ ἀποστήσας, ἐπὶ τοὺς Αἰγυπτίους αὐτὴν μετήγαγε· καὶ προαγορεύεται αὐτῷ κακὰ, καὶ εὐθηνία μετὰ ταῦτα. Προφητεύεται δὲ ἐν τῷ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, περὶ  τῆς  ἐπιστροφῆς  τῶν   ἐθνῶν   τῆς  εἰς  Χριστὸν,  καὶ  περὶ  τῆς  ἐρημώσεως Ἱερουσαλήμ. Περὶ τῆς  Ἐκκλησίας ἱστορία, ὡς  μὲν  κατὰ  τὴν  πρόχειρον  εἰς  τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ' ἀναγωγὴν  δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ  εἰς  τὴν  εὐπραγίαν  τῆς  τοῦ  Χριστοῦ Ἐκκλησίας.  Τὰ κατὰ  τὸν  Σεναχηρείμ. Προφητεία περὶ Ἰωάννου τοῦ Προδρόμου, καὶ τῶν εἰς Χριστὸν πιστευόντων. Τῆς τοῦ Θεοῦ δυνάμεως ἔνδειξις, καὶ κατηγορία τοῦ Ἰσραὴλ, ὡς εἰδωλολατροῦντος, καὶ τῶν εἰς τὸν  λαὸν  εὐεργεσιῶν  ὑπόμνησις. Περὶ τῆς  ἐκκλησιαστικῆς καταστάσεως, καὶ  εἰδώλων   ἀσθενείας.  Περὶ Χριστοῦ προφητεία,  καὶ  τῶν  εἰς  αὐτὸν  πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπενηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χριστὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν,  καὶ  οὐκ  ἀπῄτει  τὴν  διὰ  θυσιῶν  λατρείαν.  Καὶ  περὶ  τῶν   εἰς  Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως. Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρδίας Ἰουδαίων  ἔλεγχος, καὶ  χρηστῶν  πραγμάτων  προφητεία.  Περὶ  Χριστοῦ προφητεία  καὶ  παράκλησις Ἱερουσαλήμ.  Περὶ τῶν  ἀποστόλων  καὶ  περὶ  Χριστοῦ προφητεία.  Περὶ τῆς  τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλήθους τῶν εἰς αὐτὸν πιστευόντων.  Περὶ τοῦ Χριστοῦ ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν  περὶ τῶν εἰς Χριστὸν πιστευόντων.  Κατηγορία Ἰουδαίων εἰδωλολατρείας  ἕνεκεν,  καὶ τῆς νηστείας αὐτῶν  παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν  ἰάσεων  τῶν  εἰς  ψυχὴν  καὶ  εἰς  σῶμα γενομένων  ὑπ'  αὐτοῦ,  καὶ  περὶ  τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ παρὰ τοῦ  προφήτου,  ὡς  παρὰ τοῦ  λαοῦ, ἐξομολόγησις, καὶ παρὰ τοῦ  Κυρίου  ἔλεγχος ἐκείνων  ἀπειθείας,  καὶ  πρόσληψις  τῶν  πιστευόντων   αὐτῷ,  καὶ  κατηγορία  τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Κατηγορία τῶν ἀπειθησάντων  περὶ τῆς μελλούσης ζωῆς. Σύνοψις τῶν  τῷ  προφήτῃ  Ἱερεμίᾳ  εἰρημένων.  Προαγόρευσις τῶν  ἐσομένων  κακῶν  τῷ Ἰσραὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Ἔλεγχος τῆς εἰδωλολατρείας  τοῦ Ἰσραὴλ, καὶ ὑπόμνησις τῆς τοῦ Θεοῦ εὐεργεσίας εἰς αὐτοὺς, καὶ τῶν κακῶν, ἃ ἐκ τοῦ πεποιθέναι Αἰγυπτίοις ὑπέμειναν.  Τῆς τῶν  εἰδώλων  ἀσθενείας ἔλεγχος,  καὶ τῆς αὐτῶν  τῶν Ἰσραηλιτῶν ἀνθρωποθυσίας κατηγορία. Τοῦ Ἰσραὴλ κατηγορία, καὶ ἀπὸ συγκρίσεως τῆς πρὸς αὐτὸν αὔξησις τῶν τοῦ Ἰούδα τολμημάτων· καὶ προαγόρευσις χρηστῶν τῷ Ἰσραὴλ,   εἰ ἐπιστρέψει πρὸς τὸν Θεόν· καὶ ὑπὸ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις. Ἡ ἄνοδος τῶν Βαβυλωνίων, καὶ τοῦ προφήτου θρῆνος ἐπὶ τῇ μελλούσῃ ἐρημώσει, καὶ αὐτῆς τῆς ἐρημώσεως ὑπογραφή. Κατηγορία τοῦ λαοῦ, ὅτι οὐδένα ἔσχεν οὕτω δίκαιον, ὥστε στῆσαι τοῦ Θεοῦ τὴν ὀργὴν, καὶ τῆς πονηρίας αὐτῶν  ἔλεγχος. Ὅτι οὐ μέχρι θεμελίων  ἔχει καταστραφῆναι  Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Καὶ ἄνοδος τῶν  Βαβυλωνίων, καὶ κατηγορία τῆς ἀπειθείας τοῦ Ἰσραὴλ, ὅτι οὐκ ἠνείχοντο ἀκοῦσαι τοῦ προφήτου. Κατηγορία τῶν ψευδοπροφητῶν παραλογιζομένων  τὸν λαόν· τοῦ γὰρ Ἱερεμίου λέγοντος, ὅτι Πόλεμος ἔσται, αὐτὸς ἔλεγεν, Οὐχὶ, ἀλλὰ εἰρήνη ἔσται. Παραίτησις θυσιῶν, καὶ ἄνοδος τοῦ Βαβυλωνίου, καὶ  τῆς  ἀνεπιστρόφου  διανοίας  Ἰουδαίων  ἔλεγχος.  Παραινεῖ τῷ  Ἰούδᾳ  πρὸς τὸ γενέσθαι αὐτοὺς βελτίονας, καὶ ἀπειλεῖ, εἰ μὴ γένοιντο, τὰ αὐτὰ πείσεσθαι αὐτοὺς τῷ Ἰσραήλ·  καὶ  κωλύει   τὸν   Ἱερεμίαν   δεῖσθαι  ὑπὲρ  αὐτῶν.   Παραίτησις  θυσιῶν, κατηγορία  τῆς  ἀπροσεξίας  αὐτῶν,  καὶ  τῆς  ἀνθρωποθυσίας,  ἣν  ἐποιοῦντο  τοῖς δαίμοσι. Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ  τάφοις  τινὰς  τῶν  ἀναιρουμένων  παραδίδοσθαι. Ἔτι περὶ  τῆς  ἀνόδου  τῶν πολεμίων, καὶ θρῆνος Ἱερεμίου ἐπὶ ταῖς κακίαις αὐτῶν. Κατηγορία τῶν Ἰουδαίων, ὡς ἀπεριτμήτων τῇ καρδίᾳ, καὶ παραίνεσις πρὸς τὸ μὴ εἰδωλολατρεῖν,  καὶ ὡς παρὰ τοῦ  λαοῦ  θρῆνος  ἐπὶ  τοῖς  μέλλουσι  κακοῖς,  καὶ  κατηγορία  παρὰ  τοῦ  Θεοῦ. Παραίνεσις τοῦ Ἰσραὴλ πρὸς τὸ ὑπακούειν Θεῷ, καὶ κατηγορία τῶν πατέρων αὐτῶν, καὶ αὐτῶν κακὰ ἐσόμενα. Καὶ κωλύεται πάλιν Ἱερεμίας προσεύχεσθαι ὑπὲρ αὐτῶν. Ἀποδύρεται ὁ προφήτης ἐπιβουλευόμενος ὑπὸ Ἰουδαίων  ἐν Ἀναθὼθ, καὶ προλέγει διὰ τοῦτο ἑπόμενον αὐτοῖς ὄλεθρον. Τὸ περίζωμα κελεύεται κρύψαι Ἱερεμίας, καὶ προλέγει πληρωθήσεσθαι αὐτοὺς, καὶ μεθυσθήσεσθαι ἀπὸ κακῶν. Περὶ τῆς ἀβροχίας·Kαὶ κωλύεται  προσεύχεσθαι ὑπὲρ αὐτῶν  ὁ προφήτης,  καὶ παραιτεῖται  ὁ Θεὸς τὰ ὁλοκαυτώματα  αὐτῶν,  καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ  τοῖς ψευδοπροφήταις  κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ. Ἱκετεύει τὸν Θεόν· ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ  ἐὰν  Μωϋσῆς καὶ  Σαμουὴλ πρεσβεύωσιν  ὑπὲρ αὐτῶν,  ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν, καὶ εἰς διασπασμὸν κακῶν. Καὶ Ἱερεμίας εὔχεται τιμωρηθῆναι τοὺς ὀνειδίζοντας  αὐτόν· ὁ δὲ Θεός φησιν αὐτῷ· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Κελεύεται μὴ  γῆμαι  ὁ  Ἱερεμίας,  μηδὲ  θρηνεῖν,  μηδὲ  τοῦ  γινομένου   τοῖς  ἀποθνήσκουσι κοινωνεῖν  τοῖς Ἰσραηλίταις.

Περὶ τῶν  ἀποστόλων, περὶ Χριστοῦ προφητεία· τοὺς λόγους τῶν  ἀπιστούντων  αὐτῷ ὁ προφήτης  προλέγει, καὶ κατεύχεται  αὐτῶν. Καὶ παραινεῖ  τοῖς  Ἰουδαίοις,  ὥστε τὸ σάββατον τηρεῖν.  Εἰς τὸν  οἶκον  τοῦ κεραμέως πέμπεται ὁ προφήτης. Πέρας λαλήσω, φησὶν ὁ Θεὸς, ἐπὶ βασιλείας, ὥστε ἀναιρεῖν αὐτήν· καὶ ἐὰν ἐπιστρέψωσιν, οὐ μὴ ἀνέλω. Καὶ πέρας λαλήσω, φησὶν, ἐπὶ ἔθνος ἢ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι. Καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν, οὐ ποιήσω κἀγὼ περὶ τῶν  ἀγαθῶν  ὧν  ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτο δὲ χρήσιμον πρὸς Ἰουδαίους  τὸ κεφάλαιον, ὅταν λέγωσιν ὅτι ἐπηγγείλατο αὐτοῖς ἀγαθὰ ὁ Κύριος. Ἀπειθήσαντες γὰρ τῷ  Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, αὐτοὶ ἑαυτοῖς αἴτιοι ἐγένοντο τῶν παρόντων κακῶν. Τὴν κατ' αὐτοῦ γινομένην  ἐπιβουλὴν ὑπὸ Ἰουδαίων ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν, ὅτι πονηρὰ ἀντὶ ἀγαθῶν ἀποδεδώκασι. Κελεύεται ὁ Ἱερεμίας βικὸν ὀστράκινον λαβὼν, καὶ διαμαρτυράμενος τὰ κακὰ τοῦ λαοῦ, συντρῖψαι τὸν βικὸν  κατ' ὀφθαλμοὺς  αὐτῶν,  καὶ εἰπεῖν·  Οὕτω συντριβήσεται Ἱερουσαλήμ. Καὶ ἐμβληθεὶς ὑπὸ τοῦ Πασχὼρ εἰς τὸν καταράκτην, προφητεύει τῷ Πασχὼρ τὰ ἐκδεξόμενα αὐτῷ κακά. Εἶτα ἀσχάλλει ἐπὶ τοῖς διασύρουσιν αὐτὸν, καὶ κατεύχεται αὐτῶν, καὶ καταρᾶται τῇ ἡμέρᾳ τῇ ἑαυτοῦ. Πέμπει Σεδεκίας ὁ βασιλεὺς μαθεῖν παρὰ Ἱερεμίου,  εἰ  ἀπελεύσεται  ἀπ'  αὐτοῦ  Ναβουχοδονόσορ. Ὁ  δέ  φησιν,  ὅτι  ὁ  Θεὸς πολεμήσει τοὺς Ἰουδαίους, καὶ τὸν βασιλέα Σεδεκίαν. Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ  Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν,  καὶ  τὸν  βασιλέα  δὲ  οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι. Κατὰ τοῦ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, καὶ κατὰ τῶν ποιμένων εἰς τὸν Κύριον προφητεία, καὶ τῶν ψευδοπροφητῶν  κατηγορία. Χρηστὰ τῷ Ἰούδᾳ προφητεύει. Τῷ δὲ  ὑπολειφθέντι   λαῷ  ἐν  Ἱερουσαλὴμ μετὰ  Σεδεκίου διὰ  τοῦ  ὑποδείγματος  τῶν συκῶν προφητεύει  τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ πάντων  τῶν ἐθνῶν  τὴν ἀπώλειαν διὰ τοῦ ποτηρίου τούτου δηλῶν. Προαγορεύει ἀπώλειαν τῆς Ἱερουσαλήμ. Καὶ συλλαμβάνεται   ἐπὶ  θανάτῳ  Ἱερεμίας  ὑπὸ  τῶν  ἱερέων,  καὶ  ἐκφεύγει   τὸν κίνδυνον. Κελεύεται ὁ προφήτης περιθεῖναι ἑαυτῷ δεσμοὺς, καὶ τοῖς πρέσβεσι τῶν ἀλλοφύλων  εἰπεῖν, ὥστε ἀπαγγεῖλαι τοῖς βασιλεῦσιν αὐτοῖς ὑποταγῆναι τῷ Ναβουχοδονόσορ· ἀπειλεῖν  γὰρ τὸν Θεὸν θάνατον  τοῖς μὴ ὑποτασσομένοις αὐτῷ. Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ, καὶ τοῖς ἱερεῦσιν. Ὁ δὲ ψευδοπροφήτης  Ἀνανίας ἀνθίστατο Ἱερεμίᾳ τῷ προφήτῃ, λέγων,  τὰ σκεύη τὰ ἱερὰ  ἐπανήξειν,  καὶ  τὸν  Ἰεχονίαν,  ὃς  ἦν  υἱὸς  Ἰωακεὶμ  ἀδελφοῦ  Σεδεκίου. Καὶ συνέτριψε καὶ τοὺς κλοιοὺς  τοῦ προφήτου. Πέμπεται τοίνυν  ὁ Ἱερεμίας θάνατον αὐτῷ  προλέγων  ἐν  αὐτῷ  ἐκείνῳ  τῷ  ἐνιαυτῷ,  ὡς  καὶ  συνέβη. Τὰ κακὰ τοῖς  ἐν Βαβυλῶνι ψευδοπροφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχμαλωσίας χρόνον, ἀλλ' ὅμως ἔσεσθαι ἐπάνοδον. Ἐπὶ τούτοις ἠγανάκτει Σαμέας, καὶ ἐπιτιμᾷ τῷ ἱερεῖ, ὅτι οὐκ ἐκώλυσε τὸν Ἱερεμίαν τοιαῦτα προφητεῦσαι. ∆ιὰ τοῦτο ἀπειλεῖ ὁ Θεὸς ἀπολέσειν αὐτόν. Εἶτα λόγος παρακλητικὸς τῷ Ἰσραήλ. ∆ηλοῖ τὸν καιρὸν, καθ' ὃν ἔμελλον ἐπανέρχεσθαι ἐκ Βαβυλῶνος. Οὗτος δὲ ἦν ὁ τοῦ φασὲκ, καθὼς καὶ ἐν τῷ Ἔσδρᾳ  ἔστιν  εὑρεῖν,  ὅτι  τῇ  ἑορτῇ  τῶν   ἀζύμων   ἐπανῆλθον.   Ὥστε  φανερῶς ἐλέγχονται ψευδόμενοι Ἰουδαῖοι. Τὰ γὰρ ἐν τῷ τόπῳ τούτῳ γεγραμμένα περὶ αὐτῶν ἀγαθὰ ἔτι προσδοκῶσιν, ἅπερ ἦλθον. Περὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ Ἡρώδου.
 Περὶ τῆς  Νέας ∆ιαθήκης  προφητεία.  Καὶ τὴν  ἐν  τῷ  τόπῳ  δὲ  τούτῳ  οἰκοδομὴν γεγραμμένην  τῆς πόλεως ἔτι προσδοκῶσιν Ἰουδαῖοι. Καὶ αὕτη δὲ τέλος ἔσχεν, ὅτε ἀνῆλθον  ἐκ Βαβυλῶνος γενομένη.  Κελεύεται ὁ Ἱερεμίας ἀγοράσαι τὸν ἀγρὸν τοῦ πατραδέλφου αὐτοῦ, καὶ ἀγοράσας λέγει, ὅτι ἡ πόλις παρεδόθη, καὶ  0 κελεύειν ἀγοράσαι ἀγρόν. Ὁ δὲ Θεός φησι πρὸς αὐτόν· Τὰ μὲν παρόντα κακὰ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· ἔσται καιρὸς, ὅτε πάλιν κατοικηθήσεται ἡ πόλις. Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσαμένοις, καὶ ἀπειλεῖ  μεγάλην  ἔσεσθαι συμφοράν. ∆ιὰ τοῦτο  κελεύει  τοὺς υἱοὺς  Ἰωναδὰβ ποιεῖν οἶκον. Οἱ δὲ παραιτοῦνται. Κελεύεται ὁ Ἱερεμίας γράψαι, ὅσα προεφήτευσεν ἐπὶ  Ἰσραὴλ, ἵνα  οὕτω  γοῦν  φοβηθῶσιν,  ἀκούσαντες  πάλιν  τὰ  μέλλοντα  αὐτοὺς διαδέχεσθαι κακά. Ὁ δὲ προστάσσει τῷ Βαροὺχ, τοῦ ποιῆσαι, καὶ ἐποίησε. Καὶ γράψας ἀνέγνω τοῖς Ἰουδαίοις. Ὡς δὲ ἤκουσαν οἱ ἄρχοντες, ἀνήγγειλαν τῷ βασιλεῖ Ἰωακείμ. Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν  ἅλωσιν  Ἱερουσαλήμ· καὶ συλλαμβάνεται  καὶ ἐμβάλλεται  εἰς  δεσμωτήριον  ὁ Ἱερεμίας, καὶ μεταπεμφθεὶς  ἐκεῖθεν  ὑπὸ Σεδεκίου, λέγει  αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμφθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ  μεταπεμφθεὶς   πάλιν   ὑπὸ  τοῦ  βασιλέως,  προαγορεύει  αὐτῷ  σωτηρίαν,  εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει,  καὶ  αὐτῷ  μεγάλα  κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν  ἐξελθεῖν,  ἀνῆλθεν  ὁ βάρβαρος, καὶ  ἑάλω  ἡ  πόλις  μετὰ  Σεδεκίου. Καὶ τῷ  Ἱερεμίᾳ  εὖ  ἐχρήσαντο  οἱ ἄρχοντες  τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βούλοιντο, ἔρχεται πρὸς  Γοδολίαν,  ὃν   κατέστησεν  ἄρχοντα   τοῖς   ὑπολειφθεῖσιν   ἐν   τῇ   Ἰουδαίᾳ. Συνήχθησαν πρὸς Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι. Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν  Ἀμμωνῖτιν  χῶραν  ὁ  Ἰσμαήλ.  Ὡς  δὲ  εἶδεν  αὐτὸν  ὁ  Ἰωάνναν,  εἷς  τις  τῶν ἀρχόντων,  εὐνοϊκῶς  διακείμενος  πρὸς  Γοδολίαν, ἔφυγε  μετὰ  τῶν  ὀκτὼ  μόνων ἀνδρῶν ὁ Ἰσμαὴλ, καὶ τὸν λαὸν ἔλαβεν ὁ Ἰωάνναν.  Ὥστεδεηθῆναι τοῦ Θεοῦ περὶ αὐτῶν δεηθεὶς, καὶ συμβουλεύσας αὐτοῖς μὴ εἰσελθεῖν εἰς Αἴγυπτον (θάνατον γὰρ ἀπειλεῖν  τὸν Θεὸν, εἰ μετοικήσαιεν ἐκεῖ), οὐκ ἔπεισεν. Ἐπεὶ δὲ ἦλθον ἕως Τάφνας, παραινεῖ αὐτοῖς μὴ εἰδωλολατρεῖν.  Ὡς δὲ ἀντέλεγον,  προαγορεύει αὐτοῖς ὄλεθρον μέγαν, καὶ τῷ βασιλεῖ τῶν  Αἰγυπτίων τὴν ἀπώλειαν  Αἰγύπτου προλέγει, καὶ τῶν ἀλλοφύλων,  τὴν ἀπώλειαν  Μωαβιτῶν λέγει, καὶ Ἀμμανιτῶν  καὶ Ἰδουμαίων, τὴν ἀπώλειαν  ∆αμασκοῦ καὶ Ἐλὰμ προλέγει, καὶ τὴν  ἀπώλειαν  Βαβυλῶνος, καὶ τὴν ἄνοδον τῶν Ἰουδαίων τὴν ἐκεῖθεν. Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδονόσορ μετὰ τῆς μητρὸς αὐτοῦ.  Σύνοψις  τῶν  τῷ  προφήτῃ  Ἰεζεκιὴλ  εἰρημένων.  Ὁρᾷ τὴν  ὀπτασίαν  τῶν Χερουβὶμ ὁ προφήτης,  καὶ  κελεύεται  λαλῆσαι  τοῖς  Ἰσραηλίταις  παρὰ τοῦ  Θεοῦ.Φέρεται ὑπὸ τοῦ Πνεύματος εἰς τὴν αἰχμαλωσίαν, καὶ παρορμᾶται ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ μετὰ παῤῥησίας καὶ ἀόκνως τοῖς τε ἀνόμοις καὶ τοῖς δικαίοις τὴν εἰς τὴν ζωὴν φέρουσαν διαγγέλλειν,  καὶ τὰς τοῦ Θεοῦ προμηνύειν ἐντολάς. Κελεύεται ἐγκλεῖσαι    ἑαυτὸν,    καὶ   τῆς   Ἱερουσαλὴμ   πολιορκίαν    προμηνῦσαι   διὰ   τοῦ ὑποδείγματος  τῆς  πλίνθου  καὶ  τοῦ  τηγάνου.  Κελεύεται δὲ  καὶ  ἐπὶ  ἓν  πλευρὸν κοιμηθῆναι  ἡμερῶν ἀριθμὸν, φανερῶν  τὴν  ἐν τῇ αἰχμαλωσίᾳ  ἐσομένην τῷ λαῷ θλίψιν. Προλέγει διὰ τῶν ἄρτων, οὓς ἐπὶ βολβίτων ποιεῖ, καὶ διὰ τοῦ μερισμοῦ τῶν τριχῶν  τὸν θάνατον αὐτῶν καὶ τὴν διασποράν· καὶ τὴν ἐρήμωσιν τῆς πόλεως καὶ τῶν  εἰδώλων  προστίθησιν. Ὁρᾷ τὰς ἀνομίας  τοῦ λαοῦ  καὶ τὴν  εἰδωλολατρείαν. Μετὰ ταῦτα τοὺς ἕως ὀλέθρου τῆς πόλεως ἐλθόντας. Ὁρᾷ δὲ πάλιν τὰ Χερουβὶμ, καὶ προλέγει τῇ πόλει κακά. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων.  Προμηνύει τὴν αἰχμαλωσίαν  αὖθις τοῦ λαοῦ τὴν ἐπὶ Σεδεκίου, καὶ τὴν αὐτοῦ Σεδεκίου τύφλωσιν τὴν ὑπὸ τοῦ Ναβουχοδονόσορ γενομένην. Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ' ἐγγὺς εἶναι. Ἀπειλεῖ τοῖς ψευδοπροφήταις, καὶ ἀπαραίτητα αὐτῶν φησι τὰ κακὰ εἶναι, ἅπερ ὑποστήσονται· ὡς μηδὲ Ἰὼβ, ἢ ∆ανιὴλ, ἢ Νῶε τοὺς υἱοὺς  αὐτῶν  δύνασθαι  ῥύσασθαι· καὶ  τὴν  εἰς  τέλος  ἐρήμωσιν  αὐτῶν  διὰ  τῆς κληματίδος τῆς ἀμπέλου δηλοῖ. ∆ιηγεῖται τὴν ἀσχημοσύνην τοῦ λαοῦ τὴν ἐξ ἀρχῆς, πρὶν   ἢ   προσλαβέσθαι  αὐτὸν   τὸν   Θεὸν,  καὶ   τὴν   εὐπρέπειαν   τὴν   μετὰ   τὸ προσλαβέσθαι· καὶ τὴν εἰδωλολατρείαν  αὐτοῦ, καὶ τὴν διὰ ταύτην αὐτοὺς διαδεξαμένην  ἄλωσιν, καὶ μεγάλας δείκνυσιν  αὐτῆς τὰς ἀνομίας ἀπὸ συγκρίσεως Σοδόμων καὶ Σαμαρείας, οὔσας καὶ καθ' ἑαυτὰς μεγάλας. ∆ύναται δὲ τὰ χρηστὰ, ἃ προλέγει, τὸ, Ἀναστήσω τὴν διαθήκην μου μετὰ σοῦ, περὶ τῶν εἰς Χριστὸν πιστευόντων   λέγεσθαι.  Τὴν  ἄνοδον  τοῦ  Ναβουχοδονόσορ προλέγει.  Πρὸς τοὺς λέγοντας· Οἱ πατέρες ἔφαγον τὸν ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων  ὠμοδίασαν. Περὶ τῆς μητρὸς τῶν περὶ Σεδεκίαν τὸν βασιλέα. ∆ιαμαρτύρεται τοῖς πρεσβυτέροις τὰς ἀνομίας τῶν πατέρων αὐτῶν. Τὸ δὲ, ∆ιότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ' ὄρους ὑψηλοῦ Ἰσραὴλ λέγει· Ἀδωναῒ, Κύριε, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ δύνασθαι λαμβάνεσθαι. Ἐπὶ Θεμὰν, καὶ ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ υἱοὺς Ἀμμών. Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν. Καὶ ἐζήτουν, φησὶν, ἄνδρα ἀναστρεφόμενον  ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ  φραγμοῦ  πρὸ προσώπου μου ἐν καιρῷ  τῆς  γῆς,  τοῦ  μὴ  εἰς  τέλος  ἐξαλεῖψαι  αὐτόν·  καὶ  οὐχ  εὗρον.  Περὶ τῆς εἰδωλολατρείας  τοῦ λαοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ, καὶ τῆς μετὰ ταῦτα, καὶ τῶν συμφορῶν.  Καὶ ἔτι  οὔτε πένθος  ποιῆσαι συγχωρηθήσονται  ἐπὶ  τοῖς  συμβαίνουσι χαλεποῖς. Κατὰ Ἀμμανιτῶν καὶ Ἰδουμαίων, καὶ ἀλλοφύλων,  καὶ τῆς Σὼρ, ἣν Τύρον λέγουσιν εἶναι. Προλέγει συμφορὰς μεγάλας, κατὰ τοῦ ἄρχοντος Τύρου καὶ Σιδῶνος, καὶ Αἰγύπτου, καὶ τοῦ Αἰγυπτίων  βασιλέως. Ἀπειλεῖ  τῷ  σκοπῷ τοῦ λαοῦ, εἰ μὴ προείποι  τῷ  λαῷ,  οὗ  τέθειται  σκοπὸς  πρὸς  τὰς  παρὰ  τοῦ  Θεοῦ ἐπιφερομένας συμφοράς. Καὶ  λέγει, ὡς μήτε ἄνομον ἀπόλλυσθαι διὰ τὰς προτέρας ἀνομίας, ἐὰν  ἐπιστρέψῃ  τοῦ  ποιῆσαι τὰ  ἀρεστὰ τῷ  Θεῷ· μήτε  δίκαιον  σώζεσθαι, διὰ  τὰς προτέρας δικαιοσύνας, ἐὰν μεταβληθεὶς γένηται ἄνομος καὶ ἄδικος. Ἦλθέ τις πρὸς τὸν  προφήτην   ἀπαγγέλλων,   ὅτι  ἑάλω  Ἱερουσαλήμ·  λέγει  δὲ  καὶ  περὶ  τούτου ἐγκαλῶν,  ὅτι μὴ προσέχωσι τοῖς προφητευομένοις.  Προφητεύει δὲ καὶ κατὰ τῶν ποιμένων  τοῦ Ἰσραήλ· καὶ ἐπαγγέλλεται  δώσειν αὐτοῖς ἕνα ποιμένα· ὅπερ ἐπὶ τοῦ Ζοροβάβελ γέγονεν,  ὅπερ καὶ  αὐτὸ  ἀναισχυντοῦντες  Ἰουδαῖοι  οὔπω  γεγενῆσθαί φασι· γέγονε  δὲ, ὡς ἔφην,  ἐπὶ Ζοροβάβελ. Προφητεύει κατὰ Ἰδουμαίων  καὶ τοῖς Ἰσραηλίταις χρηστὰ, ἅπερ φησὶν ὁ Θεὸς ποιήσειν Ἰουδαίοις, οὐκ ἐπειδὴ ἄξιοί εἰσιν, ἀλλ' ἵνα  μὴ τὸ ὄνομα  αὐτοῦ  βεβηλωθῇ.  Ἄγεται  ὁ προφήτης  εἰς  τὸ πεδίον,  καὶ προφητεύει  ἐπὶ τὰ ὀστᾶ τὰ ξηρά. Προφητεύει δὲ καὶ περὶ τοῦ Ζοροβάβελ, ὅτι εἷς ἄρχων   ἔσται  Ἰουδαίων·   δύναται   δὲ  εἰς   τὸν   Κύριον  ἡμῶν   Ἰησοῦν   Χριστὸν λαμβάνεσθαι. Προφητεύει καὶ περὶ Γὼγ καὶ Μαγὼγ ἐπελθόντων  τοῖς Ἰουδαίοις μετὰ τὴν   ἐπάνοδον   τὴν   ἐκ  Βαβυλῶνος,  καὶ   ἡττηθέντων.   Τινὲς   δὲ   ἀλληγορικῶς λαμβάνουσιν  εἰς  τὰς  Ἐκκλησίας, καὶ  εἰς  τὸν  διάβολον,  καὶ  τοὺς  κατὰ  καιρὸν διωγμοὺς ἐπενεχθέντας ὑπὸ ἀσεβῶν βασιλέων. Προφητεύει δὲ τοῦ ναοῦ τὴν οἰκοδομὴν, καὶ τὴν ἀποκατάστασιν τῆς νομικῆς λατρείας· ἅπερ καὶ αὐτὰ προσδοκῶσι μὲν ἔτι Ἰουδαῖοι· ἐξέβη δὲ ἐπὶ Ἔσδρα καὶ Ζοροβάβελ. Τὴν δὲ οἰκοδομὴν τῆς πόλεως, ἣν προλέγει, καὶ τὸ ὕδωρ τὸ κατὰ μικρὸν ἐκπορευόμενον καὶ αὐξανόμενον, δύναται  ἐπὶ  τοὺς  ἐπιστρέφοντας  ἐπὶ  τὸν  Χριστὸν λαμβάνεσθαι,  νεκροὺς  ὄντας  πρὶν  ἢ πιστεῦσαι, μετὰ δὲ τὸ πιστεῦσαι ζωοποιουμένους.Σύνοψις  τῶν  τῷ  προφήτῃ  ∆ανιὴλ  εἰρημένων.  Ἐκλέγονται  οἱ  περὶ  τὸν ∆ανιὴλ,   καὶ   παραδίδονται   τῷ   ἀρχιευνούχῳ,    καὶ   σιτοῦνται   σπέρματα·   καὶ παραστάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ,  καὶ  τοὺς  μάγους  ἀπορήσαντας  γνωρίσαι  καὶ  ἐπιλῦσαι  αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ ∆ανιὴλ ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ ∆ανιὴλ τὴν εἴδησιν τοῦ ἐνυπνίου. Ὁ ∆ανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύπνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λίθος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ  δὲ  ἄνευ  χειρῶν,  τὸ  χωρὶς  συνουσίας  ἐκ  τῆς  Παρθένου αὐτὸν τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς  παῖδας  εἰς  τὴν  κάμινον  ἐμβάλλει  μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον  ἀνῃρέθησαν, καὶ ὕμνουν  οἱ παῖδες τὸν  Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτίμησε, καὶ δόγμα ἔθηκε,  τὸν  βλασφημοῦντα  εἰς  τὸν  Θεὸν  ἀπόλλυσθαι.  Ὁρᾷ  ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ ∆ανιὴλ,   συμβουλεύει   τε   τῷ   βασιλεῖ,   τὰς   ἀνομίας   αὐτοῦ   ἐν   ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ' οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ. Τῶν σκευῶν τῶν  ἱερατικῶν  ἐξενεχθέντων  κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ πινόντων,  ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν  ἐν τῷ τοίχῳ  γραφὴν,  ἣν καὶ αὐτὴν  τῶν  σοφῶν Βαβυλῶνος  ἀπορούντων  ἐπιγνῶναι,  ὁ ∆ανιὴλ  ἐπέγνω,  καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην  χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας ∆αρεῖος ὁ Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν ∆ανιὴλ, ἀναγκάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα   ἡμερῶν,   ἐμβληθῆναι   εἰς   τὸν   λάκκον   τῶν   λεόντων.   Καὶ  τούτου γενομένου,  παρατηρήσαντες  τὸν  ∆ανιὴλ  εὐχόμενον  τῷ  Θεῷ, διαβάλλουσι,  καὶ καταναγκάζουσι  τὸν  βασιλέα ἐμβαλεῖν  αὐτὸν  εἰς  τὸν  λάκκον.  Ἐμβαλὼν  δὲ, καὶ προσελθὼν,  καὶ σῶον εὑρὼν,  τὸν  μὲν  ἀνήγαγε  τοῦ λάκκου,  τοὺς δὲ βάλλονταςαὐτὸν μετὰ τῶν γυναικῶν  ἀπώλεσε τοῖς λέουσι παραδούς. Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδόνων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων. Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀντιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μικρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων,  τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν  ἐν  τῷ  βιβλίῳ  τῶν  Μακκαβαίων  εὑρίσκεσθαι. Τὸν Βὴλ κατασπᾷ, καὶ  τὸν δράκοντα  ἀναιρεῖ· εἰς τὸν  λάκκον  ἐμβάλλεται  καὶ διασώζεται, καὶ οἱ αἴτιοι  τοῦ ἐμβληθῆναι   αὐτὸν   ἐμβάλλονται   καὶ  ἀναλίσκονται   ὑπὸ  τῶν   λεόντων.   Ὡσηέ. Κελεύεται λαβεῖν γυναῖκα πόρνην, καὶ τὰ τικτόμενα παιδία ὀνομάσαι Ἰεζραὴλ, Οὐκ ἠλεημένην,  καὶ Οὐ λαός μου. Καὶ ἐγκαλεῖ  τῷ λαῷ  πορνείαν·  καὶ προλέγει αὐτῷ ἀπώλειαν, καὶ χρήματά τινα μετὰ τὴν ἀπώλειαν. Τὸ δὲ, ∆ιαθήσομαι διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μνηστεύσομαι ἐν πίστει, δύναται λαμβάνεσθαι εἰς τοὺς πιστεύοντας  τῷ  Χριστῷ. Προστάσσεται λαβεῖν  γυναῖκα  μοιχαλίδα,  μηνύων  τὴν ἐρήμωσιν τῶν Ἰουδαίων, καὶ ἐγκαλεῖ αὐτοῖς πολλὰ καὶ μεγάλα ἁμαρτήματα, τῷ τε λαῷ καὶ τοῖς ἱερεῦσι. ∆ιαβάλλει τε αὐτοὺς καὶ εἰς μέθην, καὶ εἰς μοιχείαν, καὶ εἰς θυμόν. Ἐγκαλεῖ ὅτι τὴν ἐλπίδα ἀπὸ τοῦ Θεοῦ μεταγαγόντες, ἐπὶ Ἀσσυρίους ἤλπιζον, καὶ Αἰγυπτίοις ἐθάῤῥουν. Καὶ προλέγει αὐτοῖς τιμωρίας. Λέγει ὅτι διὰ τὸ βοηθεῖσθαι γενόμενος ἰσχυρὸς ὁ Ἐφραῒμ, οὐκ εἰς δέον ἐχρήσατο τῇ εὐπραγίᾳ. ∆είκνυσιν ὁ Θεὸς τήν τε ἑαυτοῦ περὶ τοὺς Ἰσραηλίτας κηδεμονίαν, καὶ τὴν ἐκείνων περὶ αὐτὸν ἀγνωμοσύνην· καὶ προλέγει αὐτοῖς συμφοράς. Ἰωήλ. ∆ιαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραινεῖ ἐξιλεώσασθαι τὸν Θεόν. Τὴν ἄνοδον τοῦ Ἀσσυρίου προλέγει· προφητεύει δὲ καὶ μετὰ ταῦτα χρηστά τινα. Τὸ συμβὰν ἐπὶ τῶν ἀποστόλων τὸ τῶν γλωσσῶν προλέγει. Προφητεύει δὲ καὶ τῶν ἐθνῶν  ἀπώλειαν  τὴν γενομένην  μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος ἐπὶ Ζοροβάβελ. Ἔχει δὲ καὶ ἀλληγορίαν τὸ χωρίον τοῦτο.  Ἀμώς. Τὰς ἀνομίας ∆αμασκοῦ, Γάζης, Τύρου, Ἰδουμαίων, Ἀμμανιτῶν, Μωαβιτῶν, Ἰούδα καὶ Ἰσραὴλ προλέγει, καὶ τὰς διαδεξομένας αὐτοὺς τιμωρίας. Τὰς εὐεργεσίας τὰς εἰς τοὺς Ἰουδαίους γενομένας ὑπὸ τοῦ Θεοῦ ἀπαριθμεῖται, καὶ τὴν αὐτῶν ὀλιγωρίαν  καὶ καταφρόνησιν, καὶ τὰ περιμένοντα αὐτοὺς χαλεπά. Πρὸς τὰς γυναῖκας  τῆς  Σαμαρείας εἰς  μέθην,  εἰς  ἁρπαγὴν  διαβάλλων  προλέγει.  Προλέγει λιμὸν καὶ διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέντες,  οὐκ ἐγένοντο βελτίους. Ἐγκαλεῖ τῷ Ἰσραὴλ, ὅτι πρὸς τοὺς ἐλέγχοντας  αὐτοὺς ἐδυσχέραινον, καὶ παραινεῖ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Ἀπειλεῖ δὲ καὶ τοῖς ἀπιστοῦσι, ὅτι ἥξει τὰ κακά. Περὶ αὐτῶν  γάρ φησιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες  τὴν  ἡμέραν Κυρίου. Τινὲς δὲ αὐτὸ ἐξέλαβον εἰς τὴν μέλλουσαν κρίσιν· ὡς καὶ νῦν  τῶν  ἀπίστων  λεγόντων,  ὅτι οὐκ ἔσται κρίσις· εἰ δέ ἐστιν, ἐλθέτω. Παραίτησις τῶν ἑορτῶν αὐτῶν, καὶ τῶν θυσιῶν καὶ ψαλτηρίων.  Ἄστρον θεοῦ Ῥαφὰν  τὸν  Κρόνον λέγει· ἐπειδὴ  οἱ Ἕλληνες  τῷ  θεῷ αὐτῶν Κρόνῳ καὶ ἄστρον εἶναί φασιν ἐν οὐρανῷ, καὶ αὐτὸ Κρόνον καλοῦσι. Λέγει δὲ, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; Οὐδὲ γὰρ προσήνεγκεν ὁ δῆμος, ἀλλὰ μόνοι οἱ ἄρχοντες, ὅτε ἔστη ἡ σκηνή. Ἐνταῦθα τὰ περὶ παντὸς τοῦ λαοῦ λέγει. ∆ιαβάλλει δὲ αὐτοὺς καὶ εἰς ἄμετρον τροφὴν, καὶ προλέγει αὐτοῖς  συμφοράς. ∆ιὰ τῶν  ἀκρίδων,  καὶ  τῆς  διαθήκης,  καὶ  τοῦ  ἀδάμαντος,  τὴν σφαγὴν  αὐτῶν  προφητεύει,  καὶ δηλώσας Ἀμεσίᾳ τῷ βασιλεῖ ταῦτα, βιάζεται τὸν προφήτην καὶ ἀπελαύνει. Ὁ δὲ καὶ αὐτῷ προλέγει κακὰ καὶ τῷ λαῷ. Καὶ ὁρᾷ ἄγγος ἰξευτοῦ,  καὶ  διὰ  τούτου  τὴν  σύλληψιν  αὐτῶν.  Τὰς ἀδικίας  αὐτῶν  καὶ  τὰς  βίας ἀπαριθμεῖται,  καὶ  τὰ  μέλλοντα  διαδέξεσθαι  αὐτοὺς  κακά. Τὸ δὲ, ∆ύσεται ἥλιος μεσημβρίας, εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Χριστοῦ προλέγει. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων   προλέγει.   Ἀβδιού.  Τὴν  τιμωρίαν   τῶν   Ἰδουμαίων   προλέγει,   ἣν ὑπέστησαν διὰ τὸ συνεπιθέσθαι τοῖς Ἰσραηλίταις μετὰ καὶ τῶν λοιπῶν  πολεμίων. Περὶ Ἐκκλησίας. Ἰωνᾶς. Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει. Μιχαίας. Τὴν ἐσομένην ἐρήμωσιν Σαμαρείας καὶ Ἱερουσαλὴμ προλέγει, καὶ τὴν αἰτίαν προστίθησι. Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλήματα, κατηγορίας τῶν ἀρχόντων  τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν. Περὶ τῆς Ἐκκλησίας τῆς πιστευούσης εἰς τὸν  Κύριον ἡμῶν,  καὶ περὶ τῆς Νέας ∆ιαθήκης. Ὁ γὰρ πρότερος νόμος  ἐκεῖνα  ἐξῆλθε·  καὶ  περὶ  τῆς  εἰρήνης.  Καὶ  κακὰ  πάλιν   τοῖς  Ἰουδαίοις προλέγεται. Περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ γεννήσεως, καὶ περὶ τῶν εἰς αὐτὸν πιστευόντων.   Καὶ  ἔσται  τὸ  ὑπόλειμμα  τοῦ  Ἰακώβ·  ὃ  λέγει  Παῦλος  ὁ   ἀπόστολος, Τὸ ἐγκατάλειμμα σωθήσεται. Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ ἀπαρίθμησις, καὶ παραίτησις θυσιῶν. Ἀποδύρεται ὁ προφήτης ὡς  τῶν  δικαίων  καὶ  ἀγαθῶν  ἀνδρῶν  ἐκλειπόντων.  Καὶ πρὸς τῷ  τέλει  μετὰ  τὸ ἐγκαλέσαι καὶ ἀπειλῆσαι συμφορὰς μεγάλας, χρηστὰ προμηνύει τῷ Ἰσραήλ.
Ναούμ. Περὶ τῆς τοῦ Θεοῦ δυνάμεως  διαλέγεται·  περὶ τῶν  ἀποστόλων  προλέγει.Προστίθησι  δὲ   καὶ   τὴν   ἄνοδον   Βαβυλωνίων   κατὰ   Νινευϊτῶν    κατακράτοςαἰχμαλωσίαν.  Λέγει δὲ  καὶ  τὴν  δύναμιν  αὐτῆς  καὶ  τὸν  πλοῦτον,  ὃν  εἶχε  πρὶν αἰχμαλωτευθῆναι. Ἕως ὧδε εἶχε τὸ ἀντίγραφον. 





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |