Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60
Ταλανισμὸς πρὸς τοὺς φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους.
Τί δὲ ἡμῖν, ἄθλιοι καὶ ταλαίπωροι, κακῶν ἡδονῶν ὁδηγοί; πῶς βούλεσθε ἐκφυγεῖν χεῖρας Θεοῦ ζῶντος; τί ποιήσετε, ὅταν ἔλθῃ ὁ ταύτην μνηστευσάμενος κρῖναι ζῶντας καὶ νεκρούς; τί δὲ ἀπολογήσεσθε, τοιαῦτα παράνομα εἰς τὰς τοῦ Χριστοῦ νύμφας πράξαντες; οὕτω τοσοῦτον κατεφρονήσατε; οὐκ ἐτρομάξατε; οὐ δεδοίκατε; οὐκ ἐφρίξατε; οὐκ ἐφείσασθε τῶν ἑαυτῶν ψυχῶν; οὐκ οἴδατε, ὅτι τοιαύτη παρανομία ἑτέρα οὐκ ἔστιν ὡς αὕτη; οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ εἰσιν αἱ παρθένοι; οὐκ οἴδατε, ὅτι Πνεῦμα Θεοῦ ἦν οἰκοῦν ἐν αὐταῖς; τὰς καθ' ἡμέραν μετὰ Χριστοῦ περὶ τῶν ἀνεκλείπτων καὶ μενόντων εἰς αἰῶνας προϊκῶν διαλεγομένας, καὶ ἃς Παῦλος παρθένους ἁγνὰς παραστῆσαι τῷ Χριστῷ προσήγαγεν, ὑμεῖς βορβόρῳ καὶ δυσωδίᾳ συνεφύρατε; Ὢ πῶς ἐτολμήσατε Χριστοῦ νύμφας φθεῖραι, κακῆς ἐπιθυμίας πρόξενοι; Κατὰ παιδίσκης συνδούλου ἐὰν τολμήσῃ τις τοιαῦτα διαπράξασθαι, οὐκ ἀτιμώρητος διεξέρχεται· κατὰ δὲ τῆς τοῦ ἀμφοτέρων αὐτῶν τε καὶ ὑμῶν τὰς τοῦ Χριστοῦ νύμφας οὕτως ὁπλίζεσθαι, ἐκφεύξεσθαι ἄρα τῆς δίκης προσδοκᾶτε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Καὶ τί ἄρα τούτου ἀνελεεινότερον; μιᾷ γὰρ μαχαίρα δύο φόνους ἐργάζεσθε, καὶ ἑαυτοὺς καὶ αὐτὰς ἀποκτείνοντες· θάνατος γὰρ τοῦτο παρὰ τοῖς εὐφρονοῦσιν.
Ὢ τίς οὐκ ἂν στενάξειε; τίς οὐκ ἂν πενθήσειε; τίς οὐκ ἂν κόψηται καὶ θρηνήσειε τὸν ἄωρον φόνον; τίς οὐ δακρύσειε τὸν ἀπρόθεσμον θάνατον, τίς οὐκ ἀλγήσειεν ἐπὶ τῇ ἀδίκῳ πληγῇ; Προῒξ καὶ γραμματεία παρὰ τῷ νομίμῳ ἐν ἀφθορίᾳ συναπτομένῳ ἀνδρὶ τῷ ἐπουρανίῳ νυμφίῳ Χριστῷ φυλάττονται· καὶ ἡ παρθενία προδίδοται τῷ μοιχῷ; Ἀλλ' ἐρεῖ τις· Ἀνάγκῃ τῷ Χριστῷ συνεζεύχθην, οὐκ ἤμην προθέσεως αὐτῷ συζευχθῆναι, ἀλλὰ συνδούλῳ. Ὅλως ἐτόλμησας, ἀθλία, καθ' ἑαυτὴν δημηγορῆσαι, ὅτι καὶ μὴ ἐχούσης σου πρόθεσιν εἰς αὐτὸν ἢ ἀγάπην, ὁ ∆εσπότης ἐπόθησέ σε; Ἄκουσον, ὦ τάλαινα, καὶ ἐρῶ σοι, καὶ κἂν ἐκ τῶν τοῦ κόσμου πραγμάτων πληροφορήθητι. Λέγω δὴ τοῖς βιωτικοῖς· Ἐὰν κόρην ἕτερος ἀνθ' ἑτέρου ἁρπάσῃ, τῆς ἰσοτιμίας δοκιμαζομένης, κυρία μὲν ἡ ἁρπαγὴ τῷ ποιήσαντι, καὶ νόμος καὶ βασιλεὺς παραχωρεῖ τῇ ἁρπαγῇ. Οὐ γὰρ ἥρπαζε καὶ ἔλαβεν, ἵνα ἐνυβρίσῃ, ἀλλ' ἵνα τιμήσῃ, καὶ προικῷα καὶ δῶρα ἰσχύει. Εἰ οὖν ἀνθρώποις οὐδεμία μεταβολὴ, ἐπειδὴ τῷ προλαβόντι σκοπῷ ἀκολουθεῖ· τί ἀπολογήσῃ, σὺ ἡ παρ' 2 ἐλπίδα ὑπὸ τοῦ ∆εσπότου ἁρπαγεῖσα; Οὔτε γὰρ ἀνάγκην ἐκείνην λέγω, δι' ἣν τοῦ ∆εσπότου συζευχθῆναι ἠξιώθης, ἀλλ' οἰκονομίαν καὶ φιλανθρωπίαν ∆εσπότου· ἵνα τῷ τῆς ἀνάγκης σχήματι σὺ ἡ ἀναξία τὸν ὑπὲρ σὲ ἄφθαρτον γάμον κερδάνῃς.
Μὴ οὖν λέγε, ὅτι Ἀνάγκῃ παρθενεύειν εἱλόμην· μὴ ἀχαρίστει τῷ οὐρανίῳ νυμφίῳ, ὅτι σε ἄπροικον καὶ ἀγενῆ καὶ δούλην λαβεῖν κατηξίωσε· δούλη γὰρ αὐτοῦ εἶ, κἂν μὴ θέλῃς. Ὥστε παρακαλῶ, ὦ παρθένε, ὑπήκοόν σε γενέσθαι χωρὶς πάσης ἀντιλογίας καὶ διαλογισμῶν αἰσχίστων. Καὶ εἰ μὲν οὐκ ἠθέτησας ἔτι τὸν πνευματικὸν γάμον, φύλαξον ἀσφαλῶς τὰς συνθήκας· εἰ δὲ παρέβης καὶ ἔπεσες, ἔγειραι, ἔγειραι, παρακαλῶ. Παρέστηκε γάρ σοι ὁ ἀγαθὸς καὶ φιλάνθρωπος ∆εσπότης ὁ ἀτιμασθεὶς ὑπὸ σοῦ οὐκ ἀποβάλλει σου τὴν συνοίκησιν· ἐπίδος αὐτῷ τὴν χεῖρα. Ἐπειδὴ γὰρ τὴν πρώτην δεξιὰν ἐνύβρισας, κἂν ταύτην μὴ ἀθετήσῃς. Οὐχ ὑπερηφανεῖ σου τὰ τραύματα· ἰᾶται γὰρ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος πληγήν· ἰατρὸς γάρ ἐστιν εὔσπλαγχνος. Ἀποκάλυψον αὐτῷ δι' ἐξομολογήσεως τὸ πάθος, ἵνα ἐπιθήσῃ ἀοράτως τὸ σωτήριον φάρμακον· οὐκ ἦλθε γὰρ καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Πρὸς σὲ ἦλθε τὴν κειμένην· ἔγειραι οὖν, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου, τουτέστιν, εἰς τὸν τῆς μετανοίας λιμένα. Μηκέτι πρόσχῃς μήτε τοῖς σαρκικοῖς ὀφθαλμοῖς, μήτε τοῖς τῆς διανοίας ἐπὶ τὸν μοιχὸν ἐκεῖνον τὸν πρόξενον τῆς γεέννης καὶ τοῦ ἀκοιμήτου σκώληκος. Ἆρον, φησὶν, ἐντεῦθεν ἆρον· οὐ γὰρ βούλομαί σε κεῖσθαι. ∆ιάῤῥηξον τὸ τῆς ἁμαρτίας σύμβολον· λοῦσαι τοῖς δάκρυσιν, οὐκ εἰς τὴν κολυμβήθραν, ἀλλ' εἰς τὴν ἐκκλησίαν· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς χαρίσασθαί σοι τὸ πρῶτον ἀξίωμα. Μὴ διδάξῃς τὸν κεραμέα, πῶς τὸ ἴδιον διορθώσηται πλάσμα. Ἥμαρτες; Ἡσύχασον· μὴ εἴπῃς· Καὶ πῶς οἷόν τε εἰς τὸ πρῶτόν με ἐλθεῖν ἀξίωμα; μὴ λέγε τοῦτο, ὦ παρθένε· Θεὸς γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων; Ἄκουε τοῦ ∆εσπότου πῶς ὀνειδίζει τὴν ἀπόγνωσιν διὰ Ἱερεμίου τοῦ προφήτου λέγων· Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις τῆς θυγατρὸς τοῦ λαοῦ μου; Ὢ τοῦ συμπαθοῦς ἰατροῦ! οὐκ ἐγκαλεῖ ἐπὶ πταίσματι, ἀλλ' ἐπὶ τῇ ἀμελείᾳ· οὐκ εἶπε, ∆ιὰ τί ἐπλήγης; ἀλλὰ, ∆ιὰ τί οὐκ ἐθεραπεύθης; οὐκ εἶπε, ∆ιὰ τί ἔπεσες; ἀλλὰ ∆ιὰ τί οὐκ ἀνέστης; Ὅτι δέ σε λαμπροτέραν ὁ Κύριος διὰ τῆς μετανοίας παραστῆσαι βούλεται, ἄκουε αὐτοῦ διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἐὰν ὦσιν αἱ ἁμαρ3 τίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Οὔτε ἂν ὁ Ἀπόστολος ἄκαιρον ἤλγησε πόνον, εἰ μὴ πρότερον τῆς τοῦ ∆εσπότου ἀγαθότητος τὰς συνθήκας ἐδέξατο· οὐκ ἂν ἔλεγε, Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ἐπειδὴ γὰρ, φησὶ, τὴν κατ' εἰκόνα Θεοῦ γενομένην ψυχὴν τῷ ψυχοφθόρῳ προέδωκας δαίμονι, πόρνης μέλη τὰ τοῦ Χριστοῦ μέλη ποιήσασα· ἕως τοσούτου οὐ παύομαι πενθῶν καὶ θλιβόμενος, ἕως ἂν πάλιν ἴδω μεμορφωμένον ἐν σοὶ τὸν Χριστὸν, τὸ τῆς σωφροσύνης κάλλος ἐνδεδυμένην. Μὴ ἀποῤῥίψῃς τὸ βραβεῖον τῆς μετανοίας, παρακαλῶ, δέομαι καὶ ἀντιβολῶ· ἄνδρισαι, ἅγνισαι, ἄλειψαι πνευματικῶς· πολυπλασιάζει ὁ Ἀπόστολος τὴν παράκλησιν· ∆ιὰ τὸν Χριστὸν πρεσβεύω, καταλλάγητε τῷ Θεῷ. ∆έεται ὁ Ἀπόστολος, ἵνα τὴν μεμνηστευμένην τῷ Χριστῷ καὶ τὰς συνθήκας λύσασαν πάλιν ἀνακαλέσηται. Ὁ φιλάνθρωπος ∆εσπότης λέγει· Οὐ μνησικακῶ ἐπὶ τῇ ὕβρει τῇ γενομένῃ· ἡ ἐμὴ ἐνύβρισται κοίτη, ἡ ἐμὴ ἠτίμασται συζυγία· ἀλλ' εἰς οὐδὲν τῶν γενομένων ἐγκαλῶ, ὧν ἐποίησας. ∆ιὰ τί δὲ πολεμοῦντος τοῦ ὑπεναντίου μὴ ἀντέστης; πῶς οὐκ ἐτροπώσω τὰ ἰοβόλα αὐτοῦ βέλη τῷ τύπῳ τοῦ σταυροῦ μου; Οὐχὶ ἐγὼ διὰ τοῦτο εἰς παρθενικὴν γαστέρα ἐνῴκησα, ἵνα ἡ ἔκπαλαι διὰ τῆς ἀπάτης ἀτιμασθεῖσα φύσις τιμηθῇ διὰ τῆς παρθενίας; Παρθένον γὰρ τὴν Εὔαν οὖσαν ὁ ἐχθρὸς ᾐχμαλώτευσε, καὶ διὰ παρθενίας πάλιν ταύτην ἐν παραδείσῳ εἰσήγαγον. Οὐκ ἤκουσάς μου λέγοντος, ὅτι οὐδείς ἐστιν, ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ οἰκίαν, καὶ ἀπαρνήσηται πάντα τὰ τοῦ βίου, ὃς οὐ μὴ ἑκατονταπλασίονα λήψηται, καὶ ζωὴν αἰώνιον κληρονομήσῃ; οὐκ ἤκουσάς μου διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Οἱ δουλεύοντές μοι εὐφρανθήσονται; οὐχὶ δι' αὐτοῦ τοῦ δούλου μου Ἡσαΐου ἐπηγγειλάμην τοῖς ἐν ἁγνείᾳ τηροῦσι τὸ σῶμα κληρονομεῖν ἀγαθὰ πολλὰ, καὶ καρποὺς κρείσσονας υἱῶν καὶ θυγατέρων; οὐχὶ διὰ παρθενίας τὴν κορυφήν μου ἐκράτησεν; οὐχὶ Ἰωάννης ὁ υἱὸς Ζεβεδαίου διὰ παρθενίας παρ' ἐμοῦ υἱὸς βροντῆς ἐκλήθη, καὶ υἱὸς τῆς μητρός μου; πῶς οὐκ ἤκουσας τοῦ ἀποστόλου μου Παύλου λέγοντος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε; Ναὶ, φησὶ, Κύριε· ἀλλὰ τὴν δούλην σου τὴν ἀναξίαν οἰκτείρησον, καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ ἐν ὀργῇ σου παιδεύσῃς με. Ὁ γὰρ ἀρχέκακος καὶ ἀνθρωποκτόνος ἐχθρὸς βέλος ἠκόντισε πρός με ἰοβόλον, καὶ περιέδραμέ μου τὴν καρδίαν καὶ τοὺς νεφροὺς καὶ τὰ λοιπὰ αἰσθητήρια, καὶ ἐπελαθόμην τοῦ φόβου σου, καὶ τῆς δικαίας σου ἀνταποδόσεως· ἠμαύρωσε γάρ μου τοὺς τῆς διανοίας ὀφθαλμοὺς τὸ ἔνδον ἐπιγινόμενον πῦρ. Πλὴν ἀναπολόγητός εἰμι, ∆έσποτα, μὴ ἐπικαλεσαμένη σε τότε εἰς τὴν ἐμὴν βοήθειαν· ἀλλ' ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, σὲ ἐγκαταλείψασα, καὶ δουλεύσασα πάθει αἰσχύνης καὶ ἀτιμίας. Τότε καὶ αὐτὸς ἐρεῖ σοι· Καλόν σε ἦν ἐνθυμηθῆναι, μὴ τὸ τάχος ἀποσταλῶσιν οἱ τὴν ψυχήν σου ἀπαιτοῦντες ἀπὸ σοῦ· καὶ ποῦ τότε ἡ ἐξομολόγησις καὶ ἡ μετάνοια; ∆ιὰ τοῦτο γὰρ λέγω, ὅτι Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Πλὴν ἀπάρτι μηκέτι ἁμαρτήσῃς, μηδὲ ἐμὲ καταλιποῦσα, μοιχαλὶς χρηματίσῃς. Καὶ ἡμεῖς οὖν δεόμεθα, Καταλλάγητε τῷ Θεῷ, καὶ εἰπὲ οὕτως, ὦ παρθένε· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας ἀν4 έσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας. Ὢ δακρύων ἀγαθῶν γεωργὲ, τί τούτων λαμπρότερον τῶν θαυμάτων; Συνέλθητε οὖν, ὅσαι τῷ τοιούτῳ κινδύνῳ τοῦ ναυαγίου περιεπέσετε, γνῶτε, διδάχθητε, παιδεύθητε, ὅτι ὁ μὲν τῆς ἁμαρτίας καρπός ἐστι θάνατος, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι ζωὴ καὶ εἰρήνη καὶ ἁγιασμός. Ὅσοι νῦν τε καὶ πάντοτε βούλεσθε ἐκφυγεῖν τὸν θάνατον τοῦτον, τὰ λεγόμενα ἅπαντα ὑπόθεσιν σωτηρίας λάβετε· καὶ τοῦτο ἀεὶ μελετᾶτε πάντες, ἐξαιρέτως δὲ οἱ μονάζοντες, καὶ παρθένοι αἱ τὰ σώματα ὑμῶν ἀφιερώσασαι τῷ Κυρίῳ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς τὸν καρπὸν τῆς ἁμαρτίας θάνατον ἐβλάστησεν· ὁ δὲ καρπὸς ὁ πνευματικὸς ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν καὶ ἁγιασμὸν καὶ εἰρήνην ψυχικῶς τε καὶ σωματικῶς. ∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ· ἡ γὰρ συγκατάθεσις τῶν λογισμῶν πᾶσαν τὴν πρᾶξιν ἀπετέλεσεν. Ἀψευδὴς γὰρ ὁ εἰπών· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐδὲν δὲ κεχωρισμένον ἐκ τοῦ ἄῤῥενος καὶ τῆς θηλείας· πάντες γὰρ τοῦ αὐτοῦ φυράματος τυγχάνομεν, καθὼς τὸ Εὐαγγέλιόν φησι· τὸ μὲν θέλημα ἀνδρὸς λέγει. τὸ δὲ θέλημα σαρκὸς, ἓν καὶ τὸ αὐτὸ πᾶν εἰρηκώς. ∆ιὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων. Εἰ δὲ πληροφορία τίς ἐστι περὶ ὠφελείας ψυχῆς, οὐ δεῖ παραιτεῖσθαι ἄνδρας εὐσχημόνως περιπατοῦντας. Μὴ παῤῥησιάζεσθαι δεῖ, μηδὲ χρονίζειν, γυναιξὶν ἀσέμνοις μὴ συγγελοιάζειν· ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω· ∆εσποτικὸν γὰρ τὸ παράγγελμα, ὅτι οὐδὲ κατὰ τῆς ἰδίας σου κεφαλῆς ἀνέχεταί σε ὀμόσαι λέγων, ὅτι Πᾶν τὸ πλεῖον τοῦ Ναί καὶ τοῦ Οὔ, ἐκ τοῦ πονηροῦ ἐστι· τοὺς δὲ ῥυπαροὺς καὶ ἀσέμνους λογισμοὺς, καὶ πάντα τὰ τῆς σαρκὸς πειρατήρια τῷ φόβῳ καὶ τῷ πόθῳ τοῦ Χριστοῦ καὶ τῷ τύπῳ τοῦ σταυροῦ αὐτοῦ ἀπελαύνειν. Ἰδοὺ, πατέρες καὶ μητέρες καὶ ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ τέκνα πάντα, τὰ συμφέροντα παρέθηκα ὑμῖν, λέγω δὴ τοῖς μονάζουσι καὶ ταῖς παρθένοις. Ταῦτα φυλάξατε, καὶ οὐ μὴ πταίσητε, ἀλλὰ ἀξιωθήσεσθε καὶ ὑμεῖς κληρονόμοι Χριστοῦ ἀναδειχθῆναι, ὧν πάντων τῶν ἡτοιμασμένων ἀγαθῶν ἀξίους καὶ κληρονόμους ἀναδείξῃ ὑμᾶς ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
17.Κατὰ αἱρετικῶν.
Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδότες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφωνίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις. Ἐξ ἀμφοτέρων γὰρ ἡ τῆς εὐσεβείας συντέθειται μόρφωσις, τῶν μὲν ἠθικῶν τὴν τοῦ σώματος τάξιν ἀναπληρούντων, τῆς δὲ τῶν δογμάτων παραζεύξεως ἐν τῇ τῆς ψυχῆς τεταγμένης ἀξίᾳ. Καθάπερ γὰρ σώματος ἀποζευχθέντος ψυχῆς, ἡ τῶν μελῶν ἄχρηστος ᾖ κἂν ἐπαινῆται συνθήκη· οὕτω καὶ τῆς τῶν ἠθικῶν ἀρετῆς τὸ κάλλος νεκρὸν, τῇ τῶν δογμάτων δυνάμει μὴ ψυχούμενον. Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέντων, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν ἀγνοῇ; τί τῆς ἐλεημοσύνης τὸ κέρδος, ὅταν ὁ τῆς ἐλεημοσύνης ἀθετούμενος ἀγανακτῇ δικαστής; τίς ὄνησις στρατιώταις ὑπάρξει, πολλὴν μὲν ἐνδεικνυμένοις ἀγαθῶν ἐργασίαν, ἐχθρῶν δὲ τῷ βασιλεῖ; Μὴ κεχρημένοις ἄπαν ἔθηκας ἀρετῆς ἀνωφελὲς πλεονέκτημα, τῆς τῶν δογμάτων μὴ προσεῤῥιζωμένης ὀρθότητος. ∆εῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι. Ταύτης ἡμεῖς ἐκκρεμάμενοι, καὶ τὰ τῶν πράξεων αὐτῇ συνυφαίνοντες μέλη, τὸ τῆς εὐσεβείας ὁλόκληρον ἀπαρτίζομεν σῶμα, τὴν τοῦ σώματος κεφαλὴν Χριστὸν περισφίγγοντες. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὃν ἔχειν αἱρετικοὶ κεφαλὴν ἀπηξίωσαν. Εὐχῆς μὲν οὖν ἄξιον μὴ τοιαῦτα Χριστιανοὺς καλουμένους κατὰ Χριστοῦ μεμηνέναι. Νῦν δὲ καὶ χάριν αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγορέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι. Φιλῶ γὰρ μάχην εἰρήνης βελτίονα, φιλῶ πόλεμον ἀγάπης μακαριώτερον, φιλῶ γνώμην πομπεύειν πρὸς μὲν Ἕλληνας σεμνυνομένην ἀπὸ Χριστοῦ, πρὸς δὲ καὶ ἡμᾶς στασιάζουσαν, ὅτι Χριστὸν ἀνυψοῦμεν. Τοιοῦτος γὰρ ἦν Ἄρειος· ὅταν μὲν Ἕλλησι λαλῇ, σεμνολογεῖ τὸν Χριστόν· ὅταν δὲ ἡμῖν διαλέγηται, καταλαλεῖ τοῦ Χριστοῦ. Τοιοῦτος Εὐνόμιος· ὅταν Ἑλληνισμὸν ψέγῃ, στηλιτεύει θεοποιίαν· ὅταν δὲ φθέγγηται πρὸς ἡμᾶς, θεοποιίαν ἱστᾷ· θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα. Τί ποιεῖς, τυφλώττων αἱρετικέ; Ἃ κατέλυσεν εἰσάγεις οἰκοδομοῦντα τὸν Χριστὸν, καὶ ἃ νοεῖς ἀνέσπασε, τῶν κτισμάτων θεοποιίας, κτισματολατρείαν, φυτεύων τὰ μείζονα. Μὴ βλάπτε τοῦ Χριστιανισμοῦ τὴν εὐγένειαν· μὴ ποίει τοῦτον Ἑλληνισμοῦ συγγενῆ· λατρεία γὰρ κτίσματος, κἂν μεῖζον κἂν ἔλαττον τὸ λατρευόμενον ᾖ κτίσμα, λατρείας Ἑλληνικῆς ἀδελφόν. Οὐκ ἐγκαλεῖ γοῦν τοῖς Ἕλλησιν ὁ Παῦλος, ὅτι μικρῶς ἐλάτρευσαν, ἀλλ' ὅλως ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τὸ γὰρ κτίσματι λατρεύειν καὶ ἐν μικρῷ καὶ ἐν μεγάλῳ ἰσοδύναμόν ἐστι· μᾶλλον δὲ καὶ Ἑλλήνων αἱρετικὸς τῇ θείᾳ χαλεπώτερος φύσει. Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων. Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορφυρίδα· ὁ δὲ κτίσμα τὸν Θεὸν παρεισάγων, ἰδιωτεύειν ἀναγκάζει τὸ Θεῖον. Ἕλλην μὲν, ὃς ὑποπτεύει τὸ Θεῖον, θεραπεύει δὲ παντοίως· Ἄρειος δὲ οὐ σέβει, Θεοῦ τὴν εὐφημίαν οὐ φέρει. Σέβειν μὲν τὸν Χριστὸν καὶ προσκυνεῖν οὐκ ἀρνεῖται, τιμωμένου δὲ τιμαῖς ὑψηλοτάταις ἀλγεῖ. Ἂν εἴπῃ τις ἄκτιστον, εὐθέως ὠργίσθησαν· ἂν ἀδέσποτον, ἐδυσχέραναν· ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν· ἂν δοτῆρα δωρεῶν αὐτεξούσιον, καὶ πρὸς τοῦτο βρύχονται· κλήσεις μὲν Χριστιανῶν, μισοχρίστων δὲ γνώμην. Σκόπησον, Ἄρειε, ποίαν ἀθετεῖς αὐθεντίαν· ἄκουσον αὐτοῦ ἄλλοις ἄλλως δεσποτικῶς διατάττοντος· Σοὶ δώσω, φησὶ, τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ, Σὺ σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τὸ τελώνιον ἀφεὶς, ἀκολούθει μοι· Σὺ μὴ φοβοῦ, ἀλλὰ λάλει, διότι ἐγώ εἰμι μετὰ σοῦ· Σοὶ λέγω, λεπρὲ, καθαρίσθητι· Σὺ δραμὼν νίψαι εἰς τὸν Σιλωὰμ, καὶ ἀνάβλε 6 ψον· Σὺ, παράλυτε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· Σὺ, θάλαττα, σιώπα, πεφίμωσο· Ὑμεῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· Ὑμεῖς, λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν· Ὑμεῖς, Μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐδὲν τούτων ἔφη· Σοὶ δώσει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ὁ Πατήρ· σὲ εἰς παράδεισον ἄξει ὁ Πατήρ· σὺ, λεπρὲ, τῷ θελήματι τοῦ Πατρὸς καθαρίσθητι· σὺ παρὰ τοῦ Πατρὸς ἐπίταττε τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο· ὑμεῖς δεῦτε ὀπίσω μου, καὶ ποιήσει ὑμᾶς ὁ Πατὴρ ἁλιεῖς ἀνθρώπων· ἀλλ' ἐξ αὐθεντούσης ἐξουσίας εἰσὶν αἱ ῥήσεις. Εἰ δέ που τῆς αὐθεντίας αἱ φωναὶ μετριώτεραί εἰσιν, ὡς τὸ, Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου, τὸ τῆς κατὰ φύσεως προστίθησιν αἴτιον· ∆ιὰ τὸν ὄχλον, φησὶ, τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας· τῶν δὲ πρὸς αὐτὸν κεχηνότων πᾶσαν φωνὴν ὑψηλὴν πρὸς αὐτὸν ἐστεφάνουν.Προσῄει περὶ παιδὸς ἑκατόνταρχος, ὅσον εἶχε δυνάμεως, ἐν εὐφημίαις ἐπαίρων· Κύριε γὰρ, φησὶν, οὐκ εἰμὶ ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς, ἀλλ' εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ κροτούμενος τὸ δῶρον ἐλάμβανεν. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ἀλλ' ὕπαγε, καὶ ὡς ἐπίστευσας, γενηθήτω σοι. Πάλιν γυνή τις αἱμόῤῥους τῷ τοῦ ∆εσπότου χιτῶνι δοξολογίας προσάγουσα τιμὴν, μήτι γε δὴ τῇ θεότητι, σὺν εὐφημίαις τὸ δῶρον ἐλάμβανεν. Ἐτετίμητο δὲ καὶ ὁ λῃστὴς ἐν παραδείσῳ, ὅτι δὴ βασιλέα κέκληκε σταυρούμενον. Τούτων μείζων μὲν παρ' ἡμῶν τῷ ∆εσπότῃ Χριστῷ κεχρεώστηται πίστις, ὅσῳ καὶ μείζονος μετεσχήκαμεν γνώσεως. Ἔστω δὲ ὅμως, Ἄρειε, τὶ κἂν γοῦν τότε παραπλήσια. Οὐ βούλει μέ τι φρονεῖν τῶν προῤῥηθέντων εἰς Χριστὸν ὑψηλότερον; Πονηρὰ μὲν ἡ γνώμη, μέχρι δὲ τούτου στήτω. Τί καὶ ταπεινοτέρας ὑπαγορεύεις τοῖς αὐτὸν ἐπικαλουμένοις φωνάς; Ἔχω τῶν τότε τοὺς λόγους εἰς εὐχὴν χαρακτῆρας. Οὐ λέγω τῷ Χριστῷ, Κύριε, μνήσθητί μου ἐν τῇ ὑπουργίᾳ σου, ἀλλὰ λέγω φωνὴν, δι' ἧς ὁ λῃστὴς εἰσηκούσθη· Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Οὐ λέγω τῷ Θεῷ Λόγῳ, Κύριε, τῶν τοῦ Πατρὸς δωρεῶν ὑπηρέτα· ὁ γὰρ ἑκατόνταρχος οὐ συγχωρεῖ μοι, βοῶν, ὅτι, Ὁ Κύριος, εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ λέγω πρὸς αὐτὸν, Κύριε, ἐὰν αἰτήσῃ παρὰ τοῦ Πατρὸς, σωθήσομαι, γυναικικῆς γὰρ εἰσημάτιον πίστεως σμικροτέραν οὐ προσφέρω θεότητι, Ἄρειε. Οὕτω καλῶ τὸν Υἱὸν, ὡς χαίρει καλούμενος· πρόσειμι μετὰ τοιούτων φωνῶν, μεθ' ὧν αὐτῷ προσελθόντες, ἐπανῆλθον τυχόντες. Εἰ δὲ ὁ λῃστὴς καὶ γυνὴ καὶ στρατιώτης πιστὸς εἰς διδασκαλίαν ἀπαράδεκτοι πίστεως, αἰδέσθητι κἂν τὸν τῶν ἀποστόλων χορὸν, ἔνθα δώρων τῶν ὑπὲρ φύσιν ἐχρῆν ἐπιβοωμένων Χριστόν. Τί φθεγγόμενος Πέτρος ἀνίστησι παράλυτον; Αἰνέα, φησὶν, ἰᾶταί σε Ἰησοῦς Χριστός· καὶ πάλιν ἑτέραν ἐργαζόμενος ἴασιν, Οὐκ ἔστι, φησὶν, ἐν ἄλλῳ οὐδενὶ ὀνόματι ἡ σωτηρία. Τί λέγων Ἀνανίας ἐθεράπευσε Παῦλον; Σαοὺλ, ἀδελφὲ, ὁ Κύριος ἀπέστειλέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ὅπως ἀναβλέψῃς, καὶ πλησθήσῃ Πνεύματος ἁγίου. Τὴν τίνος ἑαυτῷ Παῦλος ἐπηύχετο δύναμιν; Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Τίνα κατὰ τῆς Σαμαρειτῶν τιμωρίας Ἰάκωβος καὶ Ἰωάννης ἱκέτευε; Κύριε, φησὶ, θέλεις εἴπωμεν καταβῆναι πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀναλώσει αὐτούς; Ὁ δὲ τῶν ἀγγέλων χορὸς τί τοῖς ἀνθρώποις περὶ αὐτοῦ παρεδίδου; Αὐτὸς, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ταῦτα δὲ τῆς ἀξίας ἐλάττω. Οὐ γάρ ἐστιν ὕμνος, οὐχ ὑπαίρων τὸν Υἱὸν, οὐκ ἰσούμενος, ἀλλ' ὅσον ἂν εὐφημίαις ἀναβαίης, ὅσην ἂν λόγων μηχανήσῃ δόξαν, μετὰ τοῦ ∆αυῒδ βοήσεις ἡττώμενος, Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Εἰ δέ γε τὸ, ἄκτιστος, Ἄρειε, φωνὴ τῆς τιμῆς τὸν Υἱὸν ὑπεραίρουσα, ἔσται 7 σοι τὰ τοῦ ∆αυῒδ πρὸς αὐτὸν ὑπηλλαγμένως βοᾷν, Κύριε, ἂν ἄκτιστον εἴπω σε, τί ἀνταποδώσεις μοι μείζονί σου τετιμηκότι σε τιμῇ; Ἀλλ' ἐρεῖ πρὸς αὐτοὺς Ἰωάννης ἀντιφθεγγόμενος· Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πανταχόθεν τοίνυν πρὸς τὴν τῆς θείας φύσεως ὑψηλολογίαν διεγειρώμεθα, μεγάλας ἐν ὕμνοις Θεοῦ μελετῶμεν ἐννοίας, ἄρωμεν ἰσχύϊ πάσῃ πρὸς ὕψος τὸν προσκυνούμενον, φρόνημα πτωχὸν ἐν καιρῷ θεολογίας σώσωμεν, τιμή 8 σωμεν τὸν Πατέρα ὑψηλαῖς εἰς τὸν Υἱὸν εὐφημίαις, δοξάσωμεν τὴν τοῦ γεννήτορος δόξαν, τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοιότητα φύσεως ἴσῃ ὁμοτιμίᾳ· τὴν τῆς γεννήσεως ὁμολογῶμεν ἀλήθειαν, κτησώμεθα τοῦ Πατρὸς τὴν ἀγάπην τῇ περὶ τὸν ἐξ αὐτοῦ θεραπείᾳ· Ἐὰν γάρ τις ἀγαπᾷ με, φησὶν, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
18.Χρυσοστόμου περὶ ἐλεημοσύνης.
Πάλιν ἡμῖν παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόθη καιρὸς τοῦ καταβαλεῖν ταῖς ὑμετέραις ἀκοαῖς τὰ τῆς ἐλεημοσύνης σπέρματα· πάλιν ἡμῖν ὁ Χριστὸς δέδωκε τὸν σπορέα μιμήσασθαι τὸν ἐπὶ τὴν καλὴν γῆν σπείροντα τὸν σπόρον αὐτοῦ, καὶ ἑκατονταπλασίονα κομισάμενον. Ἰδοὺ γὰρ τὸ τῶν χειρῶν ἐσάλπισε κήρυγμα· ἰδοὺ τὸ τῆς ἐλεημοσύνης θέατρον συνεκροτήθη. Καλείσθωσαν οὖν εἰς μέσον οἱ φιλόθεοι καὶ φιλότιμοι καὶ φιλοπένητες· καλείσθωσαν οἱ τῶν στεφάνων ἐρασταί. Πάρεστι γὰρ ὁ Θεὸς ὁ τῶν βραβείων χορηγὸς, ὀλίγα χρήματα παρὰ τῶν φιλοπενήτων ὑποδεχόμενος, καὶ βασιλείαν οὐρανῶν αὐτοῖς χαριζόμενος.
Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ζημιωθῇ τῆς τοιαύτης χάριτος· μηδεὶς τὸ μέγα τοῦτο καὶ ὑπερκόσμιον δῶρον δι' ὀλίγα χρήματα παρίδῃ, μὴ πένης, μὴ πλούσιος, μὴ δοῦλος, μὴ ἐλεύθερος, μὴ σοφὸς, μὴ ἰδιώτης, μὴ ἀνὴρ, μὴ γυνή· ἀλλὰ πάντες, παρακαλῶ, μετὰ προθυμίας ἀγοράσωμεν τὴν τῶν οὐρανῶν βασιλείαν. Καὶ μή μοί τις τῶν πενήτων λεγέτω· Πτωχός εἰμι· αὐτῶν γὰρ πρῶτον ἀναγκαῖον καθάψασθαι, ἐπειδήπερ νομίζουσιν αὐτῶν τὴν ἀπολογίαν εὐπαράδεκτον παρὰ τῷ Θεῷ φαίνεσθαι. Τί γάρ φησι πολλάκις ὁ πένης; Οὐκ ἔχω χρήματα, τῆς καθημερινῆς οὐκ εὐπορῶ τροφῆς, ὅλην τὴν ἡμέραν κάμνω καὶ ταλαιπωρῶ, ἵνα μόλις τῆς ζωῆς δυνηθῶ περιγενέσθαι· ὠμοφορῶ, τεκτονεύω, σφυροκοπῶ, καὶ τὴν τοῦ σώματος καταμαραίνω δύναμιν· καὶ σὺ καθέζῃ κατακρίνων με τῶν ἐμῶν καμάτων τοῖς ἀλλοτρίοις χαρίσασθαι; Ὅλως γὰρ, εἰπέ μοι, τῶν σῶν καμάτων λέγεις, καὶ σὸν κτῆμα νομίζεις τὴν ἰσχὺν τοῦ σώματός σου; καὶ οὐ πιστεύεις, ὅτι ἐὰν μικρόν τι τῶν, ὡς λέγεις, καμάτων σου δώσεις, ἐλεημοσύνην ἐκείνῳ παρέχεις τῷ χαρισαμένῳ σοι τὴν ἰσχὺν καὶ δύναμιν τῆς ἐργασίας; Μᾶλλον παρὰ μικρὸν δὸς τῷ σώματί σου, ἵνα τῇ ψυχῇ χαρίσῃς τὸν πολὺν θησαυρόν. Μὴ γὰρ, ἐὰν ἔχων δέκα ὀβολοὺς δώσῃς ἐννέα τῷ σώματι καὶ ἓν τῇ ψυχῇ, παρὰ τοῦτό σοι πάντα τὰ κατὰ τὸν βίον ἀνατρέπεται; Ἐὰν εὐπορήσῃς ὀβολοὺς πεντήκοντα, καὶ δώσῃς τῷ Θεῷ πέντε διὰ τῶν ἀδυνάτων, καὶ τὰ τεσσαράκοντα πέντε ἑαυτῷ, ἐνίσχυσας τὴν ψυχὴν τῇ πίστει, ἐνεδυνάμωσας καὶ τὸ σῶμα διὰ τὴν ἑτέρων προσευχὴν, καὶ ἔλαβες χάριν πρὸς τὸ πάλιν ἐργάσασθαι, καὶ πάλιν κερδᾶναι πολυπλασίονα, καὶ γέγονας πλουσίων πλουσιώτερος εἰς ἐλεημοσύνην. Ἀλλὰ πάντως ἐρεῖς μοι· Καὶ τί, φησὶ, κερδανῶ ἐκ τούτου; Ὅτι οὐκ ἔτι ὀνομάζῃ πένης, ἀλλὰ δανειστὴς Θεοῦ. Καὶ πόθεν μοι, φησὶ, τοῦτο γενήσεται; Πίστευσον τῇ Γραφῇ τῇ λεγούσῃ· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· καὶ ἔχεις ἀκοῦσαι παρ' αὐτοῦ· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἆρα οὐ πολλάκις καθήμενος ἐπὶ τῆς ἀγορᾶς εἶδες πλούσιον παρερχόμενον, καὶ ἐμακάρισας αὐτὸν λέγων, Μακάριός ἐστιν οὗτος ὁ πλούσιος, ὅτι τῆς τῶν ἑτέρων οὐ χρείαν ἔχει χορηγίας, ἀλλὰ μᾶλλον καὶ δανείζει; Καὶ ἐκεῖνος μὲν ἀνθρώποις δανείζει, σὺ δὲ τῷ Θεῷ· ἐκεῖνος ἑκάστου τὰ ἀπὸ καμάτων λαμ8 βάνει μετὰ κόπου καὶ μετὰ μάχης ἐν ἁμαρτίᾳ· σὺ δὲ ἐκ τοῦ Θεοῦ λαμβάνεις ἀκόπως, ἀμερίμνως, μετὰ χαρᾶς ἑκατονταπλασίονα· ἐκεῖνος εἰς τὸν βραχὺν τοῦτον βίον λαμβάνει, σὺ δὲ εἰς τὸν ἀτελεύτητον βίον ζωὴν αἰώνιον κληρονομεῖς. Εἰ δὲ οὐ πιστεύεις μοι, πίστευσον τῷ Θεῷ τῷ μεθ' ὅρκου σε πληροφορήσαντι, καὶ λέγοντι· Ἀμὴν λέγω ὑμῖν, ἑκατονταπλασίονα λήψεσθε, καὶ ζωὴν αἰώνιον κληρονομήσετε. Μὴ οὖν νόμιζε ἐλαττοῦσθαι τῇ τῶν πενήτων δόσει· οὐ γὰρ γίνῃ πένης ἐκ τῆς τῶν πενήτων μεταδόσεως. Ἐὰν ὁ πένης ἐλεῇ πένητα, πενέστερος οὐ γίνεται, ἀλλ' ἐπαινετέος, καὶ τὴν πενίαν μᾶλλον ἀσφαλίζεται. Ἤκουσας τοῦ Προφήτου λέγοντος· Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους; καὶ πάλιν, Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται; Εἰς εὐλογίαν, διὰ τί; Ὅτι ὁ σπείρων ἐπ' εὐλογίας, ἐπ' εὐλογίας καὶ θερίζει· ὃς γὰρ ἐπιμελήσῃ τῶν ἀμφιεσμάτων σου, ἐπιμελήσει καὶ τῆς ψυχῆς σου. Οὐδὲν γὰρ οὕτως ἀμφιέννυσι τὴν ψυχὴν, ὡς τὸ τῆς χήρας καὶ ὀρφανοῦ καὶ πένητος σκέπασμα. Οὐκ ἀφίησι γὰρ τὴν ψυχὴν γυμνὴν ὀφθῆναι τῷ Θεῷ κατ' ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν καὶ φρικτήν· ἀλλὰ στολὴν φωτὸς περιβεβλημένη διὰ τῆς ἐλεημοσύνης μετὰ πάσης δόξης φαίνεται τῷ Θεῷ. Λέγει γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· ∆ιάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· καὶ τότε ἔσται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου. Εἶδες πόσος μισθὸς διὰ μικρὸν ἄρτον ἢ ἕνα ὀβολὸν ἀπόκειταί σοι; ἔγνως πόσον σοι προσάγει φῶς ὁ τῆς ἐλεημοσύνης καρπός; Θέλεις μαθεῖν πόσον θησαυρὸν προεξένησεν ἡμῖν ἡ μικρὰ τῶν πτωχῶν δόσις; βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν; Ἄκουσον. Οὐ γὰρ ἀπὸ τῆς Καινῆς ∆ιαθήκης πληροφοροῦμέν σε μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς, ἵνα σὺ διὰ τῆς φιλοπτωχίας κερδάνῃς τὸν οὐράνιον θησαυρόν. Λιμός ποτε κατὰ πᾶσαν τὴν γῆν τοὺς ἀνθρώπους ἐπεβόσκετο, καὶ τοσοῦτος λιμὸς, ὥστε καθ' ἑκάστην ἡμέραν ποταμὸν ἀνθρώπων καὶ ζώων παραδίδοσθαι εἰς θάνατον, οὐκ ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' ἐν τρισὶν ἥμισιν ὅλοις ἐνιαυτοῖς, ὡς καὶ τὴν γῆν ἅπασαν καταφθαρῆναι. Αἰτία δὲ γέγονε τοῦ κακοῦ ἡ τῶν Ἰσραηλιτῶν εἰδωλολατρεία, καὶ τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ ἡ παρανομία, δι' ἣν ὁ Ἠλίας, ἄνθρωπος ὢν, ἐδυνήθη κλεῖθρα τοῖς οὐρανοῖς ἐπιβαλεῖν, εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Καὶ οὐκ ἔβρεξεν ἐπὶ τὴν γῆν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ. Εἶτα λοιπὸν αἰσθόμενος ὁ παράνομος βασιλεὺς, ὅτι ὁ προφήτης Ἠλίας γέγονε διάκονος τῆς ἀποφάσεως ταύτης, περιήρχετο ζητῶν ἀποκτεῖναι αὐτόν. Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον 9 ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην. Καὶ λέγει αὐτῇ ὁ προφήτης Ἠλίας· Ἔνεγκέ μοι μικρὸν ἄρτον ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ οἰκίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσέρχομαι τοῦ ποιῆσαι αὐτὸ ἐμοὶ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Μή τις ἡμῶν σήμερον εἰς τοσαύτην πενίαν ἐλαύνει; Μὴ γένοιτο. Ἀλλ' ἐκ τοῦ λειψάνου τούτου τοῦ θανάτου ἐποίησεν ἡ χήρα τῷ προφήτῃ πρῶτον ἐγκρυφίαν, καὶ ἐξήνεγκεν αὐτῷ, καταφρονήσασα ἑαυτῆς καὶ τῶν τέκνων αὐτῆς. Καὶ ποίαν ἔλαβεν ἀντιμισθίαν τῆς πενιχρᾶς ταύτης ἐλεημοσύνης; Ἄκουε φανερῶς τί φησιν ὁ προφήτης· Τάδε λέγει Κύριος· Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Ἕως πότε, προφῆτα; Ἕως τοῦ δοῦναι Κύριον ὑετὸν καὶ δρόσον ἐπὶ τὴν γῆν. ∆ιὰ τοῦτο λέγει ὁ προφήτης· Εὐλογημένος ὁ ἄνθρωπος, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται ἐλπὶς αὐτοῦ ἐν καιρῷ ἀβροχίας, καὶ οὐκ ἐλαττωθήσεται οὐδὲ διαλείψει. Καὶ ἐγένετο τὸ ῥῆμα τοῦ προφήτου ἔργον, καὶ οὔτε ἡ ὑδρία ἔλειψεν, οὔτε ὁ καμψάκης ἠλαττόνησε. Μὴ ταύτης πενέστερος εἶ, ὦ ἄνθρωπε; μὴ τοσοῦτος λιμὸς ἐπίκειταί σοι, τοῦ μὴ ποιῆσαι ἐλεημοσύνην; Οὐκ ἔστιν οὕτω, μὴ γένοιτο· ἀλλὰ καὶ ἔχεις καὶ δύνασαι, ὅστις ἐὰν εἶ, καὶ μάλιστα πιστός. Καὶ πρὸς μὲν τὸ σῶμα φιλότιμος ὑπάρχεις, περὶ δὲ τὴν ψυχὴν περίψηφος. Ἡ ἐλεημοσύνη τροφὴ τῆς ψυχῆς ἐστι· καὶ ὥσπερ ἄρτος καὶ οἶνος τοῦ σώματός ἐστι τροφὴ καὶ εὐφρασία, οὕτω καὶ ἡ ἐλεημοσύνη καὶ προσευχὴ τῆς ψυχῆς ὑπάρχει θεραπεία καὶ χαρά. Καὶ τί δίδωσιν ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, ἢ μόνον ἐλεημοσύνην; Εἰ δὲ ἀγνοεῖς, μάνθανε καὶ παρὰ τῆς χήρας τῆς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, ὅτι διὰ δύο ὀβολοὺς ὅλην τὴν τῶν οὐρανῶν βασιλείαν ἐκέρδανεν, αὐτὸν ὅλον τὸν Θεὸν ἐπαινέτην λαβοῦσα τῆς πτωχείας ταύτης, καὶ μέχρι τῶν οὐρανῶν ἀνελθούσης τῆς καρποφορίας αὐτῆς. Οὐκ εἶδες τὸν Σωτῆρα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἀποδεχόμενον τὴν χήραν τὴν βάλλουσαν ἐν τῷ γαζοφυλακίῳ τὰ δύο λεπτὰ, καὶ χαρισάμενον αὐτῇ τὸν στέφανον τὸν ἐπουράνιον; Εἶδε γὰρ τῆς ψυχῆς τὴν εὐωδίαν, εἶδε τὴν πτωχὴν φιλόπτωχον, εἶδε τὴν ἐνδεῆ χρημάτων τοῖς μὴ ἐνδεέσι συνεισφέρουσαν. Πολλοὶ μὲν ἦσαν οἱ βάλλοντες πολλὰ εἰς τὸ γαζοφυλάκιον· καὶ παρῆν τοῖς γενομένοις ὁ Θεὸς ἅμα καὶ ἄνθρωπος, ὁ αὐτὸς οὐ δικάζων κατὰ πρόσωπον, καὶ τὰς καρδίας τῶν ἀνθρώπων διερευνῶν.Καὶ ποίαν ἀπόφασιν ἐκφέρει περὶ τούτων, ἀκούσωμεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. Οὐ γὰρ τὰ βαλλόμενα πάντα ἀποδέχομαι, φησὶν, ἀλλὰ καὶ τὴν προαίρεσιν τῶν συνεισφερόντων δοκιμάζω. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη πλεῖον πάντων ἔβαλεν. ∆ιὰ τί; Ὅτι οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἤνεγκαν, αὕτη δὲ ὄλον τὸν βίον αὐτῆς εἰσήνεγκεν. Οὐκοῦν ἐπειδὴ δικαίως ἔκρινεν, εἴπωμεν καὶ ἡμεῖς ἅπαντες τῷ Θεῷ, ὡς ὁ Προφήτης εἶπε· ∆ίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου· ὅτι τὴν προαίρεσιν τῶν ἀνθρώπων δοκιμάζεις, καὶ οὐ τῷ πλήθει τῶν προσφερομένων τὴν βασιλείαν περιγράφεις. Οὐ γὰρ προσέχεις τοῖς προσφερομένοις, ἀλλὰ τῇ διαθέσει τῶν προσφερόντων. Μὴ τοίνυν ὀκνήσῃ τις ὑμῶν, παρακαλῶ, κἂν δύο λεπτὰ, κἂν δέκα ὀβολοὺς εἰς τὸ γαζοφυλάκιον τῶν χηρῶν καὶ ὀρφανῶν καταβαλεῖν· οὕτω γὰρ καὶ ἡ ἁγία Γραφὴ διδάσκει, ὅτι καθὼς ἂν ἔχῃ τις προαίρεσιν, εὐπρόσδεκτός ἐστι παρὰ τῷ Θεῷ. Μὴ οὖν γένηται ἡ τράπεζα ἐκείνη ἀλλοτρία τῆς σῆς καρποφορίας· ἀλλ' ἔχε μερίδα μετ' αὐτῆς, ἵνα λάβῃς μερίδα μετὰ τῶν κομιζομένων, ἔλεος παρὰ τοῦ ἐλεήμονος Θεοῦ τοῦ εἰπόντος· Ἐλεεῖτε, ἵνα ἐλεηθῆτε. Ὥσπερ γὰρ πιστεύεται, ὅτι ἔστιν ἄγγελος ἐξ οὐρανοῦ ὁ τὰς προσευχὰς δεχόμενος τοῦ λαοῦ, καὶ προσφέρων τῷ Θεῷ ταύτας, καὶ σπουδάζεις μετὰ πάντων ἀποδοῦναι τῷ Θεῷ τὰς εὐχὰς, ἵνα σου τὸ δῶρον τῆς προσευχῆς μετὰ πάντων ἀποδεχθῇ· οὕτω πίστευε, ὅτι καὶ ἐν τούτοις ἐστὶν ἄγγελος ὁ δεχόμενος τὰ παρὰ σοῦ διδόμενα τοῖς πτωχοῖς, καὶ ταῦτα προσφέρων τῷ Θεῷ. Καὶ ποῖός ἐστιν οὗτος ὁ ἄγγελος, ἀλλ' ἢ ὁ τὰς προσευχὰς καὶ τὰς ἐλεημοσύνας Κορνηλίου τῷ Θεῷ προσενέγκας, καὶ εἰπὼν αὐτῷ· Κορνήλιε, αἱ ἐλεημοσύναι σου καὶ αἱ προσ0 ευχαί σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ; Καὶ ἦν τὸ πρώην Ἕλλην· μετὰ τοῦτο δὲ, ἀφ' οὗ ἐλάλησεν αὐτῷ ὁ ἄγγελος, ἐγένετο πιστὸς, καὶ οὕτω προσεδέχθησαν. Πόσῳ μᾶλλον σοῦ τοῦ φιλοχρίστου; Ὀφείλομεν δὲ λοιπὸν καὶ τοὺς πλουσίους παρακαλέσαι. Μάλιστα μὲν οἱ πολλοὶ φιλόπτωχοί εἰσι, καὶ ἀφ' ἑαυτῶν τοῦτο πράττουσι καλῶς γὰρ ἐμελέτησαν ἀρδευθῆναι παρὰ τῶν τοιούτων ἀνδρῶν, ἐκείνων τῶν πρὸ ἡμῶν διδασκάλων, καρποφορεῖν· ἀλλ' ὅμως ἐπειδὴ καὶ τῶν παρ' ἡμῖν πτωχῶν λόγον ἀπαιτοῦσιν, οὐκ ἀποκνήσω παρακαλέσαι αὐτοὺς, καὶ πρὸς ἐλεημοσύνην χειραγωγῆσαι, δύο ταῦτα παραφυλαττόμενος, τῷ μήτε αὐτοὺς παρὰ Θεῷ ἐγκληθῆναι, μήτε ἐμὲ παρὰ τῶν ἀγγέλων διαβληθῆναι· καὶ πῶς, ἐγὼ λέγω. Ἐὰν γὰρ μὴ καταβάλω τὰ τῆς θείας Γραφῆς λόγια εἰς τὴν ὑμετέραν ἀγαθὴν τράπεζαν, ὥσπερ ἀργύριον ἐπὶ τὸν τραπεζίτην, εὐθέως ἐγκαλοῦμαι παρὰ τοῦ Θεοῦ, καὶ ἀκούω παρ' αὐτοῦ· Ἐχρῆν σε τὸ ἀργύριόν μου καταβαλεῖν τοῖς τραπεζίταις, καὶ ἐγὼ ἐλθὼν ἀπῄτησα τὸ ἐμὸν σὺν τόκῳ. Εἰς τοῦτο γὰρ καὶ ἐνεκάλεσεν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις τῷ πιστευθέντι τὸ δηνάριον, καὶ κατακρύψαντι. Καὶ πῶς ἀργύριον ὁ προφήτης λέγει, ἄκουσον· Τὰ λόγια Κυρίου λόγια ἁγνά· ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως. Οὕτω καὶ τῷ προφήτῃ λέγει ὁ Θεός· Υἱὲ ἀνθρώπου, διαμαρτύρου τῷ λαῷ τούτῳ· καὶ πάλιν ἄλλως, Παρακαλεῖτε, οἱ ἱερεῖς, τὸν λαόν μου· λαλεῖτε εἰς τὰ ὦτα Ἱερουσαλήμ. Τοιαύτας οὖν παραγγελίας δεξάμενος παρακαλῶ πάντας ὑμᾶς πρὸς ἐλεημοσύνην ἐλθεῖν, ἵνα μὴ καὶ παρ' ὑμῶν κατ' ἐκείνην τὴν ὥραν διαβληθῶ, ἐὰν, ὅπερ μὴ γένοιτο, ἀκούσῃ τις παρὰ τοῦ Κριτοῦ κατ' ἐκείνην τὴν φοβερὰν ἡμέραν· Πονηρὲ δοῦλε, διὰ τί οὐκ ἠλέησας τὸν σύνδουλόν σου; καὶ νῦν σὺ πῶς θέλεις ἐλεηθῆναι; Καὶ πάλιν· Μετανοεῖτε νῦν, ὅτι ἐκεῖ οὐκ ἔστι καιρὸς μετανοίας· μήποτε ἐγκαλούμενός τις κατ' ἐκείνην τὴν φρικτὴν ὥραν εἴπῃ, ὅτι Οὐκ ἐδιδάχθην παρὰ τοῦ ποιμένος, οὐκ ἔμαθον τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ, οὐδὲ εἶπεν ἡμῖν, ὅτι ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας, οὐχ ἡρμήνευσεν ἡμῖν τὴν παρὰ σοῦ δοθεῖσαν αὐτῷ Γραφὴν τὴν λέγουσαν, Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος· ἀλλὰ μόνον τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀπεχώρισεν ἡμᾶς, καὶ πάλιν Ἑλλήνων τὴν δεισιδαιμονίαν ἀπηγόρευσεν· ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν. Εἰ γὰρ καὶ πρὸς ἐλεημοσύνην ἐπαίδευσεν ἡμᾶς, εἴχομεν καὶ ταύτης τοὺς καρποὺς δείξασθαι. ∆ιὰ τοῦτο καὶ μετὰ παῤῥησίας παρακαλῶν οὐ παύομαι, ἀλλὰ νουθετῶ καὶ διαμαρτύρομαι πλουσίους ἅμα καὶ πένητας, ἄνδρας ὁμοῦ καὶ γυναῖκας, φείσασθε τῶν ὑμετέρων ψυχῶν, καὶ λυτρώσασθε ταύτας διὰ τῶν χρημάτων ἀπὸ τῆς μελλούσης ὀργῆς· κουφίσατε τὸ φορτίον τῶν ἁμαρτημάτων διὰ τῆς ἐλεημοσύνης· ἐλεήσατε, ἵνα ἐλεηθῆτε. Ἡ γὰρ ἐλεημοσύνη βαπτίσματος ἁγίου δύναμιν ἔχει· καὶ ὥσπερ τὸ ἅγιον λουτρὸν ἀποκαθαίρει τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, οὕτω καὶ ἡ ἐλεημοσύνη καθαίρει τῶν ἐλεούντων τὰ τῆς ψυχῆς πλημμελήματα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἡ θεία Γραφὴ διδάσκει λέγουσα· ἐλεημοσύναι καὶ πισταί εἰσιν· ἐκκαθαίρονται ἁμαρτίαι. Τὰ χρήματα, κἂν μὴ βουλώμεθα, ἐνταῦθα μένει· ἡ δὲ ψυχὴ, κἂν μὴ θέλωμεν, ἐκεῖθεν μεθοδεύεται, τὰς εὐθύνας ὑπέχουσα τῶν ἁμαρτημάτων. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις ἔλεγε· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἄκουε γοῦν, παρακαλῶ, τὸ ῥῆμα τοῦτο, ὅτι ἐν μὲν εἰρήνῃ καταφρονεῖται, ἐν δὲ ταῖς ἀνάγκαις δείκνυσι τοῦ νόμου τοῦ Θεοῦ τὴν δύναμιν. Ἀκούει γὰρ πολλάκις ὁ ἀκροατής· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; καὶ παρατρέχει τοῦ ῥήματος τούτου τὴν δύναμιν. Καὶ ἐὰν καταφρονήσῃ ἐν εἰρήνῃ τοῦ ῥήματος, μανθάνει ἐν ταῖς ἀνάγκαις τοῦ εἰρηκότος τὴν δύναμιν. Τί γὰρ ποιεῖ ὁ Θεὸς, ὅταν τινὰ ἴδῃ χρημάτων μὲν ἀντεχόμενον, ἐλεημοσύνην δὲ ἀποστρεφόμενον, καὶ πάντα αἱρούμενον παθεῖν ὑπὲρ τοῦ μὴ προδοῦναι τὰ χρήματα; Ἐν ταῖς ἀνάγκαις αὐτὸν διδάσκει γνωρίζειν τὸν τοῦ Θεοῦ νόμον· καὶ πῶς, ἄκουε· Ἐννόησόν μοί τινα ἔμπορον θαλαττεύοντα, καὶ περὶ χρήματα μόνον τὸν 1 νοῦν ἔχοντα, πάντα αἱρούμενον παθεῖν, ἢ ἕνα ὀβολὸν ἀπολέσαι, ὅρκους μυρίους ἐπάγοντα κατὰ τῆς ψυχῆς, ὥστε μὴ προδοῦναί τι τῶν ἰδίων. Ἀλλ' ὁ τοιοῦτος ἀπηνὴς καὶ περίψηφος ἐν ὥρᾳ ἀνάγκης, ὅταν σφοδρῶς χειμάζηται καὶ κινδυνεύῃ ἐν τῇ θαλάσσῃ· ἐφίσταται γὰρ ὁ κλύδων, ἐγείρει τρικυμίας ἡ θάλασσα, ὑψοῦνται μέχρι τοῦ οὐρανοῦ τὰ κύματα· εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ. Ἀλλ' ἐρώτησον αὐτὸν εὐθέως, Τί ποιεῖς, ὦ ἄνθρωπε; τί μαίνῃ; τί ῥίπτεις τὰ χρήματα ἀχρήστως; οὐ παραφυλάττει σου τὰς παρακαταθήκας ἡ θάλασσα· οὐκ ἔστιν ὡς ἡ γῆ δεξαμένη τὰ σπέρματα, καὶ δίδωσί σοι πολυπλασίονα· οὐ γὰρ λαμβάνει σπέρματα, καὶ δίδωσι δράγματα. Τί οὖν δανείζεις ἀχρήστως ἀχαρίστῳ στοιχείῳ; τί πιστεύεις ἀπίστοις κύμασι; τί δίδως τὴν ἐνθήκην σου εἰς παρακαταθήκην τῇ μὴ ἀποδιδούσῃ θαλάσσῃ; Θεῷ οὐκ ἠθέλησας δανεῖσαι, καὶ τῇ ἀγρίᾳ θαλάσσῃ ῥίπτεις τὰ χρήματα; Τί οὖν εὐθέως ἐκεῖνος ἀποκρίνεται; Θέλω τὴν ψυχήν μου σῶσαι, ἢ ὅλον τὸν κόσμον κερδῆσαι. Νῦν ἔγνως, Τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; νῦν ἔμαθες τὸ ῥῆμα τοῦ Χριστοῦ, ὅπου παρακαλῶν ἔλεγε, Τί ὠφελήσει ἄνθρωπον, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἀλλ' οὐκ ἐπαίδευσέ σε ὁ νόμος; Παιδεύσει σε κἂν ὁ φόβος. Οὐκ ἐπαίδευσέ σε ἡ τοῦ Θεοῦ διδασκαλία; Παιδευσάτω σε τῆς θαλάσσης ἡ μανία. Ὢ τῆς ἀνακολούθου πράξεως· ὢ τῆς πάντα παιδευούσης ἀνάγκης· ἡ θάλασσα βιαζομένη λαμβάνει ὅλα, ὁ Θεὸς δὲ προτρεπόμενος εἰς βασιλείαν οὐρανῶν, οὐδὲ μέρος τι λαμβάνει; τῇ θαλάσσῃ πιστεύεις μηδέν σοι χρηστὸν ἐπαγγελλομένῃ, καὶ τῷ Θεῷ οὐ πείθεις ἑκατονταπλασίονά σοι ἐπαγγελλομένῳ καὶ χαριζομένῳ; Βούλει καὶ ἑτέραν εἰκόνα τῆς τοιαύτης ἀνάγκης ὑπόθωμαί σοι; χρὴ γὰρ καὶ διὰ τῶν φοβερῶν 2 καὶ διὰ τῶν ἀγαθῶν πανταχόθεν ὠφελεῖσθαι τὴν σὴν ψυχήν. Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται. Προφῆται κηρύττουσι, κἀκεῖνοι τὰ ὦτα ἀποκλείουσι· διδάσκαλοι βοῶσι, κἀκεῖνοι τὴν νουθεσίαν μυκτηρίζουσι. Καὶ τί λοιπὸν ἐπὶ τούτων γίνεται; οὐ γὰρ ἐπὶ πάντων, ἀλλ' ἐπὶ τούτων. Περιπίπτει γὰρ πολλάκις ὁ τοιοῦτος ἔμπορος λῃσταῖς· καὶ ὁ πρὸς τὸν πλοῦτον κεχηνὼς, καὶ ἀπλήστως τὸ τῆς φιλοχρηματίας πάθος ἐνδεδυμένος, εὐθὺς ἀποδύεται τὴν τοιαύτην νόσον, καὶ γίνεται δαψιλὴς εἰς τὸ χαρίσασθαι· βλέπει γὰρ τὸ ξίφος, ὃ ἐπιφέρεται ὁ λῃστὴς, καὶ φεύγει τὸ πάθος· ἐπέρχεται ὁ λῃστὴς, καὶ εὑρίσκεται λοιπὸν ἐκεῖνος, ὥσπερ τις φιλότιμος, τὰ ἑαυτοῦ παρέχων μετὰ ἱκεσίας. Τί οὖν λέγει τῷ λῃστῇ τότε; Πάντα λάβε, καὶ μόνον τὴν ψυχήν μου χάρισαι. Ἀκουέτω καὶ οὗτος· Νῦν ἔγνως τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ. Λῃστῇ πάντα βουλομένῳ λαβεῖν δίδως μετὰ πάσης παρακλήσεως, τῷ βλάπτοντί σε εἰς πάντα· Θεῷ δὲ μέρος τι βουλομένῳ λαβεῖν οὐ δανείζεις, τῷ πάντα πλουσίως παρέχοντί σοι ἀγαθὰ, ἐπίγειά τε καὶ οὐράνια· ἀλλ' οὐδὲ τοσοῦτον φοβῇ τὸν Θεὸν, ὅσον τὸν λῃστήν; Καὶ ξίφος μὲν γυμνούμενον φοβῇ, γεέννης δὲ πῦρ ἀπειλούμενον καταφρονεῖς. Μὴ, παρακαλῶ, μὴ τοιοῦτοί τινες ὑμῶν γινέσθωσαν· οὐ γάρ ἐστε, μάλιστα φιλόχριστοι ὄντες· οἴδατε γὰρ πάντα τὰ ἀποβησόμενα τοῖς ἀνθρώποις. Τὰς ψυχὰς ὑμῶν ἀσφαλίσασθε πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ ἐπιγινώσκετε τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἰρηκότα· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὐτῷ οὖν τῷ ἐλεοῦντι καὶ τρέφοντι καὶ μὴ ὀνειδίζοντι Θεῷ δόξαν ἀναπέμψωμεν, σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρὸς μοναχοὺς
Φησὶν ὁ θεῖος ἀπόστολος· ἀδιαλείπτως προσεύχεσθε χωρὶς ὀργῆς καὶ διαλογισμῶν· πᾶς γὰρ λογισμὸς χωρίζων νοῦν ἀπὸ τοῦ Θεοῦ, εἰ καὶ δοκεῖ ἀγαθὸς εἶναι, ἀλλ' ὅλος διάβολός ἐστιν, ἵνα μὴ εἴπω τοῦ διαβόλου ἐστίν· ὅλος γὰρ ὁ ἀγὼν τοῦ διαβόλου τοῦτό ἐστιν, ἵνα ἀποχωρίσῃ καὶ ἀποβουκολήσῃ τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ καὶ εἰς τὰς κοσμικὰς περισύρῃ φροντίδας καὶ ἡδονάς· ἐντολὰς καὶ εὐποιίας ὑπαγορεύει ἔσωθεν ἐν τῇ καρδίᾳ καὶ ἄλλας τινὰς εὐλόγους ἢ καὶ ἀλόγους ἐννοίας, αἷς οὐ προσέχειν ὅλως προσήκει. Ὅλος δὲ ὁ ἀγὼν τῆς ψυχῆς ἐστι τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφρονεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ παντομώμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα. Μετὰ δὲ ταῦτα πάντα ὁ διάβολος ἀπομορφοῦται καὶ ὁ ἄθλιος ἄνθρωπος ἐν ἑνὶ τόπῳ ἑστὼς νομίζει ἀλλαχοῦ ποῦ ποτε εἶναι ἀπατώμενος καὶ δοκεῖν βλέπειν τινὰς καὶ προσώποις λαλεῖν καὶ διατάσσεσθαι πράγματα ἅπερ πλάνης εἰσὶ διαβολικῆς. Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ὅπου τὸ σῶμα ἵσταται ἐκεῖ καὶ ὁ νοῦς ἔστω, ἵνα μέσον τοῦ Θεοῦ καὶ τῆς καρδίας μηδὲν ἕτερον εὑρίσκηται ὡς μεσότοιχον ἢ ὡς φραγμὸς ἐπισκοτῶν τὴν καρδίαν καὶ χωρίζων ἀπὸ τοῦ Θεοῦ. Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Σχολάσατε τοίνυν διὰ παντὸς καὶ παραμείνατε Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς καὶ μηδὲν ἕτερον ζητήσητε ἢ μόνον ἔλεος ἐν ταπεινῇ καὶ ἐλεεινῇ καρδίᾳ. Ζητεῖτε καὶ βοᾶτε ἀπὸ πρωῒ ἕως ἑσπέρας, εἰ δυνατόν, καὶ ὅλην τὴν νύκτα τό· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς. Παρακαλῶ οὖν ὑμᾶς βιάσασθε τὸν νοῦν ὑμῶν εἰς τοῦτο τὸ ἔργον ἕως θανάτου. Πολλῆς γὰρ βίας χρῄζει τὸ ἔργον τοῦτο, ὅτι στενή ἐστιν ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν καὶ οἱ βιαζόμενοι εἰσέρχονται ἐν αὐτῇ·βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Παρακαλῶ οὖν ὑμᾶς μὴ χωρίζετε τὰς καρδίας ὑμῶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ προσμένετε καὶ φυλάττετε αὐτὴν μετὰ τῆς μνήμης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε, ἕως οὗ ἐμφυτευθῇ τὸ ὄνομα τοῦ Κυρίου ἔσω ἐν τῇ καρδίᾳ· καὶ μηδὲν ἕτερον ἐννοεῖτε ἢ ἵνα μεγαλυνθῇ Χριστὸς ἐν ὑμῖν. Παρακαλῶ οὖν ὑμᾶς τὸν κανόνα ταύτης τῆς προσευχῆς μηδέποτε καταπαύσητε, ἀλλ' εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε ὁδεύετε εἴτε τι ποιεῖτε ἀδιαλείπτως κράζετε· Κύριε Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ, ἐλέησον ἡμᾶς, ἵνα αὕτη ἡ μνήμη τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρεθίσῃ πρὸς πόλεμον τῶν ἐχθρῶν. Πάντα γὰρ διὰ τῆς μνήμης ἔχει εὑρεῖν ἡ βιαζομένη ψυχὴ εἴτε πονηρὰ εἴτε ἀγαθά, πρότερον δὲ τὰ κακὰ ἔχει ἰδεῖν ἔσω ἐν τῇ καρδίᾳ καὶ τότε τὰ καλά. Ἡ γὰρ μνήμη ἔχει αὐτὸν ταπεινῶσαι. Ἡ μνήμη ἔχει ἐλέγξαι τὴν ἐν ἡμῖν οἰκοῦσαν ἁμαρτίαν καὶ ἡ μνήμη ἔχει αὐτὴν δαπανῆσαι. Ἡ μνήμη ἔχει κινῆσαι πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ἐν τῇ καρδίᾳ καὶ ἡ μνήμη ἔχει αὐτὴν νικῆσαι καὶ ἐκριζῶσαι κατὰ μέρος· κατερχόμενον γὰρ τὸ μέρος τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὸν βυθὸν τῆς καρδίας τὸν μὲν δράκοντα τὸν κρατοῦντα τὰς νομὰς ταπεινοῖ, τὴν δὲ ψυχὴν σῴζει καὶ ζωοποιεῖ. Ἀδιαλείπτως τοίνυν παραμείνατε ἐν τῇ καρδίᾳ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ κράζοντες, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν καὶ γένηται τὰ δύο εἰς ἕν. Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ καὶ ἀγῶνος καὶ πόνου χρεία, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός· οὐκ ἔστι γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὥς φησιν ὁ ἀπόστολος. Τοῦ αὐτοῦ Οὕτω δεῖ τὸν εὐχόμενον εὔχεσθαι, ὡς ὅλην αὐτοῦ συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς καὶ μηδὲ μακροὺς ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνειν, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγειν ῥήματα· οὐ γὰρ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Καὶ τοῦτο ἀπὸ τῶν τὴν κατὰ Σαμουὴλ μητέρα τὴν Ἄνναν ἔστιν ἰδεῖν. ∆εῖ τοίνυν τὸν εὐχόμενον μὴ μακροὺς ἀποτείνειν λόγους καὶ συνεχῶς εὔχεσθαι τὰς εὐχάς. Ὁ Χριστὸς διὰ Παύλου ἐκέλευσεν ἐξ ὀλίγων διαλειμμάτων. Ἂν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις πολλὴν ἔδωκας τῷ διαβόλῳ τὴν ἄδειαν προσελθεῖν καὶ ὑποσκελίσαι σε καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων. Ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχάς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνειν δυνήσῃ τὰς εὐχὰς μετὰ πολλῆς ποιεῖν τῆς νήψεως. Τοῦ αὐτοῦ Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν καὶ προσεδρείαν; Ἄπιθι πρὸς τὴν Ἄνναν, μάθε τί ἐποίησεν ἐκείνη. Ἀνέστησαν, φησί, πάντες ἀπὸ τῆς τραπέζης καὶ εὐθέως ἐκείνη οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη κούφη τις οὖσα καὶ μὴ βαρεῖσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Καὶ οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν διὰ τοῦτο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησίν, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός· οὐδὲν γὰρ οὕτω φωνῆς χρεία ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν ὡς συντεταμένης ψυχῆς, οὐδὲ γὰρ σχήματος, ἀλλὰ φρονήματος. Κἂν γὰρ ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε· Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλὰ τρόπος. Κἂν ὅπουπερ ἂν ᾖς, εὔχου. Ναὸς εἶ, μὴ ζήτει τόπον. Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι καὶ μέσον ὁ Μωϋσῆς μηδὲν λαλῶν. Καὶ λέγει πρὸς αὐτὸν ὁ Θεός· τί βοᾷς πρός με; Καὶ σὺ τοίνυν, ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν δεσπότην Ἰησοῦν κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Ὁ Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἔτι σοῦ λαλοῦντος ἐρεῖ· ἰδοὺ πάρειμι. Οὐδέπω τελεῖς τὴν εὐχὴν καὶ αὐτὸς τὴν αἴτησιν δίδωσιν. Ἐὰν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσει τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως. Τοῦ μεγάλου Βασιλείου Πολλάκις, φησίν, ᾔτησα καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κακῶς ᾔτησας ἢ ἀπίστως ἢ μετεώρως ἢ τὰ μὴ συμφέροντά σοι. Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτησας, ἀλλ' οὐ παρέμεινας· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν καὶ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ἐὰν γὰρ μὴ αἰτήσῃς μετὰ καμάτου καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. ∆εῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ ἑκάστῳ συμφέροντα ἐν μηδενὶ κρινόμενος ὑπὸ τοῦ οἰκείου συνειδότος ὡς ἀμελῶς ἢ ῥᾳθύμως αἰτῶν· καὶ τότε λαμβάνεις, ὅτε θέλει ὁ Θεός. Κρεῖττον γάρ σου οἶδε τὰ συμφέροντά σου καὶ ἴσως διὰ τοῦτο ἀναβάλλεται τὴν πρὸς αὐτὸν προσεδρείαν σου σοφιζόμενος, ἵνα γνῷς τί ἐστι δῶρον Θεοῦ καὶ φυλάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γάρ, ὃ μετὰ καμάτου πολλοῦ κτᾶταί τις, σπουδάζει τοῦτο φυλάσσειν, ἵνα μὴ ἀπολέσας αὐτὸ ἀπολέσῃ καὶ τὸν πολὺν αὑτοῦ κάματον καὶ τὴν χάριν τοῦ Κυρίου ἀθετήσας ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφέλησε τὸν Σολομῶντα ταχέως λαβόντα τῆς σοφίας τὴν χάριν καὶ ἀπολέσαντα αὐτήν; Μὴ οὖν ὀλιγοψύχει, ἐὰν μὴ ταχέως λάβῃς τὸ αἴτημά σου. Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς δεσπότης, ὅτι ταχέως λαμβάνων τὴν χάριν οὐκ ἀπόλλυς αὐτήν, ἕτοιμος ἦν καὶ πρὸ τῆς αἰτήσεως παρασχεῖν σοι, νυνὶ δὲ κηδόμενός σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν δοῦλος τὸ τάλαντον καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ προσειργάσατο, κατεκρίθη, πόσῳ μᾶλλον ὁ ἀπολέσας αὐτὸ κατακριθήσεται;Τοῦ αὐτοῦ Πρόσεχε σεαυτὸν καὶ πανταχόθεν σεαυτὸν περισκέπτου.Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τοῦ νοὸς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις. Κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πανταχόθεν καταπεπήγασι. Πάντα οὖν περισκόπει, ἵνα σῴζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων· ἐκείνη γὰρ ἀνάλωτός ἐστι τοῖς βρόχοις δι' ὀξύτητα τῆς ὁράσεως, ὅθεν καὶ ἐπώνυμός ἐστι τῆς ὀξυδορκίας. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακὴν μήποτε ταῖς πάγαις ἁλοὺς θήρα γένῃ τοῦ διαβόλου ἐζωγρημένη ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτόν. Τοῦ αὐτοῦ περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου Ἐκεῖνο μέντοι γε γινώσκειν χρή, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν οὔτε αὐτὴν τὴν πρὸς τὸν Θεὸν ἀγάπην οὔτε τὴν πρὸς τὸν πλησίον δυνάμεθα κατορθῶσαι ἄλλοτε περὶ ἄλλα τῆς διανοίας ἀποπλανώμενοι. Ἀλλὰ καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν νοητῶν περισπασμῶν κατορθοῦται. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει λέγων· ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου τὴν τοῦ Θεοῦ ἐπίγνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ τὸ ἅγιον χωρῆσαι Πνεῦμα διεμαρτύρατο. Πάτερ, γάρ, φησί, δίκαιε, καὶ ὁ κόσμος σὲ οὐκ ἔγνω καὶ τὸ πνεῦμα δὲ τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθῆσαι μέλλοντα. Τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Τοῦτο δὲ ποιήσαντας πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, μή ποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν ἢ τὴν μνήμην τῶν θαυμασίων αὐτοῦ, φαντασίαις τῶν ματαίων καταρρυπαίνειν, ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνήμης ἐντετυπωμένην ἔχειν ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφραγῖδα ἀνεξάλειπτον τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περιφέρειν. Οὕτω γὰρ περιγίνεται ἡμῖν ἡ πρὸς Θεὸν ἀγάπη ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ ὑπ' αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων, ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσητε, ποτὲ δέ, ἐὰν τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. Καὶ ἔτι δυσωπητικώτερον· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μενῶ αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ὁ δὲ παραφθείρων ἐν τῇ ἐργασίᾳ τὴν ἀκρίβειαν τῆς ἐντολῆς, δῆλός ἐστι περὶ τὴν μνήμην τοῦ Θεοῦ ἀσθενῶν. Τοῦ αὐτοῦ Συντελεῖ δὲ καὶ τὸ ἀμετεώριστον τῇ ψυχῇ καὶ τὸ ἰδιάζειν κατὰ τὴν οἴκησιν· τὸ γὰρ ἀναμεμειγμένην ἔχειν τὴν ζωὴν βλαβερόν. Οὐκοῦν, ἵνα μὴ δι' ὤτων ἢ δι' ὀφθαλμῶν ἐρεθισμοὺς δεχώμεθα καὶ ἵνα δυνηθῶμεν ἐπιμένειν τῇ προσευχῇ, ἀπιδιάσωμεν πρῶτον κατὰ τὴν οἴκησιν· οὕτω γὰρ καὶ τοῦ προλαβόντος ἔθους περιγενόμεθα, ἐν ᾧ ἀλλοτρίως ἐζήσαμεν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τό· εἴ τις ἔρχεται πρός με, ἀπαρνησάσθω ἑαυτόν. Πότε ἄν τις ἓν τούτων πληρῶσαι δυνηθείη; Χρὴ γὰρ ἡμᾶς ἀπαρνησαμένους ἑαυτοὺς καὶ ἄραντας τὸν σταυρὸν τοῦ Χριστοῦ οὕτως ἀκολουθεῖν αὐτῷ. Ἄρνησις δέ ἐστιν ἑαυτοῦ ἡ παντελὴς τῶν παρελθόντων λήθη καὶ ἡ τῶν θελημάτων αὐτοῦ ἀναχώρησις. Ἐὰν δέ τι ὑπολιπώμεθα ἑαυτοῖς μνήμης γήινον ἐν οὐσίᾳ τινὶ φθαρτῇ ἐνταῦθα τοῦ νοῦ οἷον ἔν τινι βορβόρῳ κατορυγέντος, ἀνάγκη τὴν ψυχὴν ἀθέατον εἶναι Θεῷ καὶ πρὸς ἐπιθυμίαν τῶν ἐπουρανίων καλῶν καὶ τῶν ἀποκειμένων ἡμῖν ἀγαθῶν ἐν ἐπαγγελίαις ἀκίνητον. Ὅλως δὲ μηδὲ περὶ τῶν ἀναγκαίων αὐτῶν μεριμνᾶν συγκεχώρηται οἷον τροφῆς καὶ ἐνδύματος. Τούτοις ἐπιτρέπει λόγος, οἷον ἀκάνθαις συνέχεσθαι πονηραῖς ταῖς ἐννοίαις τοῦ κόσμου τῆς παρὰ τοῦ γεωργοῦ τῶν ψυχῶν ἡμῶν ἐγκαταβαλλομένης σπορᾶς τὴν καρποφορίαν ἐμποδιζούσαις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· οὗτοι δέ εἰσιν οἱ εἰς τὰς ἀκάνθας πεσόντες, οἳ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. Τοῦ αὐτοῦ Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσομεν οὔτε τῷ ἐχθρῷ τόπον ἐν ταῖς καρδίαις ἡμῶν καταλείψομεν διὰ τῆς συνεχοῦς μνήμης ἔνοικον ἔχοντες τὸν Θεόν. Τοῦ αὐτοῦ Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας καὶ ὁ τοῦ μετεωρίζεσθαι ἐθισμὸς εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις παιδίοις ἐγγίγνοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιτο, ποῦ ἔχουσι τὴν ἔννοιαν καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόρρητα τῆς ψυχῆς, ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Τοῦ αὐτοῦ Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, τὸν ἔσω ἄνθρωπον λέγει. Ἀλλ' ἐρεῖς σύ· οὐ λέγει ἡμῖν περὶ λογισμῶν, τὸν ἄνθρωπον εἶπε κατ' εἰκόνα Θεοῦ, ὁ δὲ λογισμὸς πῶς ἄνθρωπος; Ἄκουε τοῦ ἀποστόλου λέγοντος· εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ τῇ ἡμέρᾳ. ∆ύο λοιπὸν γνωρίζω ἀνθρώπους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑποκεκρυμμένον ἐν τῷ φαινομένῳ. Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν καὶ τότε ἀληθῶς λέγομεν ὅτι ἔνδον ἐσμὲν ἄνθρωποι, τὸ δὲ ἔξω οὔ. Ἀλλὰ τὸ τέλειον ἐν τῷ λογιστικῷ τῆς ψυχῆς ἔχοντες ὥστε τὸ μὲν σῶμα ὄργανόν ἐστι τῆς τοῦ ἀνθρώπου ψυχῆς, ἄνθρωπος δὲ κυρίως τὸ κατ' αὐτὴν τὴν ψυχήν. Καὶ τὸ ἀρχέτωσαν τοίνυν ἄρχει σώματι ἢ λογισμῷ; Ἐν ψυχῇ τὸ ἀρχικὸν ἢ ἐν σαρκί; Ἀλλ' ἐν τίνι τὸ ἀρχικὸν ἢ ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ; Ὅσῳ γὰρ λείπεται τῇ δυνάμει τοῦ σώματος ὁ ἄνθρωπος, τοσούτῳ περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. Οὐχὶ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν εἶπε καὶ θυμούσθωσαν· οὐ γὰρ τὰ πάθη πρὸς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ' ὁ λογισμὸς τῶν παθῶν δεσπότης ἐδόθη σοι ἄρχειν τῶν ἀλόγων, ὥστε τοῦ ἀλόγου πάθους κρατεῖν. Εἰ οὖν τῶν θηρίων ἄρχεις, διατί καὶ τῶν ἔνδον θηρίων οὐκ ἄρχεις; Εἰ τῶν ἔξω ἄρχεις, μὴ τὰ ἔνδον ἀβασίλευτα καταλείψῃς; Ἄρχων τοίνυν ἐκτίσθης, μὴ μέντοι λογισμοὺς ἔχε μετεώρους μηδὲ κοῦφος ἔσο καὶ ἄστατος τῇ διανοίᾳ. Ἄτοπον ἂν εἴη, τὰ μὲν πετόμενα ἔξω ἂν καταβάλλῃς, σεαυτὸν δὲ κούφως οὕτω καὶ μετεώρως ὑπεραιρόμενον καταβάλλεσθαι. Μὴ οὖν τυφωθεὶς ὑπεραρθῇς ὑπὲρ ὃ εἶ καὶ μείζω φρονήσῃς τῆς φύσεως τῆς ἀνθρωπίνης μηδὲ ἐπαινούμενος φυσιωθῇς μηδὲ δόξαν ἐπιζήτει μηδὲ μέγα τι σεαυτὸν εἶναι νομίσῃς, ἐπεὶ ἔσει ὥσπερ πτηνὸν ἀστήρικτον, ὧδε κἀκεῖσε περιφερόμενον. Ἄρχε τῶν ἐν σοὶ λογισμῶν, ἵνα γένῃ πάντων κύριος· ἡ γὰρ δεδομένη ἡμῖν ἀρχὴ τῶν ζῴων ῥυθμίζειν ἡμᾶς ὀφείλει πρὸς τὸ ἑαυτῶν ἡμᾶς ἄρχειν. Ὥσπερ οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ θυρῶν, ἐὰν μὴ ὦσιν οἱ φυλάσσοντες καὶ εἰδότες πότε μὲν κλείειν, πότε δὲ ἀνοίγειν, οὕτως οὐδὲ μοναχῷ τῶν ἄλλων κατορθωμάτων ὄφελος, ἂν μὴ ὁ λογισμὸς ᾖ θυρωρὸς τῶν αὐτοῦ βουλευμάτων. Τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν τῆς καρδίας μετὰ ἀκριβείας καὶ πολλῆς ἐπιστήμης ἐπιτετραμμένος καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ εἰσάγειν, κἄν τις λογισμὸς ἐκβιάσηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ καὶ μὴ ἐᾶν εἰς λόγους ἐκφέρεσθαι, ἀλλὰ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν καὶ ἀσφαλῆ τὴν θύραν ἔχειν καὶ ἀκριβῆ τὴν φυλακήν. Καὶ τὰ πονηρὰ βουλεύματα μὴ ἐᾶν τίκτεσθαι καὶ τικτόμενα ἀποπνίγειν. ∆ιὸ καὶ ὁ Θεὸς ἔνδον αὐτοὺς τοὺς πονηροὺς λογισμοὺς ἀναιρεῖ λέγων· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι καὶ τὰ ἑξῆς. Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ βαλεῖν ἀρχήν, οὐκ ἐπιθυμίαν, οὐκ ὀργήν; Λέγει γάρ· ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Ἔστωσαν αἱ θύραι κεκλεισμέναι, φησί, καὶ οἱ πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. Ἐκ θυμοῦ γὰρ καὶ ἐπιθυμίας πᾶν ἁμάρτημα γίνεται τῇ ψυχῇ. ∆ιὰ τοῦτο καὶ ὁ ∆αβὶδ εὔχεται πρὸς τὸν Θεὸν λέγων· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου. Οὐχ ὅτι ὁ Θεὸς ἐκκλίνει αὐτήν–μὴ γένοιτο! –ἀλλ', ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ ἀφῇς ἐκκλιθῆναι ἢ περιτραπῆναι εἰς πονηρὰς ἐννοίας· ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς κακίας καὶ τῆς πονηρίας.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου