ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: .ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ·

Τετάρτη 19 Οκτωβρίου 2016

.ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ·




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

1.ΟΜΙΛΙΑ  ΜΕʹ.  Καὶ προσελθόντες  οἱ μαθηταὶ εἶπον αὐτῷ· ∆ιατί ἐν παραβολαῖς λαλεῖς  αὐτοῖς; Ὁ δὲ ἀπο κριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

αʹ. Ἄξιον θαυμάσαι τοὺς μαθητὰς, πῶς καὶ ἐπιθυμοῦντες μαθεῖν, ἴσασι πότε ἐρωτῆσαι ἐχρῆν. Οὐ γὰρ ἐπὶ πάντων  τοῦτο ποιοῦσι· καὶ τοῦτο ἐδήλωσεν  ὁ Ματθαῖος εἰπὼν, Καὶ προσελθόντες. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ὁ Μάρκος αὐτὸ σαφέστερον παρέστησεν, εἰπὼν ὅτι κατ' ἰδίαν προσῆλθον αὐτῷ. Τοῦτο δὴ καὶ τοὺς   ἀδελφοὺς   καὶ  τὴν   μητέρα  ποιῆσαι  ἐχρῆν,   καὶ  οὐχὶ   καλέσαι  ἔξω   καὶ ἐπιδείξασθαι. Σκόπει δὲ αὐτῶν καὶ τὴν φιλοστοργίαν, πῶς πολὺν ὑπὲρ τῶν ἄλλων ποιοῦνται λόγον, καὶ πρότερον τὰ ἐκείνων ζητοῦσι, καὶ τότε τὰ ἑαυτῶν. ∆ιατί γὰρ, φησὶν, ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Οὐκ εἶπον, ∆ιατί ἐν παραβολαῖς λαλεῖς ἡμῖν; Καὶ γὰρ καὶ ἀλλαχοῦ πολλαχῶς φαίνονται  φιλοστόργως πρὸς ἅπαντας διακείμενοι, ὡς ὅταν λέγωσιν, Ἀπόλυσον τοὺς ὄχλους, καὶ ὅτι Οἶδας ὅτι ἐσκανδαλίσθησαν;


 Τί οὖν ὁ Χριστός; Ὅτι ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται. Τοῦτο δὲ εἶπεν, οὐκ ἀνάγκην  εἰσάγων, οὐδὲ ἀποκλήρωσίν τινα ἁπλῶς καὶ ὡς ἔτυχε γινομένην·  ἀλλὰ δεικνὺς αὐτοὺς ἁπάντων  αἰτίους ὄντας τῶν  κακῶν, καὶ παραστῆσαι θέλων,  ὅτι δωρεὰ τὸ πρᾶγμά ἐστι, καὶ χάρις ἄνωθεν δεδομένη. Οὐ μὴν ἐπειδὴ δωρεὰ, διὰ τοῦτο τὸ αὐτεξούσιον ἀνῄρηται· καὶ τοῦτο ἐκ τῶν   ἑξῆς   δῆλον.   Ὅρα  γοῦν   πῶς,   ἵνα   μήτε   ἐκεῖνοι   ἀπογνῶσι,   μήτε   οὗτοι ῥᾳθυμήσωσιν, ἀκούσαντες ὅτι δέδοται, δείκνυσι παρ' ἡμῖν τὴν ἀρχὴν οὖσαν. Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ, καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ πολλῆς  μὲν  ἀσαφείας  γέμει  τὸ εἰρημένον,  ἄφατον  δὲ δικαιοσύνην ἐνδείκνυται. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν τις προθυμίαν ἔχῃ καὶ σπουδὴν, δοθήσεται αὐτῷ καὶ τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα· ὅταν δὲ τούτων κενὸς ᾖ, καὶ τὰ παρ' ἑαυτοῦ μὴ εἰσφέρῃ, οὐδὲ τὰ παρὰ τοῦ Θεοῦ δίδοται. Καὶ γὰρ Ὃ δοκεῖ ἔχειν,   φησὶν,  ἀρθήσεται  ἀπ'  αὐτοῦ·   οὐ  τοῦ  Θεοῦ  αἴροντος,  ἀλλὰ  μὴ καταξιοῦντος  αὐτὸν  τῶν  αὐτοῦ.  Τοῦτο  καὶ  ἡμεῖς  ποιοῦμεν·  ὅταν  ἴδωμέν  τινα ἀκούοντα  ῥᾳθύμως, καὶ πολλὰ  παρακαλοῦντες  προσέχειν μὴ πείθωμεν,  σιγῶμεν λοιπόν.  Εἰ γὰρ  μέλλομεν  ἐπιμένειν,  ἐπιτείνεται  αὐτῷ  τὰ  τῆς  ῥᾳθυμίας.  Τὸν δὲ σπουδάζοντα μαθεῖν ἐπισπώμεθα καὶ πολλὰ ἐγχέομεν. Καὶ καλῶς εἶπε, Καὶ ὃ δοκεῖ ἔχειν. Οὐδὲ γὰρ αὐτὸ τοῦτο ἔχει. Εἶτα καὶ σαφέστερον ὅπερ εἶπεν ἐποίησε, δεικνὺς τί ἐστι τὸ, Τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ. ∆ιὰ τοῦτο, φησὶν, ἐν παραβολαῖς λαλῶ αὐτοῖς, ὅτι βλέποντες οὐ βλέπουσιν. Οὐκοῦν ἀνοῖξαι ἔδει, φησὶ, τοὺς ὀφθαλμοὺς, εἰ μὴ βλέπουσιν. Ἀλλ' εἰ μὲν φύσεως ἡ πήρωσις ἦν, ἀνοῖξαι ἔδει· ἐπειδὴ δὲ ἑκουσία καὶ αὐθαίρετος ἡ πήρωσις, διὰ τοῦτο οὐκ εἶπεν  ἁπλῶς,  Οὐ βλέπουσιν·  ἀλλὰ,  Βλέποντες  οὐ  βλέπουσιν·  ὥστε  τῆς  αὐτῶν πονηρίας ἡ πήρωσις. Εἶδον γὰρ καὶ δαίμονας ἐξελθόντας, καὶ ἔλεγον· Ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Ἤκουσαν τῷ Θεῷ προσάγοντος  αὐτοὺς, καὶ πολλὴν  πρὸς αὐτὸν  ἐπιδεικνυμένου  τὴν  ὁμόνοιαν,  καὶ λέγουσιν, ὅτι Οὐκ ἔστιν οὗτος ἀπὸ τοῦ Θεοῦ. Ἐπεὶ οὖν τἀναντία καὶ ὧν ἔβλεπον καὶ ὧν ἤκουον ἀπεφαίνοντο, ∆ιὰ τοῦτο, φησὶ, καὶ τὸ ἀκούειν ἀπ' αὐτῶν ἀφαιρῶ. Οὐδὲν γὰρ αὐτοῖς ἐντεῦθεν πλέον γίνεται, ἀλλὰ καὶ κρίμα πλέον. Οὐ γὰρ μόνον ἠπίστουν, ἀλλὰ καὶ ἐπετίμων, καὶ κατηγόρουν, καὶ ἐπεβούλευον. Ἀλλ' οὐ λέγει τοῦτο· οὐ γὰρ βούλεται εἶναι φορτικὸς κατηγορῶν. Οὐκοῦν ἐξ ἀρχῆς οὐχ οὕτως αὐτοῖς διελέχθη, ἀλλὰ μετὰ πολλῆς  τῆς σαφηνείας· ἐπειδὴ δὲ διέστρεφον  ἑαυτοὺς, ἐν παραβολαῖς λοιπὸν φθέγγεται. Εἶτα ἵνα μὴ νομίσῃ τις κατηγορίαν εἶναι ψιλὴν τὰ εἰρημένα, μηδὲ λέγωσιν,  ὅτι Ἐχθρὸς ἡμῶν  ὢν  ταῦτα  αἰτιᾶται  καὶ διαβάλλει,  καὶ τὸν  προφήτην εἰσάγει τὰ αὐτὰ αὐτῷ  ψηφιζόμενον.  Πληροῦται γὰρ αὐτοῖς,  φησὶν, ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες καὶ τὸν προφήτην  μετὰ ταύτης τῆς ἀκριβείας κατηγοροῦντα; Οὐδὲ γὰρ αὐτὸς  εἶπεν, ὅτι Οὐ βλέπετε· ἀλλὰ, Βλέψετε, καὶ οὐ μὴ ἴδητε· οὐδ' ὅτι Οὐκ ἀκούσεσθε· ἀλλ'  ὅτι Ἀκούσετε, καὶ οὐ μὴ συνῆτε. Ὥστε αὐτοὶ ἑαυτοὺς ἀφείλοντο πρῶτον, τὰ ὦτα βύσαντες, τοὺς ὀφθαλμοὺς μύσαντες, τὴν καρδίαν παχύναντες.  Οὐ γὰρ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ Βαρέως ἤκουον· ἐποίησαν δὲ τοῦτο, φησὶ, Μήποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς· τὴν ἐπιτεταμένην  αὐτῶν  λέγων  πονηρίαν, καὶ τὴν  μετὰ  σπουδῆς  ἀποστροφήν.  βʹ. Καὶ τοῦτο  λέγει,  ἐφελκόμενος  αὐτοὺς  καὶ ἐρεθίζων, καὶ δεικνὺς ὅτι, ἐὰν ἐπιστρέψωσιν, ἰάσεται αὐτούς· ὥσπερ ἂν εἴ τις λέγοι· Οὐκ ἐβουλήθη με ἰδεῖν, καὶ χάριν ἔχω· εἰ γὰρ ἠξιώθην, εὐθέως ἐνδιδόναι ἔμελλον. Τοῦτο δὲ λέγει, δεικνὺς πῶς ἂν καταλλαγείη. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μήποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς· δεικνὺς  ὅτι καὶ τὸ ἐπιστραφῆναι  δυνατὸν,  καὶ μετανοήσαντας ἔνι σωθῆναι· καὶ ὅτι οὐκ εἰς τὴν αὐτοῦ δόξαν, ἀλλ' εἰς τὴν αὐτῶν σωτηρίαν ἅπαντα ἐποίει. Εἰ γὰρ μὴ ἐβούλετο αὐτοὺς ἀκοῦσαι καὶ σωθῆναι, σιγῆσαι ἔδει, οὐχὶ ἐν παραβολαῖς λέγειν· νῦν δὲ αὐτῷ τούτῳ κινεῖ αὐτοὺς, τῷ συνεσκιασμένα λέγειν. Ὁ γὰρ Θεὸς οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὅτι γὰρ οὐ φύσεως τὸ ἁμάρτημα, οὐδὲ ἀνάγκης καὶ βίας, ἄκουσον τί φησι πρὸς τοὺς ἀποστόλους· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι· οὐ ταύτην  λέγων  τὴν ὄψιν, οὐδὲ τὴν  ἀκοὴν, ἀλλὰ τὴν ἀπὸ διανοίας. Καὶ γὰρ καὶ οὗτοι Ἰουδαῖοι ἦσαν, καὶ ἐν τοῖς αὐτοῖς τεθραμμένοι· ἀλλ' ὅμως οὐδὲν παρεβλάβησαν ἀπὸ τῆς προφητείας, ἐπειδὴ τὴν ῥίζαν τῶν ἀγαθῶν εἶχον εὖ διακειμένην, τὴν προαίρεσιν λέγω καὶ τὴν γνώμην. Ὁρᾷς ὅτι τὸ, Ὑμῖν δέδοται, οὐκ ἀνάγκης ἦν; Οὐδὲ γὰρ ἂν ἐμακαρίσθησαν, εἰ μὴ αὐτῶν ἦν τὸ κατόρθωμα. Μὴ γάρ  μοι  τοῦτο  εἴπῃς,  ὅτι  ἀσαφῶς  ἐλέγετο·  ἠδύναντο  γὰρ  καὶ  προσελθεῖν  καὶ ἐρωτῆσαι, καθάπερ οἱ μαθηταί· ἀλλ' οὐκ ἠθέλησαν, ῥᾴθυμοι ὄντες καὶ ἀναπεπτωκότες.  Τί λέγω, οὐκ ἠθέλησαν; Καὶ τὰ ἐναντία  μὲν οὖν ἐποίουν, Οὐ γὰρ μόνον ἠπίστουν, οὐδὲ μόνον οὐκ ἤκουον, ἀλλὰ καὶ ἐπολέμουν, καὶ σφόδρα ἀηδῶς εἶχον  πρὸς τὰ  λεγόμενα·  ὅπερ τὸν  προφήτην  εἰσάγει κατηγοροῦντα,  τῷ  λέγειν, Βαρέως ἤκουσαν.  Ἀλλ'  οὐ  κἀκεῖνοι  τοιοῦτοι·  διὸ  καὶ  ἐμακάριζεν  αὐτούς.  Καὶ ἑτέρωθεν δὲ αὐτοὺς βεβαιοῖ πάλιν λέγων· Ἀμὴν γὰρ λέγω ὑμῖν, πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· τὴν παρουσίαν τὴν ἐμὴν, φησὶ, τὰ θαύματα αὐτὰ, τὴν φωνὴν,  τὴν διδασκαλίαν. Ἐνταῦθα γὰρ οὐχὶ τῶν διεφθαρμένων τούτων, ἀλλὰ καὶ τῶν κατωρθωκότων  αὐτοὺς προτίθησι· καὶ γὰρ καὶ ἐκείνων μακαριωτέρους αὐτοὺς εἶναί φησι. Τί δήποτε; Ὅτι οὐ μόνον ἅπερ οἱ Ἰουδαῖοι οὐκ εἶδον, βλέπουσιν οὗτοι, ἀλλὰ καὶ ἅπερ ἐκεῖνοι  ἐπεθύμησαν ἰδεῖν.  Ἐκεῖνοι μὲν γὰρ τῇ πίστει μόνον  ἐθεάσαντο· οὗτοι δὲ καὶ τῇ ὄψει, καὶ πολλῷ σαφέστερον. Εἶδες πῶς πάλιν τὴν Παλαιὰν συνάπτει τῇ  Καινῇ, δεικνὺς  οὐ  μόνον  εἰδότας  ἐκείνους  τὰ  μέλλοντα,  ἀλλὰ  καὶ  σφόδρα ἐπιθυμοῦντας; Οὐκ ἂν δὲ, εἰ ἀλλοτρίου τινὸς καὶ ἐναντίου Θεοῦ ἦσαν, ἐπεθύμησαν ἄν. Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος, φησί· καὶ λέγει τὰ ἔμπροσθεν  ἡμῖν  εἰρημένα,  τὰ  περὶ  ῥᾳθυμίας  καὶ  σπουδῆς,  τὰ  περὶ  δειλίας  καὶ ἀνδρείας, τὰ περὶ χρημάτων καὶ ἀκτημοσύνης· δεικνὺς τὴν ἐκεῖθεν βλάβην καὶ τὴν ἐντεῦθεν ὠφέλειαν.  Εἶτα καὶ τῆς ἀρετῆς εἰσάγει διαφόρους τρόπους. Φιλάνθρωπος γὰρ ὢν, οὐ μίαν ἔτεμεν ὁδὸν, οὐδὲ εἶπεν, Ἐὰν μή τις ἑκατὸν ποιήσῃ, ἐξέπεσεν· ἀλλὰ, Καὶ ὁ τὰ ἑξήκοντα ποιῶν σώζεται, καὶ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ ὁ τὰ τριάκοντα. Τοῦτο δὲ ἐποίησεν, εὔκολον κατασκευάζων τὴν σωτηρίαν. Καὶ σὺ τοίνυν οὐ δύνασαι παρθενίαν ἀσκῆσαι; Γάμησον σωφρόνως. Οὐ δύνασαι γενέσθαι ἀκτήμων; ∆ὸς ἐκ τῶν ὄντων. Οὐ φέρεις ἐκεῖνο τὸ φορτίον; Μέρισαι μετὰ τοῦ Χριστοῦ τὰ ὑπάρχοντα. Οὐ βούλει  αὐτῷ  παραχωρῆσαι  ἁπάντων;  Κἂν τὴν  ἡμίσειαν,  κἂν  τὴν  τρίτην  ἐπίδος μοῖραν. Ἀδελφός σού ἐστι καὶ συγκληρονόμος· ποίησον αὐτὸν καὶ ἐνταῦθα συγκληρονόμον.  Ὅσα ἂν  ἐκείνῳ  δῷς,  σαυτῷ  δώσεις.  Οὐκ ἀκούεις  τί  φησιν  ὁ προφήτης; Τοὺς οἰκείους τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Εἰ δὲ συγγενεῖς ὑπερορᾷν οὐ χρὴ, πολλῷ μᾶλλον τὸν ∆εσπότην, μετὰ τῆς δεσποτείας καὶ τὸ τῆς συγγενείας δικαίωμα πρὸς σὲ ἔχοντα, καὶ πολλῷ πλείονα ἕτερα. Καὶ γὰρ καὶ μεριστήν σε ἐποίησε τῶν  αὐτοῦ,  οὐδὲν  παρὰ  σοῦ  λαβὼν,  ἀλλὰ  καὶ  κατάρξας  τῆς  ἀφάτου  ταύτης εὐεργεσίας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὸ μηδὲ τῇ δωρεᾷ ταύτῃ γενέσθαι φιλάνθρωπον,  μηδὲ ἀμοιβὴν  ἀντὶ  χάριτος  δοῦναι,  καὶ  ἐλάττονα  ἀντὶ  μειζόνων; Αὐτὸς μὲν γάρ σε τῶν οὐρανῶν κληρονόμον ἐποίησε· σὺ δὲ αὐτῷ οὐδὲ τῶν ἐν τῇ γῇ μεταδίδως; Αὐτός σε οὐδὲν κατωρθωκότα, ἀλλὰ καὶ ἐχθρὸν ὄντα κατήλλαξε· σὺ δὲ οὐδὲ φίλον ὄντα καὶ εὐεργέτην ἀμείβῃ; καίτοιγε καὶ πρὸ τῆς βασιλείας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, καὶ ὑπὲρ αὐτοῦ τοῦ δοῦναι χάριν δίκαιον ἔχειν αὐτῷ; Καὶ γὰρ καὶ οἰκέται, δεσπότας ἐπ' ἄριστον καλοῦντες, οὐ παρέχειν, ἀλλὰ λαμβάνειν νομίζουσιν· ἐνταῦθα δὲ τοὐναντίον  γέγονεν. Οὐ γὰρ ὁ οἰκέτης τὸν ∆εσπότην, ἀλλὰ ὁ ∆εσπότης τὸν οἰκέτην πρῶτος ἐκάλεσεν ἐπὶ τὴν αὐτοῦ τράπεζαν· σὺ δὲ οὐδὲ μετὰ τοῦτο καλεῖς; Πρῶτός σε εἰς τὴν αὐτοῦ στέγην εἰσήγαγε· σὺ δὲ οὐδὲ δεύτερος; Γυμνὸν ὄντα σε περιέβαλε· σὺ δὲ οὐδὲ μετὰ ταῦτα ξένον ὄντα συνάγεις; Πρῶτός σε ἐπότισε τὸ ἑαυτοῦ ποτήριον· σὺ δὲ οὐδὲ ψυχροῦ μεταδίδως ὕδατος; Ἐπότισέ σε Πνεῦμα ἅγιον· σὺ δὲ οὐδὲ τὴν σωματικὴν παραμυθῇ δίψαν; Ἐπότισέ σε Πνεῦμα, ἄξιον ὄντα κολάσεως· σὺ δὲ καὶ διψῶντα περιορᾷς, καὶ ταῦτα ἐκ τῶν αὐτοῦ μέλλων ἅπαντα ταῦτα ποιεῖν; γʹ. Οὐ γὰρ  μέγα  ἡγῇ  τὸ  ποτήριον  κατασχεῖν,  ἐξ  οὗ  πίνειν  ὁ  Χριστὸς μέλλει,  καὶ προσάγειν τῷ στόματι; Οὐχ ὁρᾷς, ὅτι τῷ ἱερεῖ μόνῳ θέμις τὸ τοῦ αἵματος ἐπιδιδόναι ποτήριον;  Ἐγὼ δὲ οὐδὲν  ὑπὲρ τούτων  ἀκριβολογοῦμαι,  φησίν·  ἀλλὰ  κἂν  αὐτὸς ἐπιδῷς, δέχομαι· κἂν λαϊκὸς ᾖς, οὐ παραιτοῦμαι. Καὶ οὐκ ἀπαιτῶ οἷον ἔδωκα· οὐ γὰρ αἷμα ζητῶ, ἀλλ' ὕδωρ ψυχρόν. Ἐννόησον τίνα ποτίζεις, καὶ φρίξον. Ἐννόησον ὅτι ἱερεὺς τοῦ Χριστοῦ γίνῃ σὺ, ἰδίᾳ χειρὶ διδοὺς, οὐ σάρκα, ἀλλ' ἄρτον, οὐχ αἷμα, ἀλλὰ ψυχροῦ ὕδατος ποτήριον. Ἐνέδυσέ σε ἱμάτιον σωτηρίου, καὶ ἐνέδυσέ σε δι' ἑαυτοῦ· σὺ κἂν διὰ τοῦ παιδὸς ἔνδυσον. Ἐποίησέ σε ἔνδοξον  ἐν  οὐρανοῖς· σὺ τῆς φρίκης ἀπάλλαξον, καὶ τῆς γυμνότητος, καὶ τῆς ἀσχημοσύνης. Ἐποίησέ σε ἀγγέλων πολίτην·  σὺ κἂν στέγης μετάδος μόνον, κἂν ὡς τῷ οἰκέτῃ τῷ σῷ δὸς οἰκίαν· οὐκ ἀποστρέφομαι τουτὶ τὸ καταγώγιον,  καὶ ταῦτά σοι τὸν οὐρανὸν ἀνοίξας ἅπαντα. Ἀπήλλαξά σε φυλακῆς χαλεπωτάτης· ἐγὼ τοῦτο οὐκ ἀπαιτῶ, οὐδὲ λέγω, Ἀπάλλαξόν με· ἀλλ' ἂν ἴδῃς με μόνον δεδεμένον, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ἐμοί. Νεκρὸν ὄντα ἀνέστησα· ἐγὼ  τοῦτο  παρὰ  σοῦ οὐκ  ἀπαιτῶ,  ἀλλὰ  λέγω,  Ἐπίσκεψαί με  μόνον ἀῤῥωστοῦντα. Ὅταν οὖν οὕτως ᾖ μεγάλα τὰ δεδομένα, καὶ πολὺ κοῦφα τὰ ἀπαιτούμενα,  καὶ  μηδὲ  ταῦτα  παρέχωμεν,  πόσης  οὐκ  ἂν  εἴημεν  ἄξιοι  γεέννης; Εἰκότως εἰς τὸ πῦρ ἄπιμεν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, πέτρας ὄντες ἀναισθητότεροι. Πόσης γὰρ ἀναισθησίας, εἰπέ μοι, τοσαῦτα λαβόντας, τοσαῦτα ληψομένους, χρημάτων εἶναι δούλους, ὧν μικρὸν ὕστερον ἀποστησόμεθα καὶ ἄκοντες; Καὶ ἕτεροι μὲν καὶ τὴν ψυχὴν  ἐπέδωκαν, καὶ τὸ αἷμα ἐξέχεαν· σὺ δὲ οὐδὲ τὰ περιττὰ προΐεσαι ὑπὲρ τῶν  οὐρανῶν, ὑπὲρ τῶν  τοσούτων στεφάνων; Καὶ ποίας ἂν εἴης ἄξιος συγγνώμης, τίνος ἀπολογίας, ἐν μὲν τῷ σπόρῳ τῆς γῆς πάντα ἡδέως προϊέμενος, καὶ ἐν τῷ δανείζειν ἀνθρώποις οὐδενὸς φειδόμενος, ἐν δὲ τῷ τρέφειν σου τὸν ∆εσπότην διὰ τῶν δεομένων ὠμὸς καὶ ἀπάνθρωπος ὤν; Ταῦτ' οὖν  ἅπαντα   ἐννοήσαντες,   καὶ  λογισάμενοι   ἅπερ  εἰλήφαμεν,   ἅπερ  λαμβάνειν μέλλομεν, ἅπερ αἰτούμεθα, τὴν σπουδὴν ἅπασαν ἐν τοῖς πνευματικοῖς ἐπιδειξώμεθα. Γενώμεθά ποτε ἥμεροι καὶ φιλάνθρωποι,  ἵνα μὴ τὴν ἀφόρητον δίκην ἐφ' ἑαυτοὺς ἑλκύσωμεν.  Τί γὰρ  ἡμᾶς  οὐχ  ἱκανὸν  κατακρῖναι;  τὸ  τοσούτων  καὶ  τηλικούτων ἀπολαῦσαι, τὸ μηδὲν μέγα αἰτεῖσθαι, τὸ τοιαῦτα αἰτεῖσθαι ἃ καὶ ἄκοντες ἐνταῦθα ἀπολείψομεν, τὸ πολλὴν  ἐν τοῖς βιωτικοῖς φιλοτιμίαν  ἐπιδείκνυσθαι; Τούτων γὰρ ἕκαστον καὶ καθ' ἑαυτὸ ἱκανὸν ἡμᾶς καταδικάσαι· ὅταν δὲ ὁμοῦ τὰ πάντα συνέλθῃ, τίς  ἔσται σωτηρίας  ἐλπίς;  Ἵν' οὖν  ἅπασαν ταύτην  τὴν  κατάκρισιν  διαφύγωμεν, ἐπιδειξώμεθά τινα δαψίλειαν περὶ τοὺς δεομένους. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἁπάντων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |